← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§283.1-284.5

滋养过程中的受动变质与主体的能动性

对亚里士多德《论灵魂》416a29–34的注解。菲洛波诺斯分析了关于滋养物是同类还是对立者的疑难,梳理了双方立场的理据(基于生长的类比以及同类不受同类作用的原则)。随后他论证在滋养过程中,受作用并变质的是滋养物,而受滋养的有机主体则如加工质料的木匠一般是能动的,其变化并非受动性变质,而是向现实态的完满化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.82

" Ἀπορίαν δὲ ἔχει· φασὶ γὰρ οἱ μὲν τὸ ὅμοιον τῷ ὁμοίῳ τρέφεσθαι, καθάπερ καὶ αὐξάνεσθαι." Εἰπὼν “δοκεῖ δ’ εἶναι ἡ τροφὴ τὸ ἐναντίον τῷ ἐναντίῳ”, νῦν φησιν ὅτι ἀπορίαν ἔχει ὁ περὶ τροφῆς λόγος· οἱ μὲν γάρ φασι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου τρέφεσθαι, οἱ δὲ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. περὶ δὲ τούτων εἶπεν μὲν καὶ ἐν τῷ Περὶ γενέσεως, λέγει δὲ καὶ νῦν· ἀναγκαῖος 〈γὰρ〉 ὁ περὶ τροφῆς λόγος τῷ περὶ τῆς θρεπτικῆς δυνάμεως λέξοντι. εἰπὼν δὲ ὅτι ἀπορίαν ἔχει, διότι οἱ μὲν τῷ ὁμοίῳ τρέφεσθαι λέγουσι τὰ τρεφόμενα, οἱ δὲ τῷ ἐναντίῳ, ἑκατέρᾳ δόξῃ διὰ βραχέων προσέθηκε τὰ κατασκευαστικά, τῇ μὲν τῷ ὁμοίῳ τρέφεσθαι ἀξιούσῃ εἰπὼν καθάπερ καὶ αὐξάνεσθαι·1 εἰ γὰρ τῷ αὐτῷ τρεφόμεθά τε καὶ αὐξόμεθα, αὐξόμεθα δὲ τῷ ὁμοίῳ (σαρκὸς γὰρ προσθέσει ἡ σὰρξ αὔξεται) καὶ τρεφόμεθα οὖν τῷ ὁμοίῳ· τῇ δὲ τῷ ἐναντίῳ τρέφεσθαι ἀξιούσῃ εἰπὼν ὅτι τὸ ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου. τὸ γὰρ πάσχον ὑπὸ τοῦ ἐναντίου πάσχει, καὶ τὸ τὴν τροφὴν μεταβάλλειν καὶ πέττεσθαι πάσχειν τί ἐστι· πᾶσα δὲ μεταβολή, καὶ ἡ ἐκ τοῦ μεταξύ, ἐξ ἐναντίου2 πως καθὸ γίνεται, μετέχει τοῦ ἐναντίου, καὶ οὐ γίνεται ἡ μεταβολὴ ἐξ αὐτοῦ καὶ εἰς αὐτό. ἀντικείμενον δὲ ἐνταῦθα τὸ ἐναντίον λαμβάνει, καὶ οὐ πᾶν ἁπλῶς ἀντικείμενον. καὶ δῆλον ἐξ ὧν προσέθηκε καὶ τὸ μεταξύ· τῶν γὰρ ἐναντίων μεταξύ τί ἐστι καὶ οὐχ ἁπλῶς πάντων τῶν ἀντικειμένων.

“然而这包含着困难;因为有人说同类受同类滋养,正如受其促进生长一样。” 在说过“滋养物似乎是对立者之于对立者”之后,他现在说关于滋养物的讨论包含着困难;因为有人说同类受同类滋养,另一些人则说对立者受对立者滋养。关于这些事情,他在《论生成和消灭》中也讲过,现在也同样讲;因为关于滋养物的讨论对于将要探讨滋养能力的人而言是必需的。他在说过这包含着困难——因为有人说受滋养者受同类滋养,另一些人则说受对立者滋养——之后,简要地为每一种观点附上了确立性的论据:对于主张受同类滋养的观点,他通过说“正如受其促进生长一样”[来附上论据];因为如果我们既受同一事物滋养又受其促进生长,而我们是受同类促进生长的(因为肌肉通过肌肉的增添而生长),那么我们也就是受同类滋养的;而对于主张受对立者滋养的观点,他则通过说同类不被同类作用[来附上论据]。因为受作用者是被对立者所作用,而滋养物的转变和消化乃是受到某种作用;一切变化,即便是来自中间者的变化,以某种方式从对立者产生时,也都分有着对立者,变化并不会从自身产生且进入自身。在这里,他将对立物理解为相反者,而非单单一切对立物。这从他进一步补充了中间者也显而易见;因为中间者属于相反者,而非单单属于一切对立物。

