← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§284.6-285.18

最初与最终的滋养物及有灵魂身体的受养

斐洛波诺斯注解416b3–416b9,阐述如何通过将滋养物既理解为最初未消化的状态(相反者)又理解为最后同化的状态(同类)来调和对立观点,并论述唯有分有生命的有灵魂身体才在严格且自身意义上受滋养。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.84

" Πότερον δέ ἐστιν ἡ τροφὴ τὸ τελευταῖον προσγινόμενον ἢ τὸ πρῶτον, ἔχει διαφοράν." Ζητεῖ ποῖον δεῖ τροφὴν λέγειν, πότερον ὃ ἐξ ἀρχῆς προσφερόμεθα, τὸν ἄρτον λέγω καὶ τὰ λοιπά, ἢ τὸ τελευταῖον τῷ σώματι προσκρινόμενον, οἷον τὸ μεταβάλλον ἐκ τῆς τροφῆς αἷμα καὶ ἐν τοῖς μορίοις γινόμενον καὶ ὁμοιούμενον ἤδη αὐτοῖς· τοῦτο γάρ ἐστι τὸ ἔσχατον· τροφῆς γάρ, οἱ ἰατροί φασι, τὸ τρέφον τροφή.1 ἐκ τούτων γὰρ εὑρεθήσεται τὸ ζητούμενον, πότερον τῷ ὁμοίῳ τρεφόμεθα ἢ τῷ ἐναντίῳ. εἰ μὲν γὰρ τὸ πρῶτον προσφερόμενόν ἐστιν ἡ τροφή, τῷ ἐναντίῳ τρεφόμεθα, εἰ δὲ τὸ ἔσχατον προσκρινόμενον τῷ σώματι, τῷ ὁμοίῳ· εἰ δὲ ἀμφότερα τροφή, ὅπερ καὶ δοκεῖ, καὶ τὸ πρῶτον καὶ τὸ ἔσχατον, καὶ τῷ ὁμοίῳ καὶ τῷ ἐναντίῳ· ἡ μὲν γὰρ πρώτη καὶ ἄπεπτος ἐναντία, ἡ δὲ δευτέρα καὶ πεπεμμένη ὁμοία. ὥστε ἑκάτερος τῶν περὶ τροφῆς εἰρηκότων ὡς πρὸς μέρος ἀποβλέψας ὑγιῶς μὲν εἴρηκεν, οὐ τελείως δέ. ἀπορήσειε δ’ ἄν τις, τί ποτέ ἐστι τὸ ἔσχατον προσκρινόμενον. εἰ γὰρ μὴ πρῶτον σὰρξ γίνεται, εἶτα προσκρίνεται τῇ σαρκί (πρόσθεσις γὰρ τοῦτο, οὐκ αὔξησις) πᾶν ὅπερ ἂν εἴη ἔσχατον πρὸ τῆς μεταβολῆς, τοῦτο ἀνάγκη ἐναντίον εἶναι· εἰ γὰρ μεταβάλλει * * μόνως οὖν τὸ ἐναντίον τροφή. εἰ δὲ ἔσχατον λέγει τὸ ἤδη ἐξομοιωθέν, οὐκέτι τὸ τοιοῦτο τροφή, ἀλλὰ μόριον. καὶ ἐπιλυόμενος ὁ φιλόσοφος ὅτι ἡ γενομένη σάρξ ἐστι2 κατὰ τὶ μὲν τροφή, κατὰ τὶ δὲ μόριον· τοῦ μὲν γὰρ πρὸ τῆς προσκρίσεως γενομένου σώματος τροφὴ ἂν εἴη, τοῦ μέντοι ὡς ὅλου θεωρουμένου, λέγω δὴ τοῦ μετὰ τὴν πρόσκρισιν, μόριόν ἐστιν. ὁ δὲ περὶ τούτων λόγος ἐντελέστερος ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς εἴρηται.

“然而滋养物究竟是最后附加之物还是最初之物,这包含着区别。” 他探究应当把哪一种称为滋养物:究竟是我们从一开始摄入之物,我指的是面包及其他诸物,还是最后附加于身体之物,比如从滋养物转变而来的血液、产生在各部位中并且已经同化于它们之物;因为这才是最末之物(因为医生们说,在食物中,正在滋养着的东西才是滋养物)。因为从这些考察中,所探求的问题将会被发现:我们究竟是受同类滋养,还是受相反者滋养。因为如果最初摄入之物是滋养物,我们就是受相反者滋养;如果最后附加于身体之物是滋养物,我们就是受同类滋养;如果二者都是滋养物(这确实正如人们所认为的那样),无论是最初的还是最后的,我们便是既受同类也受相反者滋养;因为最初且未消化的[滋养物]是相反者,而第二阶段且已消化的则是同类。因此,谈论过滋养物的每个人,由于只着眼于局部,虽然说得合理,却并不完全。但有人可能会提出疑问,最后附加之物究竟是什么。因为如果它不是先成为肉、然后附加到肉上(因为这将是增添而非生长),那么在转变之前可能成为最末之物的一切,必然是相反者(因为如果它发生转变……因此只有相反者才是滋养物)。但如果他把最后[附加者]指称为已经同化之物,那么此类事物就已不再是滋养物,而是部分。哲学家在解决这一问题时说,生成的肉在某一方面是滋养物,在另一方面则是部分;因为对于附加之前生成的身体而言,它会是滋养物,但对于被视作整体者而言,我指的是附加之后的存在者,它则是部分。关于这些事情的更完全的论述,已在《论生成和消灭》中论及。

§2.85

"Ἐπεὶ δ’ οὐδὲν τρέφεται μὴ μετέχον ζωῆς." Ὥστε οὐ κυρίως ἐπὶ τοῦ πυρὸς ἡ τροφὴ λέγεται. μεταβαίνει δὲ ἀπὸ τῆς τροφῆς ἐπὶ τὴν ἐνέργειαν, αὕτη δ’ ἐστὶ τὸ τρέφειν· τὸ γὰρ τρέφειν τοῦ τρεφομένου ἐστί. καὶ εἴη ἂν τὸ μὲν τρέφεσθαι τὸ διὰ τῆς περὶ τὴν τροφὴν ἐνεργείας τοῦ τὴν θρεπτικὴν δύναμιν ἔχοντος σώζεσθαι τὴν οὐσίαν τοῦ τρεφομένου, τὸ δὲ τρέφειν τὸ ἐνεργεῖν περὶ τὴν τροφὴν τὴν δύναμιν τὴν θρεπτικήν. λοιπὸν ἀπὸ τῆς ἐνεργείας, ἥτις ποτέ ἐστιν ἡ θρεπτικὴ δύναμις, εὑρήσει καὶ ὁριεῖται.3 εἰ δὲ μηδέν, φησί, τρέφεται μὴ μετέχον ζωῆς, ἀπὸ δὲ ψυχῆς τοῖς ζῶσιν ἡ ζωή, ἀνάγκη τὸ ἔμψυχον σῶμα εἶναι τὸ τρεφόμενον κατ’ αὐτὸ τοῦτο, καθὸ ἔμψυχόν ἐστι, καὶ οὐ κατὰ συμβεβηκός. οὐ γὰρ τῷ τρεφομένῳ σώματι συμβέβηκεν ἐμψύχῳ εἶναι, ἀλλ’ ὅτι ἔμψυχον, διὰ τοῦτο τρέφεται· εἰ δὲ τὸ τρεφόμενον ἔμψυχον, καὶ ἡ τροφὴ καθ’ αὑτὸ τοῦ ἐμψύχου ἐστίν. ὥστε οὐ κυρίως τὸ πῦρ τρέφεσθαι λέγεται. τῶν γὰρ πρός τι τὰ μὲν κυρίως καὶ καθ’ αὑτὸ πρὸς ἐκεῖνό ἐστι, πρὸς ὃ ἀποδίδοται, τὰ δὲ κατὰ συμβεβηκός, ὡς δοῦλος λέγεται ἀνθρώπου εἶναι δοῦλος καὶ δεσπότου δοῦλος, ἀλλὰ τοῦ μὲν δεσπότου καθ’ αὑτό, τοῦ δὲ ἀνθρώπου κατὰ συμβεβηκός· συμβέβηκε γὰρ τῷ δεσπότῃ ἀνθρώπῳ εἶναι. λέγοιτ’ ἂν καὶ τοῦ γραμματικοῦ δοῦλος καὶ τοῦ ῥήτορος, κατὰ συμβεβηκὸς δῆλον. ἡ δὲ τροφὴ καθ’ αὑτὸ πρὸς τὸ ἔμψυχον λέγεται.

“既然没有不分有生命之物能受滋养。” 因此,在火的场合下说滋养物并非严格意义上的。他从滋养物过渡到现实活动,这就是滋养;因为滋养是属于受滋养者的。受滋养乃是通过具有滋养能力者的围绕滋养物的现实活动,使受滋养者的实体得以保全;而滋养则是滋养能力围绕滋养物发挥现实作用。最终,从现实活动出发,他将发现并界定滋养能力究竟是什么。如果如他所说,没有不分有生命之物能受滋养,而活着之物的生命来自灵魂,那么有灵魂的身体必然正是依凭这一点——即就其是有灵魂的而言——成为受滋养者,而不是由于偶性。因为对受滋养的身体而言,具有灵魂并不是偶合的,相反,正是因为它是具有灵魂的,所以才受滋养;如果受滋养者是有灵魂的,那么滋养物自身也是属于有灵魂者的。因此,火被说成受滋养并非严格意义上的。因为在关系物中,有些是严格且自身地对应于其所被指派的对象,另一些则是依偶性而对应,正如奴隶既被说是人的奴隶,也被说是主人的奴隶,但对主人而言是自身的,对人而言则是依偶性的;因为对主人而言,作为人是偶合的。他也可以被称为文法学家的奴隶或修辞学家的奴隶,这显然是依偶性的。而滋养物则是自身地相对于有灵魂者而说的。

语法注3 条
  1. 2.84τροφῆς γάρ, οἱ ἰατροί φασι, τὸ τρέφον τροφή

    τροφῆς 为部分属格,限定实质化分词 τὸ τρέφον,意为“在食物[整体]中,发挥滋养作用者”。补出省略的系词 ἐστίν 后,与表语名词 τροφή 构成格言式判断:“在食物中,发挥滋养作用者才是[真正的]滋养物。”

  2. 2.84καὶ ἐπιλυόμενος ὁ φιλόσοφος ὅτι ἡ γενομένη σάρξ ἐστι

    分词 ἐπιλυόμενος 在没有显式限定动词(如 λέγει)的情况下直接引导 ὅτι 从句,构成了破格句(anacoluthon)。其功能相当于主句动词,解作“哲学家在解决[这疑问]时说……”。

  3. 2.85λοιπὸν ἀπὸ τῆς ἐνεργείας, ἥτις ποτέ ἐστιν ἡ θρεπτικὴ δύναμις, εὑρήσει καὶ ὁριεῖται

    εὑρήσει καὶ ὁριεῖται 的主语为第三人称单数,指亚里士多德。介词短语 ἀπὸ τῆς ἐνεργείας(从现实活动出发)修饰这两个动词,间接疑问从句 ἥτις ποτέ ἐστιν ἡ θρεπτικὴ δύναμις 则作其宾语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:284.6-285.18