← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§273.34-274.23

作为目的因的灵魂与身体的工具性

斐洛波诺斯首先简注了灵魂作为形式的第二条论证(415b14),随后探讨灵魂作为目的因(415b15)的论证,阐明自然的合目的性以及身体作为灵魂的工具,并运用“为其缘故”的双重含义(目的本身与受益者)探讨了两种解释方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.73

" Ἔτι τοῦ δυνάμει ὄντος λόγος ἡ ἐντελέχεια." Τὸ δεύτερον ἐπιχείρημα· λόγος δέ φησιν ἀντὶ τοῦ ἡ οὐσία καὶ τὸ εἶδος.1

“此外,现实乃是潜在存在者的定义。” 这是第二条论证;他说“定义”,是用来代替“本质和形式”。

§2.74

"Φανερὸν δ’ ὡς καὶ τὸ οὗ ἕνεκα αἰτία ἡ ψυχή." Δείξας ὅτι ὡς εἶδος ἀρχὴ καὶ αἰτία ἡ ψυχὴ τοῦ σώματος, νῦν δείκνυσιν ὅτι καὶ ὡς τέλος. ὥσπερ γὰρ ὁ νοῦς ἕνεκά του ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ἡ φύσις. νοῦν λέγει τὸν πρακτικόν, οἷον ὁ οἰκοδομικὸς νοῦς οὐδὲν μάτην παραλαμβάνει, ἀλλὰ πάντα πρὸς ἕν τι τέλος ὁρῶντα, τὴν κατασκευὴν τῆς οἰκίας. οὕτως οὖν καὶ ἡ φύσις οὐδὲν μάτην ποιεῖ, ἀλλ’ ἕκαστον αὐτῆς ἔργον ἕνεκά του ἐστίν· ἔδειξε δὲ σαφῶς τοῦτο ἐν τῇ Φυσικῇ ἀκροάσει. δηλοῦσι δὲ καὶ αἱ περὶ χρείας μορίων τῶν ἰατρῶν πραγματεῖαι ὅτι οὐδὲ τὸ ἐλάχιστον ἔργον τῆς φύσεως μάτην ἐστίν, ἀλλ’ ἕνεκά του. οὗ δ’ ἕνεκα ποιεῖ, φησί, τοῦτό ἐστι τέλος αὐτῆς. τίνος οὖν ἕνεκα ποιεῖ; τῆς ψυχῆς, φησί. τὰ γὰρ σώματα, φησί, τῶν ἐμψύχων πάντα, τῶν τε ζῴων καὶ τῶν φυτῶν, ὄργανά ἐστι τῶν ψυχῶν, τὸ δὲ ὄργανον ἕνεκα τοῦ χρωμένου γίνεται καὶ τοῦτον ἔχει τέλος· ὥστε καὶ τὰ ὑπὸ φύσεως γινόμενα σώματα, τὰ ἔμψυχα λέγω, τέλος ἔχει τὴν ψυχὴν τὴν χρησομένην αὐτήν. δισσῶς δὲ τὸ οὗ ἕνεκα, τό τε οὗ καὶ τὸ ᾧ,2 ἐνταῦθα ἤτοι οὕτως ἐκληπτέον, τὴν μὲν ψυχὴν τέλος ὡς οὗ, τὸ δὲ ζῷον ὡς ᾧ (ποιεῖ γὰρ τὸ ὀργανικὸν σῶμα ἡ φύσις τῆς μὲν ψυχῆς ἕνεκα, ἵνα χρῆται αὐτῷ ὡς τέλος ἡ ψυχὴ ὡς οὗ, τέλος δὲ ὡς ᾧ τὸ ἔμψυχον·3 ὥστε γὰρ ἀνεμποδίστους εἶναι τῷ ζῴῳ τὰς ἐνεργείας, πάντα ποιεῖ ἡ φύσις) ἢ τοίνυν οὕτως τὸ οὗ καὶ τὸ ᾧ, ἢ ὥσπερ καὶ πρὸ ὀλίγου εἰρήκαμεν, οὗ μὲν ἕνεκα τῆς κοσμοποιίας καὶ τῆς ἀϊδιότητος (τούτου γὰρ πάντα ἐφίεται) ᾧ δὲ τῇ ψυχῇ· ταύτῃ γὰρ παρασκευάζει εἰς χρῆσιν τὸ ὄργανον· ὅπερ καὶ μᾶλλόν ἐστιν ἀληθέστερον.

“而且显然,灵魂作为为其缘故也是原因。” 在表明了灵魂作为形式是身体的本原和原因之后,他现在表明它作为目的也是原因。因为正如理智为了某种目的而有所作为,自然也是以同样的方式运作的。他所说的理智是指实践理智,例如建筑理智绝不会徒然采用任何东西,而是采用一切朝向某一个目的、即房屋建造的东西。因此,自然同样绝不徒然作为,而是它的每一件作品都为了某种目的;他在《物理学》中清楚地指出了这一点。医生们论身体各部分功用的专著也表明,甚至自然最微小的作品也不是徒然的,而是为了某种目的。他说,自然为其缘故而作为的那个东西,就是它的目的。那么,它是为了什么而作为呢?他说,是为了灵魂。因为他说,所有有魂之物的身体,不论是动物的还是植物的,都是灵魂的工具,而工具是为了使用者而生成的,并以此为其目的;因此,由自然生成的身体,我是指有魂的身体,也是以将要使用〔它们〕的灵魂本身为其目的。然而,“为其缘故”有双重含义,即“目标之所属”[属格]和“利益之所属”[与格];在此处应当或者这样理解:灵魂是作为“目标之所属”的目的,而动物是作为“利益之所属”的目的(因为自然为了灵魂而造就器质性的身体,以便灵魂作为“目标之所属”的目的来使用它,而作为“利益之所属”的目的则是有魂者;因为自然造就一切,是为了使动物的活动不受阻碍);因此,或者这样来理解“目标之所属”和“利益之所属”,或者如我们不久前所说,作为“目标之所属”的“为其缘故”是为了世界构造与永恒(因为一切事物都渴求这一点),而作为“利益之所属”则是为了灵魂(因为自然正是为它准备了工具以供使用);而后一种说法其实更为真实。

语法注3 条
  1. 2.73λόγος δέ φησιν ἀντὶ τοῦ ἡ οὐσία καὶ τὸ εἶδος

    介词短语 ἀντὶ τοῦ 在此并未支配冠词定式动词,而是将所引用的名词短语 ἡ οὐσία καὶ τὸ εἶδος(保持主格)作为实质宾语,意为“用来代替‘本质和形式’”。

  2. 2.74δισσῶς δὲ τὸ οὗ ἕνεκα, τό τε οὗ καὶ τὸ ᾧ

    这是亚里士多德哲学特有的术语表达,通过中性单数冠词(τό)将介词短语 οὗ ἕνεκα(目的因)中的格变化区别名词化。属格 οὗ 指追求的目标事物本身(cuius gratia),而与格 ᾧ 指享受该目的利益的主体或受益者(cui)。

  3. 2.74ἵνα χρῆται αὐτῷ ὡς τέλος ἡ ψυχὴ ὡς οὗ, τέλος δὲ ὡς ᾧ τὸ ἔμψυχον

    在由 ἵνα 引导的目的从句中,后半句(τέλος δὲ ὡς ᾧ τὸ ἔμψυχον)省略了存在动词 ᾖ,构成了紧凑的平行对偶句。前半句意为“以便灵魂作为属格意义上的目的(οὗ)使用身体”,后半句则对立表示“而作为与格意义上的目的(ᾧ)则是有魂之物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:273.34-274.23