← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§287.18-289.7

作为滋养工具的天生之热与消化的必然性

斐洛庞诺斯解释了亚里士多德关于“赖以滋养者”的双重性(天生之热与滋养物,或如手与舵般起运动作用者与被运动者),探讨了文本异文与亚历山大的诠释,并阐述了滋养物必能被热消化以及关于滋养物的总体特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.89

" Ἔστι δὲ ᾧ τρέφει διττόν, ὥσπερ καὶ ᾧ κυβερνᾷ, καὶ ἡ χεὶρ καὶ τὸ πηδάλιον." Εἰπὼν τί ποτέ ἐστι τὸ ᾧ τρέφεται, ὅτι ἡ τροφή, προστίθησι καὶ τὸ ἕτερον νῦν ᾧ τρέφεται· τῇ μὲν γὰρ τροφῇ ὡς ὑλικῷ τρέφεται, τὸ δὲ νῦν προστιθέμενον τὸ ὀργανικόν ἐστι ᾧτινι ὡς δι’ ὀργάνου τρέφεται. τοῦτο οὖν τὸ ὄργανον διττόν φησι, τὸ μὲν κινοῦν καὶ κινούμενον, τὸ δὲ μόνως κινούμενον, οὐκέτι δὲ καὶ κινοῦν. τὸ μὲν γὰρ ἔμφυτον θερμόν,1 ᾧτινι τρέφει ἡ ψυχὴ ὡς δι’ ὀργάνου, καὶ κινεῖ καὶ κινεῖται· κινεῖται μὲν ὑπὸ τῆς θρεπτικῆς δυνάμεως, κινεῖ δὲ τὰ λοιπὰ μόρια, οἷον ὀδόντας, φλέβας, γαστέρα καὶ τὰ ἄλλα δι’ ὧν ἡ τροφή, ἅτινα μόνως κινεῖται, οὐκέτι δὲ καὶ κινεῖ ἄλλο τι ὡς ὄργανον, ἀλλὰ τὴν τροφήν.2 ἐνεδείξατο δὲ τὸ διττὸν τοῦ ᾧ τρέφει ὡς δι’ ὀργάνου τῇ τοῦ κυβερνήτου παραθέσει. καὶ γὰρ ἡ μὲν χεὶρ καὶ κινοῦν καὶ κινούμενον· κινεῖται μὲν γὰρ ὑπὸ ψυχῆς, κινεῖ δὲ τὸ πηδάλιον· τὸ δὲ πηδάλιον μόνως κινούμενον· οὐ γὰρ καὶ αὐτὸ ἄλλο κινεῖ ὄργανον, ἀλλὰ τὴν θάλατταν ἢ τὸ πλοῖον, ὥσπερ ἐκεῖνα τὴν τροφήν. οἱ δὲ τὴν τροφήν φασι κινοῦν καὶ κινούμενον, 〈κινούμενον〉 μὲν ὑπὸ τοῦ θερμοῦ, κινοῦν δὲ καθὸ τρέφει. κάλλιον δὲ κινοῦν μὲν καὶ κινούμενον λαβεῖν τὸ θερμόν, κινούμενον μὲν ὑπὸ ψυχῆς, κινοῦν δὲ τὴν τροφήν, τὴν δὲ τροφὴν κινούμενον μόνον· οὐ γὰρ κινεῖ τὸ τρέφον ἐν τῷ τρέφειν, ὡς δέδεικται. λέγει δὲ ὁ Ἀλέξανδρος καὶ ἄλλην ἐξήγησιν· τὸ γὰρ ᾧ τρέφει τὸ διττὸν οὐκ ἐπὶ τῆς τροφῆς ληπτέον, φησί, νῦν, ἀλλὰ διττὸν λέγει τὴν θρεπτικὴν ψυχὴν καὶ τὸ ἔμφυτον θερμόν, ὧν τὸ μέν ἐστιν ἀκίνητον ἡ θρεπτικὴ δύναμις (αὕτη γὰρ οὐ κινουμένη κινεῖ), τὸ δὲ ἔμφυτον θερμὸν κινοῦν καὶ κινούμενον· κινεῖ μὲν γὰρ τὴν τροφήν, κινεῖται δὲ ὑπὸ τῆς δυνάμεως. ἡ δὲ ἐξήγησις αὕτη ἁρμόζοι ἂν πρὸς γραφὴν τὴν φερομένην οὕτως τὸ μὲν κινοῦν καὶ κινούμενον, τὸ δὲ κινοῦν μόνον, δηλονότι αὐτὸ μὴ κινούμενον. καὶ ἁρμόσοις ἂν πρὸς ταύτην τὴν γραφὴν τὸ παράδειγμα τὸ τοῦ κυβερνήτου οὕτως· τὸ μὲν πηδάλιον κινοῦν καὶ κινούμενον, κινοῦν μὲν τὴν θάλατταν ἢ τὸ πλοῖον, κινούμενον δὲ ὑπὸ τῆς χειρός, τὴν δὲ χεῖρα κινοῦν μόνον· κινεῖ γὰρ τὸ πηδάλιον, οὐκέτι δὲ καὶ ὑπ’ ἄλλου κινεῖται. τὰ γὰρ τῶν συνεχῶν μόρια οὐ κινεῖται καθ’ αὑτά, ἐπειδὴ μηδὲ ἐν τόπῳ καθ’ αὑτά, ὡς δέδεικται ἐν τῇ Φυσικῇ· συνεχὴς δὲ ἡ χεὶρ τῷ κυβερνήτῃ. καὶ ἄλλως, ὅτι τὸ μὲν πηδάλιον ὑπό τινος ἐκτὸς ὄντος κινεῖται ὑπὸ τῆς χειρός, ἡ δὲ χεὶρ οὐδὲν ἔξωθεν κινοῦν αὐτὴν ἔχει. εἰ μὲν οὖν ἡ γραφὴ ἔχοι τὸ δὲ κινοῦν μόνον, ἡ τελευταία ἐξήγησις ἁρμόσει, εἰ δὲ τὸ κινούμενον μόνον, αἱ λοιπαί.

