- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:272.21-273.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐明了灵魂如何作为包含植物在内的所有生物之质变、增长与缩减的动力因(解释了其作为缩减的原因并非由于积极产生,而是因虚弱而退让),并重构了亚里士多德证明灵魂作为形式和本质是原因的三段论结构。
τῶν γὰρ αἰσθήσεων αἰτία ἡ ψυχή, αἱ δὲ αἰσθήσεις ἀλλοιοῦνταί πως πάσχουσαι ὑπὸ τῶν αἰσθητῶν· ἀλλοίωσις γάρ τις ἡ διάκρισις καὶ ἡ σύγκρισις τῶν ὄψεων. ἀλλ’ οὔπω διὰ τούτων καὶ τὰ φυτὰ περιέλαβε· διὸ ἐπάγει ὅτι καὶ αὐξήσεως καὶ φθίσεως αἰτία ἡ ψυχή, ἵνα πάντα τὰ ἔμψυχα περιλάβῃ. οὐχ ὁμοίως δέ ἐστι ποιητικὴ ἀρχὴ καὶ εἰδική. εἰδικὴ μὲν γὰρ ἀρχή ἐστιν ὡς αὐτῆς τῆς οὐσίας τοῦ ἐμψύχου σώματος αἰτία οὖσα, εἴ γε τὸ ἑκάστου εἶδος οὐσία αὐτοῦ ἐστιν, ὁμοίως καὶ τελική· ποιητικὴ δὲ οὐκέτι τῆς οὐσίας, ἀλλά τινων ἐνεργειῶν ἢ παθῶν ἀρχὴ καὶ αἰτία ἐστί. πῶς δὲ λέγομεν καὶ φθίσεως αἰτίαν ψυχήν; οὐδὲν γὰρ οὔτε αὐτὸ αὑτῷ οὔτε τῷ ἑαυτοῦ ὑποκειμένῳ φθορᾶς ἐστιν αἴτιον. πάντα γὰρ οὐ μόνον τοῦ εἶναι, ἀλλὰ καὶ τῆς ἀϊδιότητος ἐφίεται, ὡς ἤδη εἴρηται, κατὰ τὰ ἑαυτῶν μέτρα. λέγομεν οὖν ὅτι ὥσπερ λέγεται καὶ τὸ μὴ ὂν καὶ ἡ στέρησις αἴτιον εἶναι τῆς γενέσεως τῶν ὄντων, οὐ τῷ ποιητικὴν ἔχειν αἰτίαν, ἀλλὰ τῷ ἐκ τούτων μεταβάλλειν τὸ γινόμενον καὶ τῷ ταῦτα παραχωρεῖν τῷ εἴδει γινομένῳ1 (πᾶν γὰρ τὸ γινόμενον ἐξ οὐκ ὄντων καὶ ἐκ τῆς ἰδίας στερήσεως γίνεται, ὡς εἴρηται ἐν τοῖς Φυσικοῖς) οὕτω καὶ ἡ ψυχὴ αἰτία λέγεται εἶναι φθίσεως, οὐ τῷ ποιεῖν τὴν φθίσιν, ὥσπερ ποιεῖ τὴν αὔξησιν, ἀλλὰ τῷ δι’ ἀσθένειαν λοιπὸν ἐνδιδόναι καὶ ὑποχωρεῖν αὐτή. ἄλλως τε πρὸς τὸ δεῖξαι ὅτι ποιητικὸν αἴτιόν ἐστιν ἡ ψυχή, ἀρκεῖ τὸ εἰδέναι ὅτι αὐξήσεώς ἐστιν αἰτία. εἰ τοίνυν κατὰ πάντας τοὺς τῶν αἰτίων τρόπους αἰτία ἡ ψυχὴ τῷ ἐμψύχῳ σώματι τοῦ εἶναι, ᾗ ἔμψυχόν ἐστιν, ᾗ δὲ ἔμψυχόν ἐστι, ταύτῃ τρέφεταί τε καὶ αὔξεται καὶ γεννᾷ, καὶ τούτων ἄρα ἡ ψυχὴ αἰτία, ὅπερ δειχθῆναι προὔκειτο. ταῦτα δὲ πολλαχῶς