← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§277.4-278.21

批判将火视为滋养与生长原因的主张

注疏亚里士多德《论灵魂》416a9中批判将火断然视为滋养与生长原因的主张。腓罗庞努斯论证了火只是一种工具性的协同原因且若无理知调控便会导致毁灭,并阐明火无限制的增殖缺乏生长所特有的界限与比例(logos),实质上是生成而非本真的生长。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.77

" Δοκεῖ δέ τισιν ἡ τοῦ πυρὸς φύσις ἁπλῶς αἰτία τῆς τροφῆς καὶ τῆς αὐξήσεως εἶναι." Ἐπειδὴ ἔδειξεν ὅτι αὐξήσεως αἰτία ἡ ψυχή, ἀναιρεῖ τὰ ἄλλα τὰ δοκοῦντά τισιν αὐξήσεως αἴτια εἶναι. Ἐμπεδοκλῆς μὲν οὖν τὴν γῆν καὶ τὸ πῦρ ἐπὶ τῶν φυτῶν ᾐτιᾶτο διὰ τὸ τούτων μὲν ἐναντίας εἶναι τὰς κινήσεις ἐπὶ τὸ ἄνω τε καὶ κάτω, ὁρᾶσθαι δὲ καὶ τὰ φυτὰ ἐπὶ τὰ ἐναντία τὴν αὔξησιν ποιούμενα κατὰ τὰς ῥίζας καὶ κατὰ τοὺς κλάδους. ἕτεροι δὲ τὸ πῦρ ὑπενόησαν μόνον αὐξήσεως αἴτιον εἶναι, πρὸς οὓς ἐνίσταται νῦν. καλῶς δὲ προσέθηκε τὸ ἁπλῶς· κατὰ τοῦτο γὰρ ἡμάρτανον οἱ τὴν αὐξητικὴν δύναμιν ἀνατιθέντες τῷ πυρί, ὅτι ἁπλῶς αὐτὸ αἴτιον αὐξήσεως ἔλεγον· συναίτιον μὲν γὰρ εἶναι τὸ πῦρ ὡς ὄργανον τὸ δι’ οὗ τῆς αὐξήσεως καὶ αὐτῷ δοκεῖ, οὐ μὴν ἁπλῶς αὐξήσεως αἴτιον. ἀλλὰ τοσοῦτον ἐνδεῖν φησι τοῦ ἁπλῶς αὐξήσεως αἴτιον εἶναι, ὅτι καὶ χεῖρον ἢ κατὰ τὰ ὄργανα συναίτιον αὐτό φησιν1 ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. τὰ μὲν γὰρ ὄργανα ῥυθμιζόμενα μὲν ὑπὸ τοῦ λόγου τυγχάνει τοῦ τέλους, ἐώμενα δὲ ὑπὸ τοῦ τεχνίτου βλάβης οὐκ εἰσὶν αἴτια, ἐπεὶ μηδ’ ἐνεργεῖν δύνανται ἄνευ τεχνίτου, τὸ δὲ πῦρ αὐτὸ καθ’ αὑτὸ ἐνεργοῦν φθορᾶς αἴτιον γίνεται· ἑψομένου γὰρ τοῦ σιτίου καὶ τοῦ φαρμάκου εἰ μὴ ὑπὸ τοῦ ἰατρικοῦ ἢ μαγειρικοῦ λόγου κυβερνηθείη τὸ ἕψον πῦρ, φθείρει μᾶλλον καὶ ἐξίστησι τοῦ οἰκείου εἴδους. εἰπὼν δὲ ὅτι ἔδοξέ τισι τὸ πῦρ τροφῆς εἶναι καὶ αὐξήσεως αἴτιον, πόθεν εἰς τὴν τοιαύτην ὑπήχθησαν ἔννοιαν, ἐπήγαγε. μόνον γάρ, φησί, τῶν ἁπλῶν σωμάτων φαίνεται τρεφόμενον καὶ αὐξόμενον· ἐπὶ τούτου γὰρ μόνον ἡ συνήθεια τῷ τῆς τροφῆς κέχρηται ὀνόματι, καὶ διὰ τοῦτο καὶ τῷ τῆς αὐξήσεως· τὸ γὰρ τρεφόμενον τοῦτο καὶ αὔξεται. ἔχομεν τούτου πολλὴν τὴν χρῆσιν ἔν τε τῇ συνηθείᾳ καὶ παρὰ τοῖς ἀρχαίοις· “τοὺς ἅμα σοι πάντας”, φησὶν ὁ ποιητής, “πῦρ ἐσθίει”, καὶ πάλιν ‘παμφάγῳ πυρὶ’ εἴρηται. εἰ τοίνυν τῶν ἁπλῶν τοῦτο μόνον τρέφεταί τε καὶ αὔξεται, τοῦτο ἂν εἴη καὶ ἐν τοῖς συνθέτοις τροφῆς αἴτιον καὶ αὐξήσεως, λέγω δὴ τοῖς ἐμψύχοις. δείξας οὖν ὁ φιλόσοφος ὅτι μὴ ὁμοίως τρέφεταί τε καὶ αὔξεται τὰ ἔμψυχα ὥσπερ τὸ πῦρ, συναποδεδειχὼς ἔσται2 διὰ τούτου ὅτι μηδὲ ἐν τοῖς ἐμψύχοις αἴτιον τροφῆς καὶ αὐξήσεως τὸ πῦρ. ἡ δὲ δεῖξις τοιαύτη· πάντα τὰ φύσει τρεφόμενά τε καὶ αὐξόμενα, τοῦτο δ’ ἐστὶν τὰ ἐν αὑτοῖς τὴν θρεπτικήν τε καὶ αὐξητικὴν δύναμιν ἔχοντα (τὰ γὰρ μὴ οὕτω τρεφόμενά τε καὶ αὐξόμενα οὐ κυρίως λέγεται ταῦτα ἅπερ λέγεται) τὰ τοίνυν φύσει τρεφόμενα καὶ διὰ τοῦτο αὐξόμενα ὅρον ἔχει τῆς αὐξήσεως, καὶ ὥρισται αὐτῶν ἐπὶ τὸ μέτρον ἡ αὔξησις· τοῦ δὲ πυρὸς οὐχ ὥρισται ἡ τροφή τε καὶ ἡ αὔξησις· ἐπ’ ἄπειρον γὰρ αὐξηθήσεται, ἐὰν ὕλη χορηγεῖται. οὐκ ἄρα τὸ πῦρ ὁμοίως τοῖς ἐμψύχοις τρέφεταί τε καὶ αὔξεται. εἰ δὲ μὴ ὁμοίως, οὐκ ἂν οὐδὲ τοῖς ἐμψύχοις αἴτιον εἴη τῆς αὐξήσεως. τοῦ μὲν γὰρ πυρὸς οὐκ ἔστι πέρας οὐδὲ λόγος τῆς αὐξήσεως· τὰ δὲ φύσει αὐξόμενα ἔχουσι πέρας τι καὶ ὡρισμένον λόγον τῆς αὐξήσεως· τὸ δὲ κατὰ λόγον αὔξειν καὶ διωρισμένως ψυχῆς ἂν εἴη καὶ οὐ πυρός. οὕτω μὲν οὖν ἔδειξεν ὅτι οὐ τὸ πῦρ αἴτιον τοῖς ἐμψύχοις τῆς αὐξήσεως. ὅτι δὲ οὐδὲ κυρίως ἐπὶ τοῦ πυρὸς λέγεται τροφή τε καὶ αὔξησις, ἀλλὰ γένεσις, ἔδειξεν ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς. ὑπενοήθη δὲ τοῦτο μόνον τῶν στοιχείων τρέφεσθαί τε καὶ αὔξεσθαι, ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἐναργῶς ὁ πλεονασμὸς πρόσθεσίς ἐστι (προστιθεμένου γὰρ ὕδατος ὕδατι καὶ γῆς γῇ οὕτως γίνεται αὐτῶν ὁ πλεονασμός, τοῦτο δὲ 〈ὅτι〉 οὐκ ἔστι τροφὴ οὐδὲ αὔξησις, προφανές), τὸ δὲ πῦρ πλεονάζει οὐ πυρὸς προστεθέντος, ἀλλ’ ἀνομοειδοῦς ὕλης, οἷον ξύλων ἢ τῶν τοιούτων, καὶ τούτων ὑπὸ τῆς τοῦ πυρὸς δυνάμεως μεταβληθέντων εἰς τὴν αὑτοῦ οὐσίαν οὕτως ὁ πλεονασμὸς τοῦ πυρὸς γίνεται. δοκεῖ δὲ τοιοῦτόν τι καὶ ἡ κυρίως αὔξησις εἶναι· μεταβαλλούσης γὰρ τῆς τροφῆς εἰς τὴν τοῦ σώματος φύσιν οὕτως ἡ αὔξησις τῶν ἐμψύχων γίνεται. ἔδειξε δέ, ὡς εἶπον, ὅτι ἐπὶ τοῦ πυρὸς γινόμενον γένεσίς ἐστι καὶ οὐκ αὔξησις.

