← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§274.24-275.33

作为运动、质变与生长动力因的灵魂

针对亚里士多德在415b21将灵魂规定为空间运动的始原(动力因),斐洛庞努斯指出并非所有生物都具有空间运动能力这一难点,并解释道灵魂也是质变(感觉)以及生长与衰退的原因,从而证明了一切灵魂都是动力因。此外,他辨析了无生物表面上的生长与真正生长的区别,并驳斥了恩培多克勒将生长归因于土与火等质料本原的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.75

" Ἀλλὰ μὴν καὶ ὅθεν πρῶτον ἡ κατὰ τόπον κίνησις, ψυχή." Λοιπὸν ἐπὶ τὸ ποιητικὸν μεταβέβηκεν· τὸ ποιητικὸν γὰρ αἴτιον οὕτως ἀεὶ καλεῖ, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. πολλαχῶς δὲ τῆς κινήσεως λεγομένης, ὡς εἴρηται, ὅτι μὲν τῆς κατὰ τόπον κινήσεως αἰτία ἡ ψυχὴ πρόδηλος.1 ἀλλ’ οὐ πᾶσι, φησίν, ὑπάρχει τοῖς ζῶσιν ἡ δύναμις αὕτη, τουτέστιν ἡ κατὰ τόπον κινητική, ὥστε ταύτῃ οὐ δόξει πᾶσα ψυχὴ ποιητικὸν αἴτιον εἶναι. διόπερ δείκνυσιν αὐτὴν καὶ τῶν λοιπῶν κινήσεων αἰτίαν οὖσαν, ἀλλοιώσεως λέγω καὶ αὐξήσεως καὶ μειώσεως, καὶ οὕτω καθολικὸν ἐπὶ πάσης ψυχῆς τὸν λόγον ἐποιήσατο. ὅτι μὲν οὖν αἰτία ἡ ψυχὴ ἀλλοιώσεως, δείκνυσιν οὕτως· ἡ ψυχὴ τοῖς ζῴοις αἰσθήσεώς ἐστιν αἴτιον, πᾶν δὲ τὸ αἰσθανόμενον ἀλλοιοῦται, ἡ ψυχὴ ἄρα ἀλλοιώσεως αἰτία. πῶς δὲ λέγει τὴν αἴσθησιν ἀλλοίωσιν, νῦν μὲν οὐ προσέθηκεν, ἐφεξῆς δὲ προσθήσει ὅτι διττὴ ἡ ἀλλοίωσις καὶ καθόλου τὸ πάσχειν διττόν, τὸ μὲν ἐπὶ φθορὰν ἄγον, τὸ δ’ εἰς τελείωσιν. πάσχει γὰρ καὶ ὁ μαθητὴς ὑπὸ τοῦ διδασκάλου καὶ ἀλλοιοῦται, ἀλλ’ οὐκ εἰς φθορὰν ἀλλ’ εἰς τελείωσιν ἀγόμενος· τὸ γὰρ ἐν αὐτῷ δυνάμει προάγεται εἰς ἐνέργειαν. οὕτω δὲ καὶ ἡ αἴσθησις ἀλλοιοῦται καὶ πάσχει ὑπὸ τῶν αἰσθητῶν εἰς τελείωσιν ἀγομένη καὶ ἐκ δυνάμεως εἰς ἐνέργειαν προαγομένη. ὅτι δὲ καὶ αὐξήσεως καὶ μειώσεως αἰτία ἡ ψυχή, δείκνυσιν οὕτως· τὸ αὐξόμενον καὶ μειούμενον τρέφεται (οὐδὲν γὰρ αὔξεται, ὃ μὴ τρέφεται), πᾶν δὲ τὸ τρεφόμενον ζωῆς μετέχει, καὶ ἀδύνατόν ἐστι τρέφεσθαι τὸ μὴ ζωῆς μετέχον, ὥστε τοῦ τρέφεσθαι τὸ ζῆν αἴτιον· ζωῆς δὲ πάσης ψυχή ἐστιν αἰτία· τοῖς ἄρα αὐξομένοις καὶ μειουμένοις αὐτοῦ τούτου τῆς αὐξήσεως καὶ τῆς μειώσεως ἡ ψυχή ἐστιν αἰτία.2 εἰ δὲ καὶ λίθοι τινὲς δοκοῦσιν αὔξεσθαι, οὐκ ἔστι κυρίως αὔξησις αὕτη, ἀλλὰ μᾶλλον πρόσθεσις· αὔξησιν γὰρ ταύτην φησὶ τὴν δι’ ὀργάνων φυσικῶν γινομένην, ὄργανα δὲ ἐν τοῖς ἀψύχοις οὐκ ἔστιν· οὐδ’ ἄρα αὔξεται. καὶ ἄλλως τὸ αὐξόμενον κατὰ πᾶν μόριον αὔξεται, ὡς ἐν τῷ Περὶ γενέσεως δέδεικται, ἐπὶ δὲ τῶν λίθων ἔξωθεν ἴσως κόνεως προστιθεμένης μεταβολή τις γίνεται, καὶ οὕτω μεῖζον τὸ ὅλον γίνεται οὐκ αὐξήσεως γινομένης, ἀλλὰ προσθέσεως, ὥσπερ ἂν εἰ καὶ τὸ πῦρ αὔξεσθαι λέγοιτο ξύλων πλειόνων προστιθεμένων. οὕτω δὲ καὶ τὰ μέταλλα αὔξεται ὑγρᾶς οὐσίας ἔξωθεν περιπαγείσης, ἐξ ἧς συνεστήκασι, καὶ ταύτης μεταβαλλούσης εἰς τὴν αὐτῶν οὐσίαν ὑπὸ τῆς ἐν τῇ γῇ φυσικῆς δυνάμεως ἐκ τοῦ παντός. εἰ γὰρ συνοχῆς αἴτιον ἡ ψυχή, συνέχεται δὲ καὶ ἔστι τά τε ζῷα καὶ τὰ φυτά, ἕως ἂν τρέφηται, τροφὴ δὲ αὐξήσεως αἴτιον, ἡ ψυχὴ ἄρα αὐξήσεως αἴτιον. κακῶς ἄρα ταῖς ὑλικαῖς ἀρχαῖς γῇ καὶ πυρὶ τὴν τῆς αὐξήσεως ἀνατίθησιν αἰτίαν. ἀλλ’ εἴποι ἄν πρὸς τοῦτο ἴσως ὁ Ἐμπεδοκλῆς ὅτι ὥσπερ σὺ καὶ ὑλικὰς καὶ ποιητικὰς τῶν φυσικῶν αἰτίας ἀποδίδως, οὕτω κἀγὼ νῦν οὐ τὰς ποιητικάς, ἀλλὰ τὰς ὑλικὰς ἀποδέδωκα. ἀλλ’ οὐχ ἕξει χώραν ἡ ἀπολογία· οὐδὲ γὰρ αἱ ῥίζαι γήινοι μᾶλλον ἤπερ οἱ κλάδοι, πανταχοῦ δὲ τὸ γεῶδες πλεονάζει· ὅσον οὖν ἐπὶ τῇ οὐσίᾳ τῆς γῆς, οὐδὲν αὔξειν ἐπὶ τὸ ἄνω ὤφειλεν.3

