- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:278.22-279.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注释了亚里士多德关于灵魂植物性能力(滋养、生长、生殖)的同一性及其终极目的(生殖),以及必须先探讨其对象即滋养物的论述(416a18–20),阐明了其中的论证逻辑并补足了原文省略的句式结构。
" Ἐπεὶ δ’ ἡ αὐτὴ δύναμις τῆς ψυχῆς θρεπτική τε καὶ γεννητική, περὶ τροφῆς ἀναγκαῖον διωρίσθαι πρῶτον." Εἰπὼν περὶ τοῦ τέλους τῆς γεννητικῆς δυνάμεως,1 εἶτα ἐφεξῆς δείξας ὡς ἀναγκαῖος τῷ περὶ ψυχῆς ἐρεῖν μέλλοντι ὁ περὶ τῶν ἀντικειμένων ταῖς ψυχικαῖς ἐνεργείαις λόγος, τῷ δεῖξαι τὴν ψυχὴν ἐν τοῖς ἐμψύχοις αἰτίαν οὖσαν τροφῆς τε καὶ αὐξήσεως καὶ ἀλλοιώσεως τῆς τε κατὰ τὰς αἰσθήσεις καὶ τὰς λοιπάς, μεταξὺ δὲ μνησθεὶς τῆς Ἐμπεδοκλέους δόξης οὐ τῇ ψυχῇ ἀνατιθέντος τὴν αὔξησιν, ἀλλὰ τοῖς ὑλικοῖς αἰτίοις, καὶ ὅλως ἐλέγξας τοὺς οἰομένους αἰτίαν εἶναι τὴν πυρίαν οὐσίαν τῆς ἐν τοῖς ἐμψύχοις αὐξήσεως, λοιπὸν ἐνταῦθα περὶ τῶν ἐχομένων ποιεῖται τὸν λόγον, λέγω δὴ περὶ τροφῆς, ἵν’ οὕτω λοιπὸν καὶ περὶ αὐτῶν τῶν δυνάμεων διαλάβῃ. ὡς γὰρ περὶ μιᾶς τῆς φυτικῆς δυνάμεως καὶ ἀνωτέρω τὸν λόγον ἐποιήσατο, ἐν οἷς ἔλεγεν “ἡ γὰρ θρεπτικὴ ψυχὴ καὶ τοῖς ἄλλοις ὑπάρχει πρώτη καὶ κοινοτάτη δύναμίς ἐστι ψυχῆς, καθ’ ἣν ὑπάρχει τὸ ζῆν ἅπασιν· ἧς ἐστιν ἔργα γεννῆσαί τε καὶ τροφῇ χρῆσθαι”, κἀνταῦθα πάλιν ἐπειδὴ ἡ αὐτὴ δύναμίς ἐστι θρεπτική τε καὶ γεννητική, περὶ τροφῆς ἀναγκαῖον διωρίσθαι πρῶτον. ὃ γάρ φησι, τοιοῦτόν ἐστιν· ἐπειδὴ μία τίς ἐστι καὶ ἡ αὐτὴ δύναμις ἡ φυτική, ἧς ἐστιν ἔργα γεννῆσαί τε καὶ τροφῇ χρῆσθαι (διὰ τῶν ἄκρων καὶ τὸ μέσον περιλαμβάνων τὸ αὔξειν καὶ εἰς τὸ τέλειον μέτρον ἄγειν τὰ αὐξόμενα), εἴπομεν δέ, φησί, περὶ τοῦ τέλους τῆς γεννητικῆς ἐνεργείας, ἀναγκαῖον καὶ περὶ τοῦ ἀντικειμένου τῇ θρεπτικῇ ἐνεργείᾳ εἰπεῖν, λέγω δὴ τῆς τροφῆς, ἵν’ οὕτω λοιπὸν καὶ τὸν περὶ τῆς δυνάμεως αὐτῆς ποιησώμεθα λόγον. μίαν δὲ δύναμίν φησι θρεπτικήν τε καὶ αὐξητικὴν καὶ γεννητικὴν οὐχ ἁπλῶς, ὅτι ἡ φυτικὴ κοινὴ τούτων κατηγορεῖται, ἀλλ’ ὅτι ἓν τέλος ἐστὶ πασῶν τούτων τῶν ἐνεργειῶν, τοῦτο δέ ἐστι τὸ γεννῆσαι ἕτερον οἷον αὐτὸ διὰ τὴν ἔφεσιν τῆς ἀιδιότητος, πάντα δέ, φησί, ἀπὸ τοῦ τέλους τοῦ σκοπιμωτάτου προσαγορεύειν δίκαιον· ὥστε ἐπεὶ τέλος πάσῃ τῇ φυτικῇ δυνάμει τὸ γεννῆσαι ἕτερον οἷον αὐτό, γεννητικὴν τὴν πᾶσαν καλεῖν δίκαιον. θρεπτικὴ γὰρ καὶ αὐξητικὴ εἰς ὑπηρεσίαν ταύτης γεγόνασιν· ἐπεὶ γὰρ ἀδύνατόν ἐστι τὰ ἔμψυχα γεννᾶν μὴ εἰς τὸ ὡρισμένον καὶ κατὰ φύσιν μέτρον ἐλθόντα, διὰ τοῦτο χρεία τῆς αὐξητικῆς ἐνεργείας τε καὶ δυνάμεως· ἀλλ’ ἐπεὶ πάλιν αὔξεσθαι ἀδύνατον μὴ τρεφόμενα, διὰ τοῦτο χρεία τῆς θρέψεως. ὥστε διὰ μὲν τὴν γέννησιν ἡ αὔξησις, διὰ δὲ τὴν αὔξησιν ἡ τροφή· διὰ τὴν γέννησιν ἄρα ἡ τροφή. ἐπεὶ οὖν ἐκ τοῦ τέλους καλεῖν ἅπαντα δίκαιον, γεννητικὴν πᾶσαν ταύτην κλητέον τὴν δύναμιν. τὴν δὲ θρεπτικὴν τῇ αὐξητικῇ εἰς ταὐτὸν ἄγει δι’ ἣν ἐροῦμεν 〈ἐπ’〉 αὐτῇ τῇ λέξει γενόμενοι αἰτίαν. ὅθεν οὐδὲ ἰδίᾳ τὸν περὶ αὐξήσεως ποιεῖται λόγον, ἀλλὰ συμπεπλεγμένως τῷ περὶ τροφῆς, οὐδὲ ὁρίζεται ἰδίᾳ τὴν αὐξητικὴν δύναμιν. ἐπεὶ δὲ ἡ αὐτὴ δύναμις τῆς ψυχῆς· τῆς φυτικῆς ψυχῆς ἡ αὐτὴ δύναμις θρεπτική ἐστι καὶ γεννητική. ἐλλιπῶς εἴρηται τὸ νόημα κατὰ τὴν φράσιν·2 ἐχρῆν γὰρ οὕτως εἰπεῖν ‘ἐπεὶ δὲ ἡ αὐτὴ δύναμις τῆς ψυχῆς θρεπτικὴ καὶ γεννητική, εἴρηται δὲ περὶ τοῦ τέλους τῆς γεννητικῆς, ἀναγκαῖον καὶ περὶ τοῦ ἀντικειμένου τῆς θρεπτικῆς εἰπεῖν· τὸ δ’ ἀντικείμενον τῇ θρεπτικῇ δυνάμει ἡ τροφή ἐστι· δεῖ πρῶτον περὶ τροφῆς εἰπεῖν’.
