- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:286.22-287.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐释了亚里士多德对滋养能力的定义(保全拥有它的主体),并由此建构了生长能力与生殖能力的平行定义,梳理了施滋养者、受滋养者与滋养物三者的区别,最后说明为何滋养能力依其目的可合理地被称为生殖能力。
" Ὥσθ’ ἡ μὲν τοιαύτη τῆς ψυχῆς ἀρχὴ δύναμίς ἐστιν οἵα σώζειν τὸ ἔχον αὐτὴν ᾗ τοιοῦτον." Εἰπὼν ὅτι ἡ τροφὴ σωστική ἐστι τοῦ τρεφομένου, καθό ἐστι τροφή, ἐκ τούτου καὶ τὴν θρεπτικὴν εὑρίσκει ψυχὴν καὶ ὁρίζεται αὐτὴν ὅτι ἔστι δύναμις οἵα τε οὖσα σώζειν τὸ ἔχον αὐτὴν ᾗ τοιοῦτον. τὸ δὲ ᾗ τοιοῦτον ἀντὶ τοῦ κατ’ αὐτὸ ἐκεῖνο τὸ εἶδος,1 τουτέστιν ἐν τῷ αὐτῷ εἴδει σώζουσα τὸ τρεφόμενον. καὶ αὐτὸς μὲν τῆς θρεπτικῆς μόνης δυνάμεως τὸν ὁρισμὸν ἀποδέδωκε, δυνατὸν δὲ ἐκ τούτου καὶ τῆς αὐξητικῆς καὶ τῆς γεννητικῆς τὸν ὁρισμὸν ἀποδοῦναι. ἔστι γὰρ ἡ αὐξητικὴ δύναμις ψυχῆς ἄγουσα εἰς τέλειον εἶδος τὸ ἔχον αὐτήν, εἰς ὃ γεγονὸς δύναται πάσας ἐκτελεῖν τὰς φυσικὰς ἐνεργείας· γεννητικὴ δ’ ἐστὶ δύναμις τῆς ψυχῆς οἵα τε οὖσα παρασκευάζειν τὸ ἔχον αὐτὴν ποιεῖν ἕτερον οἷον αὐτὸ κατ’ ἔφεσιν τῆς ἐν τῷ πρώτῳ ἀϊδιότητος.2 ἡ μὲν οὖν θρεπτικὴ δύναμις τοιαύτη· ἡ δὲ τροφή, φησί, παρασκευάζει τῇ θρεπτικῇ δυνάμει τὴν τοιαύτην ἐνέργειαν· τροφῆς γὰρ μὴ οὔσης οὐκ ἐνεργεῖ ἡ θρεπτικὴ δύναμις. ἔστιν οὖν ἡ τροφὴ σκευαστικὴ τῆς ἐνεργείας τῆς θρεπτικῆς δυνάμεως, καθ’ ἣν σῴζεται τὸ ἔχον αὐτήν. διὸ ἀποστερηθὲν τροφῆς οὐ δύναται εἶναι τὸ ἔμψυχον· τοῦτο γάρ ἐστι τὸ τρεφόμενον. ἐπεὶ δέ ἐστι τρία, τὸ τρεφόμενον καὶ ᾧ τρέφεται καὶ τὸ τρέφον. ἐπειδὴ εἶπεν περὶ τροφῆς, βούλεται τὰ ἐξ αὐτῆς παρονομαζόμενα διορίσασθαι καὶ εἰπεῖν τί ἕκαστόν ἐστιν· ἔστι γάρ τι τὸ τρέφον καὶ τὸ τρεφόμενον καὶ ᾧ τρέφεται. τὸ μὲν οὖν τρέφον ἐστὶν ἡ πρώτη δύναμις τῆς ψυχῆς, ἥτις ἡ θρεπτική ἐστιν (εἴρηται δὲ πολλάκις διὰ τί πρώτη), τὸ δὲ τρεφόμενον τὸ ἔμψυχον σῶμα, καθὸ ταύτην ἔχει τὴν δύναμιν, τὸ δὲ ᾧ τρέφεται ἡ τροφή.