λέγεται. τὴν αἰτίαν λέγει καὶ τὴν ἀρχὴν πολλαχῶς λέγεσθαι. λέγεται γὰρ τετραχῶς ὡς εἶδος, ὡς ὕλη, ὡς ποιητικόν, ὡς τελικόν. ὁμοίως δὲ ἡ ψυχὴ τοὺς διωρισμένους τρόπους τρεῖς αἰτία. τῶν γὰρ τεσσάρων τρόπων τῶν αἰτίων τῶν διωρισμένων ἐν τῇ Φυσικῇ ἀκροάσει κατὰ τοὺς τρεῖς ὁμοίως αἰτία ἐστὶν ἡ ψυχὴ τῷ σώματι. καὶ γὰρ ὅθεν ἡ κίνησις, τουτέστιν ὡς ποιητικὸν αἴτιον (οὕτω γὰρ αὐτὸ καλεῖ), καὶ οὗ ἕνεκα, τουτέστιν ὡς τέλος, καὶ ὡς οὐσία τῶν ἐμψύχων σωμάτων ἡ ψυχὴ αἰτία, ἀντὶ τοῦ ὡς εἶδος. ἐν γὰρ τῷ οἰκείῳ εἴδει ἑκάστου οὐσία χαρακτηρίζεται· ἡ γὰρ ὕλη κοινὴ πάντων· καὶ τὰ ἔμψυχα δὲ τὸ εἶναι ἔχει κατὰ τὴν ψυχήν· ὥστε εἶδος τῶν ἐμψύχων σωμάτων ἡ ψυχή. ὅτι μὲν οὖν ὡς οὐσία δῆλον· τὸ γὰρ αἴτιον τοῦ εἶναι πᾶσιν ἡ οὐσία.2 ὅτι αἰτία ἡ ψυχὴ ὡς εἶδος, διὰ τούτων δείκνυσιν· ἔστι δὲ τοῦτο τὸ πρῶτον ἐπιχείρημα· ἡ γὰρ ψυχή, φησίν, ἀρχὴ καὶ αἰτία τοῦ ζῆν τοῖς ζῶσι· τὸ δὲ ζῆν τοῖς ζῶσι τὸ εἶναί ἐστιν· ἑκάστου δὲ τὸ εἶναι τὸ εἶδος αὐτοῦ ἐστι καὶ ἡ οὐσία· ἡ ψυχὴ ἄρα εἶδός ἐστι καὶ οὐσία τῶν ζώντων. ἑκάστου δ’ ἡ οὐσία τοῦ εἶναί ἐστιν αἰτία· ἡ ψυχὴ ἄρα τοῖς ζῶσιν [οὐσία] τοῦ εἶναι ἔστιν αἰτία. οὐ τῇ τάξει δὲ ταύτῃ προήνεγκε τὰς προτάσεις, ἀλλ’ ἐκ τῶν ὑστέρων ἤρξατο· τὸ γὰρ αἴτιον, φησί, τοῦ εἶναι πᾶσιν ἡ οὐσία, ἵνα ᾖ ὁ λόγος οὕτως· ἡ οὐσία, ταὐτὸν δ’ εἰπεῖν τὸ εἶδος, τοῦ εἶναί ἐστι πᾶσιν αἴτιον (κατὰ τοῦτο ἕκαστον καὶ ἔστι καὶ λέγεται), ὥστε καὶ τοῖς ζῶσιν ἡ οὐσία καὶ τὸ εἶδος τοῦ εἶναι αἰτία· τὰ δὲ ζῶντα τὸ εἶναι ἔχει κατὰ τὴν ζωήν (ταύτῃ γὰρ τῶν ἄλλων διαφέρει), τῆς δὲ ζωῆς ἡ ψυχὴ αἰτία· ὥστε εἰ τοῦ μὲν εἶναι πᾶσιν αἴτιον ἡ οὐσία ἡ ἑκάστου καὶ τὸ εἶδος, τοῖς δὲ ζῶσι τῆς ζωῆς αἰτία ἡ ψυχή, καθ’ ὃ καὶ τὸ εἶναι ἔχουσιν, εἶδος ἄρα ἐστὶ καὶ οὐσία τῶν ζώντων ἡ ψυχή. ὁ δ’ Ἀριστοτέλης εἰρηκὼς τὰς προτάσεις τὸ συμπέρασμα οὐ προσέθηκεν ὡς δῆλον. οὐσίαν δέ, ὡς ἤδη εἶπον, τὸ εἶδός φησι.