“而赖以滋养者是双重的,正如赖以操舵者既是手也是舵。” 在说明了赖以受滋养者究竟是什么——即滋养物——之后,他现在又补充了赖以受滋养的另一者。因为固然靠滋养物作为质料而受滋养,但现在所补充的则是工具性的,即靠它如同通过工具一般而受滋养。因此,他说这一工具是双重的:一者是运动且被运动的,另一者是仅被运动而不再是起运动作用的。因为灵魂借以如同通过工具一般进行滋养的天生之热,既运动[他物]又被运动:它固然被滋养能力所运动,但它运动其余的部分,例如牙齿、血管、胃以及滋养物所经由的其他部分,这些部分仅被运动,而不再作为工具运动其他任何事物,而是运动滋养物。他通过舵手的比喻指明了如同通过工具一般赖以滋养者的双重性。实际上,手既起运动作用又被运动:因为它被灵魂所运动,却运动舵;而舵则仅仅是被运动的:因为它自身并不运动另一工具,而是运动海水或船只,正如那些部分运动滋养物一样。但有人说,滋养物才是起运动作用且被运动的,被热所运动,而就其滋养而言起运动作用。然而,更好的是将热视为起运动作用且被运动的——被灵魂所运动,而运动滋养物——并将滋养物视为仅被运动的;因为正如已证明的那样,施滋养者在滋养过程中并不运动。亚历山大还提出了另一种解释:他说,“赖以滋养者”的双重性现在不应就滋养物来理解,而是说他将滋养灵魂和天生之热称为双重的,其中一者是不动的,即滋养能力(因为此者自身不被运动而运动[他物]),而天生之热则是起运动作用且被运动的:因为热运动滋养物,却被能力所运动。而这种解释恰好能与这样流传的异文相契合:“一者是运动且被运动的,另一者是仅起运动作用的”,显然也就是自身不被运动。并且你可以将舵手的例子与这一异文作如下契合:舵固然起运动作用且被运动,它运动海水或船只,却被手所运动,而手则仅仅起运动作用;因为手运动舵,却不再被任何其他东西所运动。因为连续体的各部分并不依其自身而运动,既然如在《物理学》中所证明的那样,它们甚至并不依其自身而处于处所之中;而手与舵手是连续的。此外还有一个理由:舵是被处于外部的某物(即被手)所运动的,而手并没有任何从外部运动它的东西。因此,如果异文是“另一者是仅起运动作用的”,后一种解释便契合;如果异文是“仅被运动的”,其余的解释便契合。

§2.90

"Πᾶσαν δ’ ἀναγκαῖον τροφὴν δύνασθαι πέττεσθαι." Εἰπὼν ὅτι διττὸν τὸ ᾧ τρέφει ἡ ψυχή, τί ἐστι πρὸς τῇ προειρημένῃ τροφῇ ἄλλο δι’ οὗ γίνεται διττὸν τὸ ᾧ τρέφει, νῦν λέγει·3 τὸ γὰρ ἔμφυτον, φησί, θερμόν. εἶτα καὶ πῶς τρέφει ἐπήγαγε. δεῖ μὲν γάρ, φησί, τὴν τροφὴν πέττεσθαι, τὸ δὲ τὴν πέψιν ἐργαζόμενον τὸ θερμόν ἐστιν· ὥστε ταύτῃ τρέφει. εἰ δὲ πᾶν ἔμψυχον τρέφεται, ἡ δὲ τροφὴ ὑπὸ τοῦ θερμοῦ πέττεται, ἀνάγκη ἄρα πᾶν ἔμψυχον ἔχειν θερμότητα. τύπῳ μὲν οὖν ἡ τροφὴ τί ἐστιν εἴρηται· διασαφητέον δέ ἐστιν ὕστερον ὑπὲρ αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις. ὅτι διχῶς ἡ τροφή (καὶ γὰρ τὸ ἐναντίον καὶ τὸ ὅμοιον), καὶ ὅτι τῶν αὔξειν δυναμένων ἐναντίων,4 καὶ ὅτι πέττεται καὶ μεταβάλλει, καὶ ὅτι κατὰ ἄλλο τρέφει καὶ κατὰ ἄλλο αὔξει, καὶ ὅτι καθὸ τρέφει σώζει τὸ τρεφόμενον, καὶ ὅτι καὶ γενέσεως ἡ αὐτὴ ἀρχὴ οὐ τοῦ τρεφομένου, ἀλλ’ οἷον τὸ τρεφόμενον, καὶ ὅσα ἄλλα εἴρηται. διασαφητέον δὲ περὶ αὐτῆς ὕστερον ἐν τοῖς οἰκείοις λόγοις. εἴρηκε μέν πως περὶ τροφῆς καὶ ἐν τοῖς Περὶ γενέσεως, ἐρεῖ δ’ ὕστερον καὶ ἐν τῇ Περὶ ζῴων γενέσεως πραγματείᾳ, εἰς ἣν καὶ ὑπερτίθεται· ἐν ᾗ καὶ περὶ σπέρματος ἐρεῖ, ὃ καὶ αὐτὸ τῆς τροφῆς ἐστι· περίττωμα γάρ, φησί, τροφῆς τὸ σπέρμα ἐστί. διὸ καὶ τροφαί τινες πρὸς σπέρματος γένεσιν ἐπιτηδείως ἔχουσιν, αἱ δ’ ἐναντίως.

