← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§280.1-281.25

关于对立者与相似者滋养说的调和

针对亚里士多德在《论灵魂》卷二第四章(416a21)中关于滋养物是对立者的论断,菲洛波庞通过未消化与已消化(潜能与现实)的区别调停了前人关于“相似者相养”与“对立者相养”的对立观点,并进一步阐明真正的滋养不仅涉及质的对立转变,还必须伴随量的增长并由灵魂完成同化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.80

" Δοκεῖ δὲ εἶναι ἡ τροφὴ τὸ ἐναντίον τῷ ἐναντίῳ, οὐ πᾶν δὲ παντί, ἀλλ’ ὅσα τῶν ἐναντίων μὴ μόνον γένεσιν ἐξ ἀλλήλων ἔχουσιν ἀλλὰ καὶ αὔξησιν." Διαπεφώνηται ὁ περὶ τροφῆς λόγος. οἱ μὲν γάρ φασιν ὅτι ὁμοία ἐστὶν ἡ τροφὴ τῷ τρεφομένῳ· τρέφεσθαι γὰρ τὸ ὅμοιον τῷ ὁμοίῳ· εἰ γὰρ προστεθεῖσα ἡ τροφὴ τῷ τρεφομένῳ αὔξει αὐτό, αὐξητικὸν δὲ τοῦ ὁμοίου τὸ ὅμοιον, οὐ τὸ ἐναντίον (τοῦτο γὰρ καὶ φθαρτικὸν τοῦ ἐναντίου), οὐκ ἔστιν ὑπὸ τοῦ ἐναντίου τρέφεσθαι τὸ τρεφόμενον, ἀλλ’ ὑπὸ τοῦ ὁμοίου. ἕτεροι δέ φασιν ὅτι τῷ ἐναντίῳ τρέφεται τὸ τρεφόμενον· εἰ γὰρ πάσχει ἡ τροφὴ ὑπὸ τοῦ τρεφομένου καὶ μεταβάλλει εἰς αὐτό, οὐ πάσχει δὲ τὸ ὅμοιον ὑπὸ ὁμοίου, ἀλλ’ ὑπὸ τοῦ ἐναντίου τὸ ἐναντίον πάσχει καὶ μεταβάλλει τὸ ἐναντίον εἰς τὸ ἐναντίον, ἐναντίον ἄρα ἡ τροφὴ τῷ τρεφομένῳ. οὗτοι μὲν οὖν οἱ φερόμενοι περὶ τροφῆς λόγοι, ἐναντίοι δοκοῦντες εἶναι, εὔλογον μέντοι αἰτίαν ἑκάτερος ἔχων. τούτοις οὖν τοῖς λόγοις διαιτῶν Ἀριστοτέλης φησὶν ὅτι δοκοῦσιν εἶναι ἐναντίοι κατὰ ἀλήθειαν οὐκ ὄντες·1 ἑκάτερος γὰρ αὐτῶν πρὸς μέρος τι ἀπέβλεψε καὶ πρὸς τοῦτο ἀληθῆ λέγει. ἡ γὰρ τροφὴ δυνάμει μέν ἐστιν ὁμοία τῷ τρεφομένῳ, ἐνεργείᾳ δ’ ἐναντία. ὁ γὰρ ἄρτος καὶ τὰ ὄψα ἀκατέργαστα μὲν ὄντα καὶ ἄπεπτα ἐναντία πώς ἐστι τῷ τρεφομένῳ· ὁπηνίκα δὲ μεταβληθῇ καὶ ἀλλοιωθῇ, τότε ὅμοια γίνεται. μεταβάλλει δ’ οὐ τὸ ὅμοιον εἰς τὸ ὅμοιον οὐδὲ τὸ τυχὸν εἰς τὸ τυχόν, ἀλλὰ τὸ ἐναντίον εἰς τὸ ἐναντίον· οὐ γὰρ τὸ λευκὸν εἰς τὸ θερμὸν μεταβάλλει, ἀλλὰ τὸ ψυχρὸν εἰς τὸ θερμόν. κἄν γοῦν τὸ φαιὸν εἰς λευκὸν μεταβάλλῃ, οὐχ ᾗ μετέχει λευκοῦ, ἀλλ’ ᾗ μετέχει μέλανος μεταβάλλει. ὥστε εἰ μεταβάλλει ἡ τροφή, δῆλον ὅτι εἰς τὸ ἐναντίον μεταβάλλει. διττῆς οὖν οὔσης τῆς τροφῆς, τῆς μὲν ἀπέπτου τῆς δὲ πεπεμμένης, ἡ μὲν ἄπεπτος ἐναντία ἐστὶ τῷ τρεφομένῳ, ἡ δὲ πεπεμμένη καὶ μεταβάλλουσα ἤδη ὁμοία. εἰπὼν δὲ ὅτι δοκεῖ ἡ τροφὴ τὸ ἐναντίον εἶναι τῷ ἐναντίῳ, ἐπήγαγεν ὅτι οὐ πᾶν ἐναντίον παντὶ ἐναντίῳ τροφή ἐστιν, ἀλλ’ ὅσα πρὸς τῷ μεταβάλλειν εἰς τὸ ἐναντίον αὔξει2 † τὸ μεταβαλλόμενον· πολλὰ γάρ, φησί, τῶν ἐναντίων εἰς ἄλληλα μεταβάλλει, οἷον ὑγίεια καὶ νόσος, λευκὸν καὶ μέλαν, ἀλλὰ ταῦτα οὐδὲν τῷ ποσῷ μεταβάλλοντα προστίθησι· διὸ οὐκ εἰσιν ἀλλήλων τροφή, οὐδὲ τρέφεται τὸ λευκὸν τῷ μέλανι, ὅταν μεταβάλλῃ τὸ μέλαν εἰς τὸ λευκόν, οὐδὲ ἡ ὑγίεια τῇ νόσῳ. οὐχ ἁπλῶς δὲ τοῦτο λέγει ὅτι τὰ μεταβάλλοντα εἰς ἄλληλα ἐναντία καὶ τῷ ποσῷ προστιθέντα ταῦτα τρέφεται ὑπ’ ἀλλήλων3 (οὐ γὰρ ἀληθὲς τοῦτο, ὡς καὶ αὐτὸς ἐρεῖ), ἀλλ’ ὅτι τὰ τρέφοντα τῶν ἐναντίων τῷ ποσῷ προστίθησιν· ὅταν γὰρ ὑπὸ ψυχῆς τὰ τοιαῦτα τῶν ἐναντίων μεταβάλλωνται, λέγω δὴ ὅσα καὶ τῷ ποσῷ τοῦ εἰς ὃ μεταβάλλει προστίθησι, τότε γίνεται τροφή. τὰ γοῦν ἁπλᾶ σώματα αὔξεται μὲν μεταβάλλοντα εἰς ἄλληλα, οὐ τρέφεται δὲ ὑπ’ ἀλλήλων, μᾶλλον δὲ οὐδὲ κυρίως ἡ αὔξησις ἐπὶ τούτων λέγεται, ἀλλὰ πρόσθεσις, ὡς ἐν τῷ Περὶ γενέσεως ἔδειξεν. ὅτι δὲ ἡ πρώτη τροφὴ καὶ ἄπεπτος ἐναντία ἐστὶ τῷ τρεφομένῳ, δῆλον ἐντεῦθεν· εἰ γὰρ πάσχει ὑπὸ τοῦ τρεφομένου καὶ μεταβάλλει εἰς τὴν ἐκείνου οὐσίαν, οὐ τὸ τυχὸν δ’ ὑπὸ τοῦ τυχόντος πάσχει, οὐδὲ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος μεταβάλλει, ἀλλὰ τὸ ἐναντίον εἰς τὸ ἐναντίον, δῆλον ὅτι πάσχουσα ἡ τροφὴ ὑπὸ τοῦ τρεφομένου, ἵνα εἰς τὴν ἐκείνου οὐσίαν μεταβάλλῃ, ἐναντία ἔσται τῷ τρεφομένῳ. ἄλλως τε ἐπειδὴ συνεστήκαμεν ἐκ ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ, δῆλον ὅτι εἰς τὰς συστοίχους ποιότητας τῷ τρεφομένῳ καὶ ἡ τροφὴ μεταβληθήσεται· ἡ οὖν θερμοτέρα οὖσα ἐπὶ τὸ ψυχρότερον διὰ τῆς πέψεως μεταβληθήσεται, ἢ ψυχροτέρα ἐπὶ τὸ θερμότερον, ἢ ξηροτέρα ἐπὶ τὸ ὑγρότερον, ἢ ὑγροτέρα ἐπὶ τὸ ξηρότερον. ὅθεν καὶ τῇ πλεονεκτούσῃ ἐν τῷ σώματι ποιότητι τὴν ἐναντίαν τροφὴν προσάγομεν, ξηροτέρου μὲν ὄντος τοῦ σώματος ὑγροτέραν προσφέροντες, θερμοτέρου δὲ ψυχροτέραν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως· δῆλον γὰρ ὅτι δεῖται καὶ ὕλης ἐπιτηδείας ἡ θρεπτικὴ δύναμις τῆς πεφυκυίας ῥᾳδίως εἰς τὴν τοῦ τρεφομένου οὐσίαν μεταβάλλεσθαι. ἐπειδὰν δὲ ἤδη πάθῃ ἡ τροφὴ καὶ ἐξομοιωθῇ τῷ τρεφομένῳ, οὐκέτι ἐστὶν ἐναντία ἀλλ’ ὁμοία· αὕτη δ’ ἐστὶν ἡ ἐσχάτη καὶ ἐν ἑκάστῳ λοιπὸν ἐξομοιωθεῖσα μορίῳ, καὶ προσκριθῆναι μέλλει.

