← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§281.26-282.32

对立者相互滋养中形式与质料的非对称性

斐洛波诺斯注解了416a25的引文,以水火的相互转变为例,从日常用语习惯、形式与质料的非对称性以及能动加工的角度,解释了为何即使在相互转变并引起增大的对立者之间,也只有更为形式性的一方才被说成是由另一方滋养的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.81

" Φαίνεται δὲ οὐδ’ ἐκεῖνα τὸν αὐτὸν τρόπον ἀλλήλοις εἶναι τροφή." Ἐπειδὴ εἶπεν ταῦτα τῶν ἐναντίων τροφὴν εἶναι ἀλλήλων, ἅπερ μὴ μόνον ἐξ ἀλλήλων γίνεται, ἀλλὰ καὶ αὔξει ἄλληλα, διὰ τοῦτο προσέθηκεν ὅτι οὐ πάντα τὰ τοιαῦτα τροφὴ εἶναι ἀλλήλων λέγονται, καὶ δείκνυσι τοῦτο διὰ παραδείγματος ὅτι μὴ πᾶν τὸ αὖξον κατὰ τὸ ποσὸν τροφή ἐστι τῷ ἐναντίῳ, ἀλλὰ τὸ μὲν εἰδικώτερον τῶν ἐναντίων αὐξόμενον ὑπὸ τῆς τοῦ ὑλικωτέρου τε καὶ ἐναντίου αὐτῷ εἰς αὐτὸ μεταβολῆς τρέφεσθαι λέγεται,1 οὐκέτι δὲ τὸ ὑλικώτερον ἀπὸ τοῦ εἰδικωτέρου. οὕτω γὰρ ἔχει πρὸς ἄλληλα τὸ πῦρ καὶ τὸ ὕδωρ· τούτων γοῦν εἰς ἄλληλα μεταβαλλόντων τὸ μὲν ὕδωρ, φησί, τῷ πυρί ἐστι τροφή, τὸ δὲ πῦρ τῷ ὕδατι οὐκέτι· οὐδεὶς γὰρ ἄν εἴποι ὅτι τρέφεται τὸ ὕδωρ ὑπὸ τοῦ πυρός, τὸ δὲ πῦρ τρέφεσθαι λέγεται. ‘τοὺς ἅμα γάρ σοι πάντας’, 〈φησὶν〉 ὁ ποιητής, ‘πῦρ ἐσθίει’. ὅθεν καὶ ζητήσειεν ἄν τις, εἰ ὁμοίως ὥσπερ 〈ἡ〉 τοῦ ὕδατος εἰς τὸ πῦρ μεταβολὴ γένεσις μόνον ἐστὶ καὶ οὐκ αὔξησις, οὕτω δὲ καὶ † ἐπὶ τοῦ πυρὸς τὸ ὕδωρ, ὡς δέδεικται ἐν τῇ Περὶ γενέσεως, διὰ τί τὸ μὲν ὕδωρ οὐ λέγεται τῷ πυρὶ τρέφεσθαι, τὸ δὲ πῦρ τῷ ὕδατι.2 ὅτι γὰρ ὕδατι τρέφεται τὸ πῦρ, δῆλον· ὑγρῷ γὰρ τρέφεται. τὸ γὰρ ἔλαιον ὕδωρ ἐστὶ πεπονθός τι καὶ ὁ κηρὸς καὶ τὰ τοιαῦτα· καὶ τὰ ξύλα δὲ καὶ τὰ ὅμοια τῷ μετέχειν ὑγρότητος οὕτως ὕλη πυρὸς γίνεται, ὅθεν τὰ πάντῃ κατεξηραμμένα ξύλα οἷον τὰ σεσηπότα ἢ ἡ τέφρα οὐδὲ καίεσθαι δύναται, διὰ τὸ πάντῃ ἀμοιρεῖν ὑγρότητος. λέγομεν οὖν πρῶτον ὅτι καὶ τῇ συνηθείᾳ ἠκολούθησεν ὁ φιλόσοφος. λέγομεν γὰρ τροφὴν εἶναι τὸ ἔλαιον τῷ πυρί, τοῦτο δὲ οὐδέν ἐστιν ἄλλο ἢ τὸ ὕδωρ τροφὴν λέγειν τῷ πυρί· τὸ γὰρ ἔλαιον, ὡς ἐν τῷ τετάρτῳ τῶν Μετεώρων δέδεικται, ἐξ ὕδατός ἐστι καὶ ἀέρος, ἅπερ ἄμφω ὑγρὰ τὴν φύσιν. ἔπειτα δέδεικται ἐν τῇ Περὶ γενέσεως ὅτι τὸ αὐξόμενον τὸ εἶδός ἐστιν, οὐχ ἡ ὕλη· δεῖ γὰρ τὸ αὐξόμενον ἓν εἶναι τῷ ἀριθμῷ· ἡ δὲ ὕλη ἀπόρρυτος οὖσα καὶ ἐπίρρυτος οὐχ ἡ αὐτή ἐστιν ἐν τῷ αὐξομένῳ, τὸ δὲ εἶδος τὸ αὐτό. εἰδικώτερον δὲ ὡς ἐν στοιχείοις τὸ πῦρ, τὸ δὲ ὕδωρ ὑλικώτερον, ὡς ἐν ἐκείνοις ἔδειξεν. τὸ γὰρ εἶδος δραστικώτερον καὶ ἀσώματον καὶ περιεκτικόν, εἴ γε πάσχει μὲν ἡ ὕλη, ποιεῖ δὲ τὸ εἶδος, καὶ ἡ μὲν σκεδαστή, περιέχεται δὲ καὶ ὁρίζεται ὑπὸ τοῦ εἴδους. ὁρῶνται δὲ ταῦτα ἐπὶ τοῦ πυρός· καὶ γὰρ δραστικώτατον τῶν ἄλλων στοιχείων ἐστὶ καὶ λεπτομερέστατον καὶ περιεκτικώτατον· περιέχει γὰρ ἡ τοῦ πυρὸς σφαῖρα τὰ λοιπὰ στοιχεῖα. καὶ καθόλου δὲ τοῖς ἐναντίοις τὸ κρεῖττον τῶν ἐναντίων εἴδους λόγον ἐπέχει, ᾗ φησι (διὸ καὶ τὴν ἐπὶ τοῦτο μεταβολὴν γένεσίν φησι), τὸ δὲ χεῖρον ὕλης· διὸ φθορὰν καλεῖ τὴν ἐπὶ τοῦτο μεταβολήν. ἄλλως τε τὸ τρεφόμενον δι’ αὑτοῦ κατεργαζόμενον τὴν τροφὴν εἰς ἑαυτὸ μεταβάλλει· δοκεῖ δὲ τοῦτο ποιεῖν καὶ τὸ πῦρ ἐπιχεομένου τοῦ ἐλαίου καὶ τῶν ξύλων ὑποτιθεμένων· ἡ μέντοι μεταβολὴ τοῦ πυρὸς εἰς τὸ ὕδωρ οὐχ οὕτω γίνεται. διὰ δὲ τοῦ εἰπεῖν ἐν μὲν οὖν τοῖς ἄλλοις σώμασι καὶ ὡς τοῖς πολλοῖς δοκεῖ τοῦτο ἐδήλωσεν· ἡ γὰρ κυρίως τροφὴ ἐπὶ τῶν ἐμψύχων σωμάτων, ταῦτα δὲ σύνθετα, ἅπερ καὶ τρέφεται.

“然而那些事物似乎也并非以相同的方式彼此作为滋养物。” 由于他说过,诸对立者中凡不仅相互生成而且相互促进生长的那些才是彼此的滋养物,因此他补充说,并非所有这类事物都被称为彼此的滋养物;并且他通过一个例子表明了这一点:并非凡在数量上引起生长的东西对于对立者而言都是滋养物,而是在诸对立者中更为形式性的那一个,在因更为质料性且与其对立之物转变为自身而获得生长时,才被称为受到滋养,更为质料性的那一个则不再被更为形式性的所滋养。因为火与水彼此之间的关系正是如此;至少在它们相互转变时,他说,水对于火而言是滋养物,火对于水而言则不再是;因为没有人会说水受到火的滋养,火却被称为受到滋养。“因为与你一起的所有这些人”,诗人说,“火都在吞噬”。由此人们也许会追问:如果正如水向火的转变仅仅是生成而非生长一样,火向水的转变也是如此(正如在《论生成和消灭》中所表明的那样),那么究竟为什么水不被称为被火滋养,火却被称为被水滋养呢?因为火受水滋养是显而易见的;因为它是受湿润者滋养的。因为油是受到某种变化的水,蜂蜡及此类事物亦然;木料和类似之物也因分有湿性而以此方式成为火的质料,由此完全干燥的木料(如腐朽的木料)或灰烬甚至无法燃烧,因为完全不具有湿性。因此我们首先说明,哲学家在此也遵从了日常的习惯用法。因为我们常说油是火的滋养物,而这无异于说水是火的滋养物;因为正如在《气象学》第四卷中所表明的,油是由水和气构成的,而两者在本质上都是湿的。其次,在《论生成和消灭》中已经表明,生长的乃是形式而非质料;因为生长之物必须在数量上为一,而质料处于流出与流入之中,在生长之物中并非同一,形式才是同一的。而在诸元素中火更为形式性,水更为质料性,正如他在那些著作中所指出的。因为形式更具能动性、是非物体的且具有包容性——如果质料确实是受作用的而形式是施作用的,且质料是涣散的而形式将其包容并限定的话。而这些在火身上都可以观察到;因为它是其他元素中最具能动性的、最精微的且最具包容性的;因为火之天球包容着其余诸元素。而且总的来说,在诸对立者中,对立者中较为优越者占据形式的地位,正如他所言(因此他也把朝向它的转变称为生成),较为低劣者则占据质料的地位(因此他把朝向它的转变称为消灭)。此外,受滋养者凭借自身加工滋养物并将其转变为自身;而在注入油或置入木料时,火似乎也在做着这件事情;然而火向水的转变却并非以这种方式发生。通过说“那么在其他物体中”,他也指明了这一点在大众看来是如此;因为严格意义上的滋养存在于有灵魂的物体中,而这些是复合体,它们才是真正受滋养的。