“而且,空间运动最初由之发源的,也是灵魂。” 接下来他转入动力因;因为他总是将动力因称作运动的本原由之发源者。正如已经说过的,既然运动有多种说法,灵魂是空间运动的原因便是显而易见的。但是他说,并非所有生物都具有这种能力,即空间运动的能力,因此在这一方面并非每一种灵魂都会被看作动力因。为此,他表明灵魂也是其余各种运动的原因,我是指质变、生长与减退,并以此使论证普遍适用于一切灵魂。那么,灵魂是质变的原因,他这样来表明:灵魂是动物感觉的原因,而凡感觉者皆发生质变,所以灵魂是质变的原因。至于他如何把感觉称为质变,他现在并没有补充说明,但在后文中他将补充道:质变是双重的,一般的受动也是双重的,一种导向毁灭,另一种导向圆满。因为学生也受到教师的作用并发生质变,然而并不是被导向毁灭,而是被导向圆满;因为潜能地存在于他之中的东西被提升到了现实。这样,感觉也因感觉对象而发生质变并受到作用,被导向圆满,并由潜能被提升到现实。至于灵魂也是生长与减退的原因,他这样来表明:凡生长与减退者皆受滋养(因为不受滋养者绝不生长),而凡受滋养者皆分有生命,不分有生命者是不可能受滋养的,从而生活是受滋养的原因;而一切生命的原因是灵魂;因此对于那些生长与减退者来说,灵魂正是这一生长与减退的原因。即便某些石头似乎也会长大,这也不是本义上的生长,而宁可说是增添;因为他所谓的生长是通过自然的器官而生成的生长,而无魂之物中并不存在器官;所以[石头]绝不会生长。此外,凡生长者皆在每一部分上生长,正如在《论生成与消灭》中所表明的那样,而在石头的情形中,或许只是通过尘埃从外部增添而发生某种变化,整个物体由此变大并不是由于发生了生长,而是由于增添,正如当更多的木柴被添入时火也被说成在长大一样。矿物也是这样变大的:当它们由之构成的湿润实体从外部凝固于其周围,且这一实体受大地中来自宇宙的自然力量的作用转变为它们自身的实体时,它们便变大。因为,若灵魂是维系的原因,而动植物只要受滋养就得以维系并存在,且养料是生长的原因,那么灵魂就是生长的原因。因此,将生长的原因归结为质料本原——土与火,是错误的。但恩培多克勒对此也许会说:“正如你指出自然事物的质料因和动力因一样,我现在指出的也不是动力因,而是质料因。”然而这一辩解是站不住脚的;因为根部并不比枝条含有更多的土,而在各处土性都占优势;因此,就土的实体而言,根本没有任何东西应当向上生长。

语法注3 条
  1. 2.75ὅτι μὲν τῆς κατὰ τόπον κινήσεως αἰτία ἡ ψυχὴ πρόδηλος

    形容词 πρόδηλος(阴性单数主格)作表语与主语 ἡ ψυχή 一致,构成人称构式(类似于 δῆλός/φανερός ἐστιν 接分词等结构的用法),相当于非人称构式“灵魂是空间运动的原因这是显而易见的”。

  2. 2.75τοῖς ἄρα αὐξομένοις καὶ μειουμένοις αὐτοῦ τούτου τῆς αὐξήσεως καὶ τῆς μειώσεως ἡ ψυχή ἐστιν αἰτία

    与格 τοῖς αὐξομένοις καὶ μειουμένοις 为关涉与格(“对于生长和减退者而言”),而属格 αὐτοῦ τούτου τῆς αὐξήσεως καὶ τῆς μειώσεως 由名词 αἰτία 支配,作宾格性属格,其中 αὐτοῦ τούτου 与名词短语 τῆς αὐξήσεως καὶ τῆς μειώσεως 构成同位语。

  3. 2.75ὅσον οὖν ἐπὶ τῇ οὐσίᾳ τῆς γῆς, οὐδὲν αὔξειν ἐπὶ τὸ ἄνω ὤφειλεν

    短语 ὅσον ἐπί 搭配与格是表示“就……而言”“在……限度内”的限定性副词习语。主句中的 οὐδὲν ... ὤφειλεν 采用 ὀφείλω 的未完成过去直陈式,表达未曾实现的必然性或自然应然状态:“没有任何东西本应当向上生长(然而植物实际上却向上生长)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:274.24-275.33