“然而滋养物似乎是对立者之于对立者,但并非所有对立者之于所有对立者,而是诸对立者中凡不仅相互生成而且具有生长的那些。” 关于滋养物的论述存在分歧。因为一部分人声称滋养物与受滋养者是相似的;因为相似者受相似者滋养;因为如果加到受滋养者身上的滋养物使其生长,而促使相似者生长的乃是相似者而非对立者(因为对立者反倒是对立者的毁灭者),那么受滋养者就不可能被对立者滋养,而是被相似者滋养。另一些人则声称受滋养者被对立者滋养;因为如果滋养物受到受滋养者的作用并转变为它,而相似者并不受相似者的作用,反而是对立者受到对立者的作用且对立者转变为对立者,那么滋养物对于受滋养者来说就是对立的。这些便是流传的关于滋养物的论述,看似相互对立,但各自都拥有合理的理据。因此,亚里士多德在调停这些论述时说,它们看似对立,而在事实上并非如此;因为它们各自都着眼于某个部分,并且针对这部分而言所说的是真实的。因为滋养物在潜能上与受滋养者相似,但在现实上是对立的。因为面包与菜肴在未经处理与未消化时,在某种意义上与受滋养者是对立的;然而一旦被转变并质变,那时便成为相似的了。而且不是相似者转变为相似者,也不是任意者转变为任意者,而是对立者转变为对立者;因为白并不转变为热,而是冷转变为热。即使灰色转变为白色,也不是就其分有白色而言转变,而是就其分有黑色而言转变。因此,如果滋养物发生转变,显而易见它是转变为对立者。既然滋养物有双重,一种是未消化的,另一种是已消化的,那么未消化的对于受滋养者来说是对立的,而已消化且正在转变的则已经是相似的了。在说明了滋养物似乎是对立者之于对立者之后,他又接着指出,并非所有对立者对于所有对立者而言都是滋养物,而是凡在转变为对立者之外还能使转变之物生长的那些对立者才是;他说,因为许多对立者相互转变,例如健康与疾病、白与黑,但这些在转变时对数量并无增添;因此它们不是彼此的滋养物,在黑转变为白时白并不受黑滋养,健康也不受疾病滋养。然而他并不是简单地说,凡相互转变且对数量有所增添的对立者都会彼此滋养(因为这并不是真实的,正如他自己也会说明的),而是说诸对立者中进行滋养的那些增添了数量;因为一旦这类对立者——我是指凡能够对转变所至之物的数量也有所增添的那些——被灵魂所转变时,那时它们便成为滋养物。至少单纯物体在相互转变时确实增大,但并不彼此滋养;或者不如说,在它们身上严格说来并不称为生长,而是称为增置,正如他在《论生成和消灭》中所表明的那样。至于最原初且未消化的滋养物与受滋养者是对立的,由此也是显而易见的:因为如果它受到受滋养者的作用并转变为后者的实体,而且并非任意者受到任意者的作用,也不是任意者因任意者而转变,而是对立者转变为对立者,那么显而易见,滋养物受到受滋养者的作用以便转变为后者的实体,它对于受滋养者来说将是对立的。此外,既然我们是由冷、热、干、湿构成的,显而易见滋养物也将转变为与受滋养者同类的诸性质;因此,较热的滋养物通过消化将转变为较冷的,或者较冷的转变为较热的,或者较干的转变为较湿的,或者较湿的转变为较干的。由此我们也针对身体中占优势的性质提供对立的滋养物,在身体较干时奉上较湿的,较热时奉上较冷的,在其余情况下亦然;因为显而易见,滋养能力也需要适宜的质料,这种质料天生容易转变为受滋养者的实体。而一旦滋养物已经受到作用并被同化于受滋养者,它便不再是对立的而是相似的了;这便是最终的、已经在每个部分中被同化且将要附着上去的滋养物。