语法注2 条
  1. 2.81τὸ μὲν εἰδικώτερον τῶν ἐναντίων αὐξόμενον ὑπὸ τῆς τοῦ ὑλικωτέρου τε καὶ ἐναντίου αὐτῷ εἰς αὐτὸ μεταβολῆς τρέφεσθαι λέγεται

    分词 αὐξόμενον 修饰主语 τὸ εἰδικώτερον,介词短语 ὑπὸ τῆς ... μεταβολῆς 直接修饰 αὐξόμενον,并在意义上延伸至 τρέφεσθαι。随后的对照句 οὐκέτι δὲ τὸ ὑλικώτερον ἀπὸ τοῦ εἰδικωτέρου 中省略了主导动词与不定式 τρέφεσθαι λέγεται。

  2. 2.81ὅθεν καὶ ζητήσειεν ἄν τις, εἰ ὁμοίως ὥσπερ 〈ἡ〉 τοῦ ὕδατος εἰς τὸ πῦρ μεταβολὴ γένεσις μόνον ἐστὶ καὶ οὐκ αὔξησις, οὕτω δὲ καὶ ἐπὶ τοῦ πυρὸς τὸ ὕδωρ, ὡς δέδεικται ἐν τῇ Περὶ γενέσεως, διὰ τί τὸ μὲν ὕδωρ οὐ λέγεται τῷ πυρὶ τρέφεσθαι, τὸ δὲ πῦρ τῷ ὕδατι.

    由 διὰ τί 引导的间接疑问句充当主动词 ζητήσειεν ἄν 的宾语,前面嵌入了由 εἰ(ὁμοίως ὥσπερ ... οὕτω δὲ καί)引导的假定前提分句。εἰ 与 διὰ τί 相互呼应,构成了“如果……那么为什么……”的疑问框架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:281.26-282.32