- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:276.1-277.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德在《论灵魂》卷二第4章(415b28)中对恩培多克勒的批判。恩培多克勒将植物的生长归因于火向上和土向下的元素运动。本节梳理了针对此说的两条诘难:其一,根据器官功能的类比,植物的根对应于口与头部,因而在比例上属于“上”;其二,若无灵魂作为维系力量,两种相反的元素力量将使植物被撕裂。
" Ἐμπεδοκλῆς δ’ οὐ καλῶς εἴρηκε τοῦτο, προστιθεὶς τὴν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς κάτω μὲν ῥιζουμένων1 διὰ τὸ τὴν γῆν οὕτω φέρεσθαι κατὰ φύσιν, ἄνω δὲ διὰ τὸ πῦρ ὡσαύτως." Δείξας ὅτι αὐξήσεως αἰτία ἡ ψυχή, αἰτιᾶται Ἐμπεδοκλέα οὐ καλῶς εἰπόντα τὴν αὔξησιν ἐν τοῖς ἐμψύχοις γίνεσθαι. ἔλεγε γὰρ αὔξεσθαι τὸ φυτὸν τοῦ μὲν ἐν αὐτῷ πυρὸς τοὺς κλάδους ἐπὶ τὸ ἄνω αὔξοντος, τῆς δὲ γῆς τῆς ἐν αὐτῷ τὰς ῥίζας ἐπὶ τὸ κάτω αὐξούσης· πυρὶ γὰρ καὶ γῇ ἀνετίθει τὴν αἰτίαν τῆς αὐξήσεως· τὸ μὲν γὰρ ἐπὶ τὸ ἄνω τοὺς κλάδους αὔξειν ὡς ἀνώφορον, τὴν δὲ γῆν ἐπὶ τὸ κάτω τὰς ῥίζας ὡς κατώφορον. αἰτιᾶται δὲ αὐτὸν πρῶτον μὲν ὡς οὐ καλῶς λέγοντα κάτω εἶναι τῶν φυτῶν τὰς ῥίζας· οὐ γὰρ πᾶσι, φησί, τὸ αὐτὸ ἄνω καὶ κάτω. εἶτα καὶ τὴν αἰτίαν προστίθησι. τὰ γὰρ ὄργανα, φησί, τοῖς ἔργοις κρίνεται. εἰ γὰρ τῶν ἐνεργειῶν χάριν τὰ ὄργανα, τὰ τὰς αὐτὰς ἐνεργοῦντα ἐνεργείας τὰ αὐτὰ ἂν εἴη.2 ὥσπερ οὖν ἐν τοῖς ἄλλοις ἐμψύχοις τὸ δι’ ὧν ἐκτρέφεται στόμα ἐστίν, οὕτως ἄρα καὶ τοῖς φυτοῖς τὸ δι’ ὧν τρέφεται στόμα ἂν εἴη. τρέφεται δὲ διὰ τῶν ῥιζῶν· αὕτη ἄρα στόμα τῶν φυτῶν. τῶν δὲ ἄλλων πάντων ἐμψύχων τὸ στόμα δι’ οὗ τρέφεται ἄνω ἐστί· πάντων γὰρ ἡ κεφαλὴ ἐν ᾗ τὸ στόμα τὸν ἄνω τόπον ἐπέχει. καὶ τῶν φυτῶν ἄρα τὸ στόμα καὶ ἡ κεφαλὴ ἀνάλογον ἄνω εἴη ἄν· ὥστε αἱ ῥίζαι τῶν φυτῶν ἄνω μᾶλλον, οἱ δὲ κλάδοι κάτω. ὡς μὲν γὰρ πρὸς τὸ πᾶν, εἴ γε ὅλως δεῖ λέγειν ἐπὶ τοῦ παντὸς τὸ ἄνω καὶ τὸ κάτω, τὸ μὲν πέριξ πᾶν ἄνω ἔσται, λέγω δὴ ὁ οὐρανός, τὸ δὲ μέσον κάτω, ἡ γῆ· τὰ μέντοι ἔμψυχα ἄνω λέγεται ἔχειν τὴν κεφαλὴν οὐ πάντως ὡς πρὸς τὸ πέριξ, ἀλλ’ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἐπειδὴ καὶ ἐκ τοῦ οὐρανοῦ ἡ ἀρχὴ τῆς κινήσεως τῶν ἐνταῦθα. καὶ τῶν ἀλόγων τοίνυν ζῴων τῶν πλείστων, σχεδὸν δὲ πάντων ἐπὶ γῆν κεκυφότων, ὡς μηδὲ τῶν ὀπισθίων ὑψηλοτέραν ἐπὶ τὸ πέριξ ἔχειν τὴν κεφαλήν,3 ὅμως λέγεται τὰ ἄνω τῶν ζῴων μέρη εἶναι ἡ κεφαλή τε καὶ τὰ περὶ τὴν κεφαλήν· ὥστε τὴν κεφαλὴν ἄνω λέγομεν. ἀνάλογον δὲ κεφαλῇ αἱ ῥίζαι· ἐκεῖθεν γὰρ ἡ ἀρχὴ τῆς κινήσεως τοῖς φυτοῖς· ὥστε ἄνω ἂν εἶεν αἱ ῥίζαι καὶ οὐ κάτω. ἓν μὲν οὖν τοῦτο ἄτοπον ἐγκαλεῖ αὐτῷ. πρὸς ὅ τις ὑπὲρ αὐτοῦ ἀπολογούμενος ἐρεῖ ὅτι ἐκεῖνος τὸ ἄνω καὶ κάτω ὡς πρὸς τὸ πᾶν ἔλεγεν· αἱ μὲν γὰρ ῥίζαι ὡς ἐπὶ τὸ κέντρον αὔξουσι, τὸ δὲ λοιπὸν ὡς ἐπὶ τὸν οὐρανόν. ἕτερον πάλιν ἄτοπον ἐκ τοῦ λόγου συνάγει πάνυ προσεκτικώτατα· εἰ γὰρ ὑπὸ πυρός, φησί, καὶ γῆς ἡ αὔξησις γίνεται, καὶ τὸ μὲν πῦρ ἐπὶ τὸ ἄνω αὔξει, ἡ γῆ δὲ ἐπὶ τὸ κάτω, διεσπάσθη ἂν τὰ φυτὰ μηδενὸς ὄντος τοῦ συνέχοντος.4 εἰ δὲ ἔστι τι τὸ συνέχον, τοῦτο ἂν εἴη ἡ ψυχὴ καὶ τροφῆς καὶ αὐξήσεως αἴτιον.