“在某些人看来,火的本性断然就是滋养与生长的原因。” 在表明灵魂是生长的原因之后,他排除了在某些人看来是生长原因的其他事物。恩培多克勒在植物的事例中把土和火视为原因,是因为它们的运动相反,即向上与向下,并且也可以看到植物在根和枝条上朝向相反的方向进行生长。但另一些人则认为单单火是生长的原因,他现在正针对这些人提出反驳。他加上“断然”一词是非常恰当的;因为那些把生长能力归诸于火的人正是在这一点上犯了错误,即他们断言火断然就是生长的原因。因为火作为工具性的、借以产生生长的协同原因,这也为他[亚里士多德]所认可,但绝非断然是生长的原因。甚至他说,火远非断然是生长的原因,以至于他在《论生成与消灭》中甚至说它是比工具更低劣的协同原因。因为工具在受到理知规范时能够达到目的,在被工匠搁置时也不会成为损害的原因,因为没有工匠它们甚至无法活动;相反,火若是自行活动,就会成为毁灭的原因。因为当食物和药物被熬煮时,如果熬煮的火没有受到医学或烹饪理知的引导,它反而会造成破坏,并使其偏离其本有的形式。在说明了某些人认为火是滋养与生长的原因之后,他又补充说明了他们是从何种依据被引向这种观念的。因为他说,在单纯物体中,唯独火显得在受滋养且在生长;因为唯独在它身上,习惯用语采用了“滋养”这一名称,并因此也采用了“生长”这一名称;因为那受滋养的事物,它也在生长。我们在日常习惯用语中和古人那里都有很多这样的用法:诗人说“火连同你一起将他们全部吞噬”,又有人称之为“吞噬一切的火”。因此,若在单纯物体中唯独这一个在受滋养和生长,那么在复合之物中,我是指在有魂之物中,这也应当是滋养与生长的原因。于是,哲学家若表明有魂之物并不像火那样受滋养和生长,借此他就将同时证明了,在有魂之物中火也不是滋养与生长的原因。其证明如下:凡依本性受滋养和生长的事物,亦即自身内部具有滋养和生长能力的事物(因为并非依此方式受滋养和生长的事物,并非在本真意义上被称为其所被称为的事物),这些依本性受滋养并因此而生长的事物,都有生长的限度,它们的生长已被限定在一定的尺度之内;但火的滋养与生长却没有限定;因为只要供应材料,它就会无限地生长。因此,火并不是以与有魂之物相同的方式受滋养和生长的。若非以相同方式,它对于有魂之物而言也不会是生长的原因。因为对于火而言,生长既没有界限也没有比例,而依本性生长的事物则具有生长的某种界限和确定的比例;依比例且确定地促使生长,这应当属于灵魂,而不属于火。于是,他以此方式表明了火并非有魂之物生长的原因。至于滋养和生长在火的事例中甚至根本不是在本真意义上被谈论,而实际上谈论的是生成,这他在《论生成与消灭》中已经指出。而在各种元素中唯独火被认为在受滋养和生长,是因为在其他元素中,增加显然只是添加(因为当水被加于水、土被加于土时,它们的增加就是如此产生的,而显然这不是滋养,也不是生长),然而火的增加并不是通过添加火,而是通过添加非同类的材料(例如木材或类似之物),并且这些材料借由火的能力转化为火自身的本质,火的增加才以此方式产生的。而本真意义上的生长似乎也是某种类似的事情;因为当滋养物转化为身体的本性时,有魂之物的生长就是如此产生的。然而正如我所说的,他指出了在火的事例中所发生的是生成而非生长。

语法注2 条
  1. 2.77τοσοῦτον ἐνδεῖν φησι τοῦ ἁπλῶς αὐξήσεως αἴτιον εἶναι, ὅτι καὶ χεῖρον ἢ κατὰ τὰ ὄργανα συναίτιον αὐτό φησιν

    短语 τοσοῦτον ἐνδεῖ(远非……)后接属格不定式短语 τοῦ ... εἶναι,随后引出表示程度或结果的 ὅτι 从句(“以至于他说……”)。引述动词 φησι 统辖作为间接引语的不定式 τοσοῦτον ἐνδεῖν,而在 ὅτι 从句中又再次重复了说话动词 φησιν。

  2. 2.77συναποδεδειχὼς ἔσται

    由完成时主动态分词 συναποδεδειχώς 与系动词的将来时 ἔσται 构成的迂说法将来完成时(periphrastic future perfect),意为“他届时将同时证明了”,从将来的视角陈述论证达成的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:277.4-278.21