- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:285.19-286.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论灵魂》416b11中对作为滋养物与作为促生长者之定义的区分,菲洛波庞论述了同一营养物与同一能力如何从保全形式(滋养)与增添数量(生长)这两个不同方面发挥作用,并进一步阐明了滋养物与生殖的关联。
" Ἔστι δ’ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι.1" Καὶ τοῦτο τοῖς περὶ τροφῆς λόγοις οἰκεῖον. εἶπε δὲ τοῦτο καὶ ἐν τοῖς Περὶ γενέσεως, ὅτι οὐ κατὰ τὸ αὐτὸ τρεφόμεθά τε καὶ αὐξόμεθα. ἐπειδὴ γὰρ τὸ τρεφόμενον καὶ εἶδός ἐστι καὶ ποσόν τι, ὁμοίως δὲ καὶ ἡ τροφή * * τρέφει τὸ τρεφόμενον (τροφῆς γὰρ ἴδιον τὸ σώζειν τὸ εἶδος, 〈καὶ〉 μέχρι τούτου ἐστίν, ἕως ἂν τρέφηται τὰ τρεφόμενα, κἂν μὴ αὐξάνῃ), ᾗ δὲ ποσόν, αὔξει τῷ τρεφομένῳ προστιθεμένη ἡ τροφή. οὐκ αὔξεται δὲ ἀεὶ τὸ τρεφόμενον, ὅταν ἡ ἀπόκρισις ἢ ἴση ᾖ ἢ πλείων τῆς ἐκ τῆς τροφῆς γινομένης προσκρίσεως, ὡς εἶπεν ἐν τῷ Περὶ γενέσεως· καὶ οὕτως μέντοι ἡ τροφὴ ὅσον ἐφ’ ἑαυτῇ τῷ ποσῷ προστίθησιν. ἐπεὶ οὖν ἡ τροφὴ ἡ αὐτὴ τρέφει τε καὶ αὔξει (ᾗ μὲν γὰρ δυνάμει ἐστὶν ὅπερ τὸ τρεφόμενον, τρέφει τε καὶ σώζει τὸ εἶδος τοῦ τρεφομένου, ᾗ δὲ πεπόσωται, ταύτῃ δὲ αὔξει), δῆλον ὅτι καὶ ἡ περὶ τὴν τροφὴν ἐνεργοῦσα δύναμις καὶ πέττουσα αὐτὴν καὶ μεταβάλλουσα καὶ προσκρίνουσα τῷ σώματι, μία ἂν εἴη ἡ αὐτὴ θρεπτική τε καὶ αὐξητική. ὅτε μὲν γὰρ οὕτως ἔχει τὸ τρεφόμενον, ὡς οἷόν τε εἶναι καὶ τῷ ποσῷ αὐτοῦ προστιθέναι, οὐ μόνον τρέφει, ἀλλὰ καὶ αὔξει· ὅτε δ’ ἀδυνάτως ἔχει τὸ τρεφόμενον διὰ τὸ τῷ χρόνῳ καμεῖν, τρέφει μέν, οὐκέτι δὲ καὶ αὔξει· ξηρότερα γὰρ ἑαυτῶν γινόμενα τὰ μόρια οὐκέτι ἐπεκτείνεσθαι πέφυκε καὶ τῷ ποσῷ προστιθέναι. ὅθεν καὶ ταχεῖα ἡ τῶν κομιδῇ νηπίων παιδίων αὔξησις γίνεται, καὶ ἐν ἄλλοις πολλάκις δύο ἢ τρισὶν ἔτεσι δύο πήχεων προσθήκην λαβόντα ἐν ἄλλοις πλείστοις ἐλαχίστην προσθήκην λαμβάνουσιν, ἤδη λοιπὸν ἐπὶ τὸ ξηρότερον ἀλλασσόντων τῶν μορίων2 καὶ μὴ δυναμένων ἐπεκτείνεσθαι καὶ τῷ ποσῷ προστιθέναι, ἐπεὶ ὅσον ἐπὶ τῇ θρεπτικῇ δυνάμει καὶ τῷ ποσῷ ἀεὶ προσετίθετο. καὶ ἄλλως λοιπὸν ἀπορροῆς πλείονος γινομένης διὰ τὸ ἐπὶ φθίσιν ὁδεύειν τὸ ζῷον, οὐκ ἐξαρκεῖ ἡ θρεπτικὴ δύναμις ἀνυφῆναί τε τὸ ἀπορρεῦσαν καὶ ἐπιπροσθεῖναι τῷ ἐξ ἀρχῆς. ἐπεὶ οὖν ἡ θρεπτικὴ δύναμις ἡ αὐτή ἐστι καὶ αὐξητική, εἰκότως θρεπτικῆς