“恩培多克勒对这点的说法并不妥当,他补充说,植物的生长是由于土依其本性如此运动而向下扎根,同样,由于火而向上[伸展]。” 在表明灵魂是生长的原因之后,他指责恩培多克勒未能妥当地说明在有魂之物中生长的产生方式。因为恩培多克勒说,植物生长是由于其内部的火使枝条向上生长,而其内部的土使根向下生长;因为他把生长的原因归结为火与土;前者作为向上运动者使枝条向上生长,而土作为向下运动者使根向下生长。他首先指责他错误地断言植物的根在下;因为他说,对于一切事物而言,上与下并不相同。随后他又补充了原因。因为他说,器官是由其功用来判定的。因为若器官是为了活动,那么施行相同活动的事物应当是相同的。因此,正如在其他有魂之物中,用以汲取滋养的部分是口一样,对植物而言,用以受滋养的部分也应当是口。而植物是通过根受滋养的;因此根就是植物的口。而在所有其他有魂之物中,用以受滋养的口是在上部的;因为在一切事物中,口所处的头部占据着上方的场所。因此植物的口即头部在比例上也应当在上;从而植物的根毋宁说是在上,而枝条在下。因为若就相对于整体而言——如果说对于整体真应当谈论上与下的话——周围的全部,我是指天,将是在上,而中心即土则是在下;然而有魂之物被说成头部在上,并非一概基于相对于周围而言,而是作为运动的本原由之发源处而言,因为地上事物的运动本原也来自天。因此,虽然大多数无理性动物,几乎所有动物都朝向地面俯伏,以至于相对于周围而言它们的头部甚至不比后部更高,但头部以及头部周围的部分仍然被称为动物的上部;因此我们说头部在上。而根在比例上相当于头部;因为对于植物而言,运动的本原正发源于那里;因此根应当在上而不是在下。这是他向恩培多克勒指出的一个荒谬之处。对此,为恩培多克勒辩护的人会说,他是相对于整体而言谈论上与下的;因为根向着中心生长,而其余部分向着天生长。随后,他又极为审慎地从该论点中引出另一个荒谬后果:因为他说,若生长是由火与土造成的,且火向上促使生长,土向下促使生长,那么既然没有任何东西加以维系,植物就会被撕裂开来。但如果有某种起维系作用的东西存在,这应当就是灵魂,亦即滋养与生长的原因。
- 2.76κάτω μὲν ῥιζουμένων
属格独立结构,其在语法上未与前文的与格名词 τοῖς φυτοῖς 一致,构成了变格(anacoluthon)。在意义上指植物向下扎根的情形。
- 2.76τὰ τὰς αὐτὰς ἐνεργοῦντα ἐνεργείας τὰ αὐτὰ ἂν εἴη
主语为带定冠词的中性复数分词短语 τὰ τὰς αὐτὰς ἐνεργοῦντα ἐνεργείας(“施行相同活动的事物/器官”),谓语为同一代词 τὰ αὐτά(“相同者”)。由 ἄν 搭配希求法动词 εἴη 构成推论的主句。
- 2.76ὡς μηδὲ τῶν ὀπισθίων ὑψηλοτέραν ἐπὶ τὸ πέριξ ἔχειν τὴν κεφαλήν
由 ὡς 加不定词 ἔχειν 构成的结果从句。比较级形容词 ὑψηλοτέραν 支配比较属格 τῶν ὀπισθίων(“后部/后肢”),表示其身体朝下俯伏的程度以至于头部并不比后部更靠近天际周围。
- 2.76διεσπάσθη ἂν τὰ φυτὰ μηδενὸς ὄντος τοῦ συνέχοντος
反事实条件句的结论句,由直陈式不定过去时加 ἄν(διεσπάσθη ἄν)构成。短语 μηδενὸς ὄντος τοῦ συνέχοντος 为属格独立结构,表伴随/因果条件(“在没有任何维系力量的情况下”)。