“因此,灵魂的这种本原乃是能保全拥有它者作为如此者的能力。” 在说明了滋养物就其作为滋养物而言保全受滋养者之后,他由此也找出了滋养的灵魂,并将其定义为:它是一种能够保全拥有它者作为如此者的能力。而“作为如此者”用来代替“按照那特定形式”,也就是说,在同一形式中保全受滋养者。虽然他本人仅给出了滋养能力的定义,但由此也能够给出促生长能力和生殖能力的定义。因为促生长能力是灵魂将拥有它者引向完满形式的能力,一旦进入这一形式,它就能够践行一切自然现实活动;而生殖能力是灵魂的一种能够使拥有它者制造像自身一样的另一物的能力,这是依照对第一者中的永恒性的渴望。滋养能力固然是如此;而滋养物,他说,为滋养能力预备了这样的现实活动;因为若没有滋养物,滋养能力就不发生现实活动。因此,滋养物促成了滋养能力的现实活动,根据这种活动,拥有它者得以被保全。所以,一旦被剥夺了滋养物,具灵者就不能存在;因为这正是受滋养者。 “由于有三者:受滋养者、赖以受滋养者以及施滋养者。”既然他谈到了滋养物,他便想界定由它同源派生而来的各项,并说明每一项是什么;因为存在着施滋养者、受滋养者以及赖以受滋养者。施滋养者固然是灵魂的第一能力,即滋养能力(为何它是第一,已多次言明);受滋养者则是具灵的身体,就其拥有这种能力而言;而赖以受滋养者则是滋养物。
"Ἐπεὶ δὲ ἀπὸ τοῦ τέλους ἅπαντα προσαγορεύειν δίκαιον." Ὡς γὰρ ἀπὸ τοῦ νοεῖν ὁ νοῦς προσαγορεύεται, καὶ ἀπὸ τοῦ αἰσθάνεσθαι ἡ αἴσθησις, τέλος δὲ καὶ τῆς θρεπτικῆς δυνάμεως, ἣν καλεῖ πρώτην ὡς κάτωθεν πρώτην, τὸ γεννῆσαι οἷον αὐτό (τὰ γὰρ τέλεια τῶν τρεφομένων καὶ μὴ πηρώματα πάντα γεννᾷ) δίκαιον καὶ ταύτην ἀπὸ τοῦ τέλους προσαγορεῦσαι,3 λέγω δὴ γεννητικήν, ἐπειδὴ τέλος αὐτῇ τὸ γεννῆσαι.
“既然从目的出发来称谓一切是合理的。” 因为正如理智由思考而得名,感觉由感知而得名,并且滋养能力(他称之为第一,乃是就从下往上数的第一而言)的目的也是生成像自身一样的存在(因为受滋养者中凡完满且非残缺者全都生殖),所以从目的出发来称谓这种能力也是合理的,我指的是〔称之为〕生殖能力,因为它的目的就是生殖。
- 2.87τὸ δὲ ᾗ τοιοῦτον ἀντὶ τοῦ κατ’ αὐτὸ ἐκεῖνο τὸ εἶδος
“ἀντὶ τοῦ + 短语”是注解家用于解释词义的典型格式(意为“代替……”或“意味着……”)。此处以此说明亚里士多德原文中的“ᾗ τοιοῦτον”(就其作为如此者而言)意指“依那特定形式”,即在同一形式中保全受滋养者。
- 2.87τῆς ἐν τῷ πρώτῳ ἀϊδιότητος
介词短语“ἐν τῷ πρώτῳ”处于修饰“ἀϊδιότητος”的定语位置(即“第一者中的永恒性”)。它指属于第一本原/第一原因的永恒存在,有朽的个体通过产生与自身相似的后代来追求分享这种永恒性。
- 2.88Ὡς γὰρ ἀπὸ τοῦ νοεῖν ὁ νοῦς προσαγορεύεται... δίκαιον καὶ ταύτην ἀπὸ τοῦ τέλους προσαγορεῦσαι
全句骨架为比较句式“Ὡς γὰρ... [οὕτω] δίκαιον καὶ...”。从属部分首先引出理智与感觉以其实际活动命名的例子,并通过“τέλος δὲ...”并列指出滋养能力的目的所在,最终落实到非人称主句“δίκαιον καὶ ταύτην ἀπὸ τοῦ τέλους προσαγορεῦσαι”(从目的出发来称谓这种能力也是合理的)。