“而一切滋养物都必须能够被消化。” 在说明了灵魂赖以滋养者是双重的之后,在上述的滋养物之外,通过什么使赖以滋养者成为双重的另一物究竟是什么,他现在道出了:因为他说,乃是天生之热。接着他还补充了它是如何滋养的。因为他说,滋养物必须被消化,而施行消化者则是热;因此它是以此种方式滋养的。如果一切具灵者都受滋养,而滋养物被热所消化,那么一切具灵者就必然具有热。粗略地说,滋养物是什么固然已被说明;但关于它,随后必须在恰当的论述中予以阐明:滋养物具有双重意义(因为既指相反者也指相似者),它属于能够促生长的相反者,它被消化并发生转化,按照一种意义它是滋养的而按照另一种意义则是促生长的,就其滋养而言它保全受滋养者,它也是生成的本原(不是受滋养者本身的生成,而是像受滋养者一样的存在的生成),以及所说过的其他一切。但关于它,随后必须在恰当的论述中予以阐明。他固然在《论生成》中以某种方式谈论了滋养物,但他随后也将在《论动物之生成》这篇著作中谈论,他把论题推迟到了这部著作中;在其中他也将谈论精液,而精液本身也属于滋养物;因为他说,精液乃是滋养物的剩余物。所以,某些滋养物对于精液的生成是适宜的,另一些则是相反的。

语法注4 条
  1. 2.89τὸ γὰρ ᾧ τρέφει τὸ διττὸν οὐκ ἐπὶ τῆς τροφῆς ληπτέον, φησί, νῦν, ἀλλὰ διττὸν λέγει τὴν θρεπτικὴν ψυχὴν καὶ τὸ ἔμφυτον θερμόν

    开头的短语 τὸ ᾧ τρέφει τὸ διττόν 作为整句的主题/主语(“赖以滋养者的双重性”)。后半句中的 διττόν 作谓述宾语,与 λέγει 构成双重宾格结构,支配并列宾语 τὴν θρεπτικὴν ψυχὴν καὶ τὸ ἔμφυτον θερμόν,意为“把滋养灵魂和天生之热称为双重的”。

  2. 2.89οὐκέτι δὲ καὶ κινεῖ ἄλλο τι ὡς ὄργανον, ἀλλὰ τὴν τροφήν

    对比短语 ἀλλὰ τὴν τροφήν 承接前文的 κινεῖ ἄλλο τι ὡς ὄργανον 并补充动词 κινεῖ。这里的 ὡς ὄργανον 限定 ἄλλο τι,意在表明诸器官(齿、胃等)不再作为工具去运动另一工具,而是直接运动其对象即滋养物。

  3. 2.90τί ἐστι πρὸς τῇ προειρημένῃ τροφῇ ἄλλο δι’ οὗ γίνεται διττὸν τὸ ᾧ τρέφει, νῦν λέγει

    间接疑问从句 τί ἐστι... δι’ οὗ γίνεται... 倒置在句首,作后置主动词 λέγει 的宾语。介词短语 πρὸς τῇ προειρημένῃ τροφῇ(“除上述滋养物之外”)修饰主语 ἄλλο,关系从句 δι’ οὗ... 进一步修饰 ἄλλο。

  4. 2.90ὅτι τῶν αὔξειν δυναμένων ἐναντίων

    紧接前文 ὅτι διχῶς ἡ τροφή 的省略结构。省略了主语与系词 ἡ τροφή [ἐστι],属格短语 τῶν... ἐναντίων 作部分属格(或从属属格),意为“[滋养物属于]能够促生长的相反者[之范畴]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:287.18-289.7