“既然灵魂的同一能力既是滋养的又是生殖的,就必须首先规定关于滋养物的事情。” 在论述了生殖能力的目的之后,接着他又表明了对于将要论述灵魂的人而言,论述与灵魂活动相对立的对象是何等必要——这是通过表明灵魂在有魂之物中是滋养、生长以及依感觉和其他方面的质变的原因来表明的——并且在其中他提到了恩培多克勒的观点(后者不将生长归于灵魂,而是归于质料因),并且彻底反驳了那些认为火性实体是有魂之物中生长之原因的人,在此之后,他终于在此就相接续的事情展开论述,我是指关于滋养物的论述,以便由此最终也能对这些能力本身进行探讨。因为正如他此前也是把植物性能力当作单一能力来展开论述的(在那些地方他说:“因为滋养性灵魂也属于其他事物,并且是灵魂最先的、最普遍的能力,凭借它所有事物才具有生命;其功用就是生殖与使用滋养物”),在此他又同样由于同一能力既是滋养的又是生殖的,故而必须首先规定关于滋养物的事情。因为他说,其意思乃是如此:既然植物性能力是单一且同一的,其功用就是生殖与使用滋养物(通过两端也把中间项包括在内,即促使生长并把生长之物引向完全的尺度),并且他说,既然我们已经谈论了生殖活动的目的,那么也就必须谈论与滋养活动相对立的对象,我是指滋养物,以便我们最终也能展开关于该能力本身的论述。而他之所以把滋养能力、生长能力和生殖能力称为单一能力,并非仅仅因为“植物性的”被共同述谓于它们,而是因为所有这些活动的目的乃是一个,即由于对永恒的渴望而生殖另一个与自身相似者;并且他说,根据最具有目的性的终极来称呼所有事物是公道的;因此,既然对于整个植物性能力而言目的是生殖另一个与自身相似者,那么把这整个能力称为生殖能力就是公道的。因为滋养能力与生长能力是为了服务于它而生成的;因为既然有魂之物若未达到规定且依本性的尺度就不可能生殖,因此就需要生长的活动与能力;然而既然若不受滋养又不可能生长,因此就需要滋养。因此,生长是为了生殖,滋养是为了生长;可见,滋养是为了生殖。既然依其目的称呼一切事物是公道的,那么整个这一能力就当被称为生殖能力。至于他把滋养能力归并于生长能力的原因,我们将在具体处理该字句时说明。因此他既不单独就生长展开论述,而是将其与关于滋养物的论述交织在一起,也不单独给生长能力下定义。至于“既然灵魂的同一能力”:是指植物性灵魂的同一能力既是滋养的又是生殖的。这一思想在字面表达上是有所省略的;因为原本应当这样说:“既然灵魂的同一能力既是滋养的又是生殖的,而关于生殖能力的目的已经阐明,那么也就必须论述与滋养能力相对立的对象;而与滋养能力相对立的对象是滋养物;因此必须首先论述滋养物”。
"Ἀφορίζεται γὰρ πρὸς τὰς ἄλλας δυνάμεις τῷ ἔργῳ τούτῳ." Ἡ θρεπτική, φησί, ψυχὴ τῶν ἄλλων ψυχικῶν δυνάμεων χωρίζεται τῷ τρέφειν (ἴδιον γάρ τοῦτο ταύτης), τρέφει δὲ τροφῇ· διὸ περὶ τροφῆς ἀνάγκη πρῶτον εἰπεῖν.
“因为通过这一功用,它与其他能力相区别。” 他说,滋养性灵魂通过滋养(因为这是它所特有的)而与其他灵魂能力相区分,而它是通过滋养物来进行滋养的;因此必须首先论述关于滋养物的事情。
- 2.78Εἰπὼν περὶ τοῦ τέλους τῆς γεννητικῆς δυνάμεως
从句首开始的一连串分词短语(Εἰπὼν..., δείξας..., μνησθείς..., ἐλέγξας...)均为修饰主语(亚里士多德)的状语性分词,导向主句的核心结构“λοιπὸν ἐνταῦθα περὶ τῶν ἐχομένων ποιεῖται τὸν λόγον”(在此他展开了关于后续事物的论述)。其中带冠词与格不定式短语“τῷ δεῖξαι...”表示手段或原因,用以解释前述从句“ὡς ἀναγκαῖος...”何以成立。
- 2.78ἐλλιπῶς εἴρηται τὸ νόημα κατὰ τὴν φράσιν
针对亚里士多德本句句法的评注。注家指出,在原因从句“既然同一能力既是生殖的又是滋养的(Ἐπεὶ δ’...)”与主句结论“必须首先规定关于滋养物的事情(περὶ τροφῆς ἀναγκαῖον...)”之间存在逻辑跳跃,因此按省略句(ellipsis)处理,补足了中间被省略的前提(生殖之目的已论,而能力由对象界定,滋养能力的对象即是滋养物)。