καὶ γεννητικῆς μόνης ἐμνήσθη, τὴν αὐτήν, ὡς εἶπον, οἰόμενος τῇ θρεπτικῇ τὴν αὐξητικήν. καὶ γενέσεως ποιητικὸν οὐ τοῦ τρεφομένου, ἀλλ’ οἷον τὸ τρεφόμενον. εἰπὼν ὅτι ἡ τροφὴ καὶ αὔξει καὶ τρέφει κατ’ ἄλλο καὶ ἄλλο, λέγει ὅτι καὶ γεννήσεως ποιητικὸν ἡ τροφή, εἴπερ τὸ σπέρμα περίττωμά ἐστι τῆς ἐσχάτης τροφῆς, ὡς δείξει ἐν τοῖς Περὶ γενέσεως ζῴων. ἀμέλει καὶ πρὸς τὴν ποιότητα καὶ πρὸς τὴν ποσότητα τῆς τροφῆς μᾶλλον ἢ ἧττον ἡ κίνησις τῶν ἀφροδισίων γίνεται. οὐ τῆς τοῦ τρεφομένου δὲ γενέσεως ποιητικὸν ἡ τροφή (οὐδὲν γὰρ αὐτὸ ἑαυτὸ γεννᾷ· ἔστι γὰρ ἤδη ἡ οὐσία αὐτοῦ) ἀλλ’ οἷον τὸ τρεφόμενον. πάντα γὰρ τὰ γεννῶντα ἐπὶ τὸ πλεῖστον καὶ κατὰ φύσιν ἑαυτοῖς ὅμοια γεννᾷ· τῆς γὰρ ἀϊδιότητος ἐφιέμενα οὕτως αὐτῆς τυγχάνει, ὡς εἴρηκεν ἀνωτέρω, τῷ γεννᾶν ἄλλα οἷα αὐτά.
“然而对于滋养物而言的存在与对于促生长者而言的存在是不同的。” 这同样切合于有关滋养物的讨论。他在《论生成和消灭》中也说过这一点:我们并非依凭同一方面而既受滋养又生长的。因为既然受滋养者既是形式又是某种数量,而滋养物同样也……滋养着受滋养者(因为保全形式是滋养物所特有的,并且只要受滋养者受滋养,即便不生长,也存在直至这一限度),而作为数量,附加到受滋养者上的滋养物便使之生长。但受滋养者并不总是生长,每当排泄物等于或多于来自滋养物的附加时,正如他在《论生成和消灭》中所说;然而即便如此,就滋养物自身而言,它依然附加于数量。既然同一滋养物既滋养又使之生长(因为就其潜能上是受滋养者所是而言,它滋养并保全受滋养者的形式,而就其已被定量而言,它在此方面使之生长),显而易见,围绕滋养物发挥现实活动、消化它、转变它并将其附加于身体的能力,乃是同一且单一的滋养与生长能力。因为当受滋养者处于能够为其数量有所增添的状况时,它不仅滋养,而且使之生长;但当受滋养者由于岁月的劳损而处于无能为力的状况时,它虽滋养,却不再使之生长;因为各部位变得比以往更干燥,不再具有扩展并增添数量的自然本性。由此,幼小婴儿的生长是迅速的,往往在随后的两三年中获得了两肘的增添,而在其后极多的岁月中却只获得极微小的增添,因为各部位此时已转向更干燥的状态,无法扩展并增添数量,因为就滋养能力而言本会总是增添于数量。此外,由于动物走向衰退而发生更多的流失,滋养能力便不再足以既重新织补流失之物,又在原初之物上进一步增添。既然滋养能力与生长能力是同一的,他理所当然地只提到了滋养能力和生殖能力,如我所说,他认为生长能力与滋养能力是同一的。 “并且能产生生成,不是受滋养者的[生成],而是像受滋养者那样者的[生成]。”在说明了滋养物依不同方面而既使之生长又进行滋养之后,他说滋养物也是能产生生成的,如果种子确实是最末滋养物的残余物,正如他将在《动物生成论》中所表明的那样。确实,情欲的冲动既根据滋养物的质也根据其量而或多或少地产生。但滋养物所产生的生成不是受滋养者自身的生成(因为没有任何事物生成自身;因为它的实体已经存在),而是像受滋养者那样者的生成。因为一切能生成者在大多数情况下并且按照本性,都生成与自身相似者;因为它们渴望永恒,正如他在前面所说,正是通过生成像自身一样的其他事物,以这种方式获得了永恒。
- 2.86ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι
与格 τροφῇ 与 αὐξητικῷ 与 εἶναι 连用,构成了亚里士多德哲学中表示本质或定义的典型句式(τὸ ... εἶναι 支配与格,“作为……的存在/……的本质”)。ἕτερον 为表语形容词,全句意为“对于滋养物而言的存在与对于促生长者而言的存在是不同的”。
- 2.86ἀλλασσόντων τῶν μορίων
此为属格独立结构,表示主动词 λαμβάνουσιν 的原因或伴随状况。动词 ἀλλάσσω 的主动形式在此处作不及物或渐变意义使用(“转变”、“过渡”),与介词短语 ἐπὶ τὸ ξηρότερον(“朝向更干燥的状态”)连用,描述身体各部位随年岁发生的变化。