语法注3 条
  1. 2.80τούτοις οὖν τοῖς λόγοις διαιτῶν Ἀριστοτέλης φησὶν ὅτι δοκοῦσιν εἶναι ἐναντίοι κατὰ ἀλήθειαν οὐκ ὄντες

    分词 διαιτῶν(支配与格 τούτοις τοῖς λόγοις,意为“调停/裁决这些论述”)是副词性分词,与主语 Ἀριστοτέλης 一致。随后的分词短语 κατὰ ἀλήθειαν οὐκ ὄντες 与前面的 δοκοῦσιν εἶναι ἐναντίοι(看似对立)形成让步或转折对照,意为“尽管在真相上并非如此”。

  2. 2.80ὅσα πρὸς τῷ μεταβάλλειν εἰς τὸ ἐναντίον αὔξει

    介词短语 πρὸς τῷ μεταβάλλειν 采用 πρός 搭配与格冠词不定词,表示附加(“在转变为对立者之外/附带其上”)。动词 αὔξει 的直接主语是关系代词 ὅσα(对立者中凡……的那些)。

  3. 2.80οὐχ ἁπλῶς δὲ τοῦτο λέγει ὅτι τὰ μεταβάλλοντα εἰς ἄλληλα ἐναντία καὶ τῷ ποσῷ προστιθέντα ταῦτα τρέφεται ὑπ’ ἀλλήλων

    否定词 οὐχ ἁπλῶς(“他并非简单地说”)修饰其后的整个 ὅτι 从句,并与后面的 ἀλλ’ ὅτι...(“并非说……而是说……”)形成对应。指示代词 ταῦτα 复指并强调了前面的分词短语 τὰ μεταβάλλοντα...,充当 τρέφεται 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:280.1-281.25