§2.83

"Ἔτι πάσχει τι ἡ τροφὴ ὑπὸ τοῦ τρεφομένου, ἀλλ’ οὐ τοῦτο ὑπὸ τῆς τροφῆς." Εἰπὼν ὅτι τὸ τρέφειν καὶ τρέφεσθαι πάσχοντός τινος καὶ ποιοῦντος γίνεται (“ὡς ἀπαθοῦς ὄντος, φησί, τοῦ ὁμοίου ὑπὸ τοῦ ὁμοίου”, διὰ τούτου δεικνὺς ὡς δέον ποιεῖν τε καὶ πάσχειν τὸ τρέφον καὶ τὸ τρεφόμενον) εἶτα εἰπὼν τὴν τροφὴν μεταβάλλειν, νῦν δείκνυσιν ὅτι ἡ μὲν τροφή ἐστιν ἡ πάσχουσα καὶ ἀλλοιουμένη, ποιητικὸν δὲ καὶ ἀπαθὲς τὸ τρεφόμενον. εἰ γὰρ τὸ τρεφόμενον τὸ αὐτὸ μένον κατὰ εἶδος τρέφεται, ἡ δὲ τροφὴ οὐχ ἡ αὐτὴ μένει, αὕτη ἄρα ἐστὶν ἡ μεταβάλλουσα. παραδείγματι δὲ χρησάμενος τῷ τέκτονι καὶ δείξας ὅτι ὑπὸ τοῦ τεχνίτου καὶ τοῦ εἴδους ἡ ὕλη πάσχει, ἀλλ’ οὐκ ἀνάπαλιν ὁ τεχνίτης ὑπὸ τῆς ὕλης, ἐπεὶ δοκεῖ ὁ τεχνίτης ἐν τῷ τὴν ὕλην ἐργάζεσθαι μεταβάλλειν, τίς ἡ τούτου μεταβολὴ λέγει·3 εἰς ἐνέργειαν γὰρ ἐξ ἀργίας, φησίν, οὗτος μεταβάλλει, ἀλλ’ οὐ κατὰ πάθος (οὐ γὰρ πάσχει τι οὐδὲ ἀλλοιοῦται), ἐνδεικνύμενος ὅτι τοιαύτη τις καὶ ἡ τῆς θρεπτικῆς δυνάμεως μεταβολὴ ἐν τῷ τρέφειν, οὐκ ἀλλοίωσις, ἀλλὰ τελειότης· τελειότης γὰρ ἡ ἐνέργεια τῆς δυνάμεως. ἡ δὲ τοιαύτη μεταβολὴ οὐ κίνησις, ἀλλὰ γένεσις μᾶλλον τῆς τελειότητος, ὡς ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει.

“此外,滋养物受到受滋养者的某种作用,而受滋养者却不受滋养者的作用。” 在说过滋养与受滋养是通过一者受作用而另一者施作用而发生之后(“因为同类不被同类作用”,他说,由此表明滋养者与受滋养者必须施作用与受作用),接着在说过滋养物发生转变之后,他现在表明滋养物才是受作用和发生变质之物,而受滋养者则是能动的且不受作用的。因为如果受滋养者在形式上保持同一而受到滋养,而滋养物并不保持同一,那么发生转变的正是这后者。他在以木匠为例并表明质料是受工匠和形式的作用、而不是工匠反过来受质料的作用之后,由于工匠在加工质料时似乎也发生转变,他便说明后者的转变是何种性质的:因为他说,这位工匠是从闲置转变为现实活动,而非依照受动(因为他完全没有受到某种作用,也没有发生变质),这指明滋养能力在滋养时的转变也是此类性质,不是变质,而是完满;因为潜能的现实活动乃是完满。而这种转变并不是运动,正如他在《物理学》中所表明的,宁可说是完满性的生成。

语法注3 条
  1. 2.82τῇ μὲν τῷ ὁμοίῳ τρέφεσθαι ἀξιούσῃ εἰπὼν καθάπερ καὶ αὐξάνεσθαι

    与格分词短语 τῇ μὲν ... ἀξιούσῃ 与前文的 ἑκατέρᾳ δόξῃ 同格,与修饰主语亚里士多德的分词 εἰπών 结合,构成“通过对主张……的观点说……[以此提供论据]”的结构。直接引语 καθάπερ καὶ αὐξάνεσθαι 作 εἰπών 的内容宾语。

  2. 2.82πᾶσα δὲ μεταβολή, καὶ ἡ ἐκ τοῦ μεταξύ, ἐξ ἐναντίου πως καθὸ γίνεται, μετέχει τοῦ ἐναντίου

    主句的主干为 πᾶσα δὲ μεταβολὴ ... μετέχει τοῦ ἐναντίου。插入成分 ἐξ ἐναντίου πως καθὸ γίνεται 中,καθό 为表示“在……的限度内/在……方面”的连词性副词,作为限定变化起点的从属短语,意为“在以某种方式从对立者产生这一方面”。

  3. 2.83παραδείγματι δὲ χρησάμενος τῷ τέκτονι καὶ δείξας ὅτι ὑπὸ τοῦ τεχνίτου καὶ τοῦ εἴδους ἡ ὕλη πάσχει, ἀλλ’ οὐκ ἀνάπαλιν ὁ τεχνίτης ὑπὸ τῆς ὕλης, ἐπεὶ δοκεῖ ὁ τεχνίτης ἐν τῷ τὴν ὕλην ἐργάζεσθαι μεταβάλλειν, τίς ἡ τούτου μεταβολὴ λέγει

    长距离倒装句。主句的核心为句末的动词 λέγει,其宾语为前置的间接疑问从句 τίς ἡ τούτου μεταβολή [ἐστι]。在此之前前置了两个分词短语(χρησάμενος 和 δείξας)以及一个原因从句(ἐπεὶ δοκεῖ ...),构成了层层嵌套的前置修饰结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:283.1-284.5