因为灵魂是诸感觉的原因,而感觉在某种程度上因受感觉对象的作用而发生质变;因为视觉的离散与结合乃是某种质变。但他通过这些还没有涵盖植物;因此他补充说灵魂也是增长和缩减的原因,以便涵盖所有有魂之物。然而,它并非以同样的方式是动力本原与形式本原。因为形式本原是作为有魂身体的本质自身的原因而存在的,如果每个事物的形式确实就是其本质的话,目的本原同样也是如此;但作为动力本原,它就不再是本质的原因,而是某些活动或受动的本原和原因。那么,我们怎么又说灵魂也是缩减的原因呢?因为没有任何事物对自己本身或对其自身的基底是毁灭的原因。因为正如前文所说,一切事物都依其自身的尺度,不仅渴求存在,而且渴求永恒。因此我们说,正如非存在与匮乏被说成是实有者生成的原因,并不是由于具有动力原因,而是由于生成物从这些东西转变而来,并且由于这些东西向正在生成的形式退让(因为正如《物理学》中所说,凡生成之物皆从非存在及其固有的匮乏生成),同样,灵魂也被说成是缩减的原因,并不是由于它像产生增长那样产生缩减,而是由于它自身随后因虚弱而屈服并退让。此外,为了证明灵魂是动力因,只要知道它是增长的原因就足够了。因此,如果按照原因的所有方式,灵魂在有魂身体作为有魂之物的限度内是其存在的原因,并且在其作为有魂之物的限度内,正是凭借这一点它被滋养、增长并繁殖,那么灵魂也就是这些[活动]的原因,而这正是原本要证明的事。至于“这些有多种说法”,他是说原因和本原有多重含义。因为它们以四种方式被表述:作为形式、作为质料、作为动力、作为目的。至于“灵魂在规定的三种方式上同样是原因”,因为在《物理学》中规定的四种原因方式中,灵魂按照其中三种同样是身体的原因。因为作为“运动所由出者”,即作为动力因(因为他是这样称呼它的),作为“为其缘故”,即作为目的,以及作为有魂身体的本质,灵魂是原因,这等于说是作为形式。因为在固有的形式中,各事物的本质被表征出来;因为质料对一切事物是共通的,而有魂之物依灵魂而具有存在;所以灵魂是有魂身体的形式。因此,它作为本质[是原因]是显而易见的;因为“对一切事物而言,存在的原因即是本质”。灵魂作为形式是原因,他通过这些话来证明;这就是第一条论证。他说,灵魂是活物活着的本原和原因;而活物活着就是它们的存在;各事物的存在就是其形式与本质;因此灵魂是活物的形式与本质。而各事物的本质是存在的原因;因此灵魂是活物存在的原因。然而他并没有按照这个顺序提出各个前提,而是从后来的东西开始;因为他说“对一切事物而言,存在的原因即是本质”,以便论述成为这样:本质——说形式也是同样的意思——是一切事物存在的原因(各事物依此而存在并被述说),因此对活物而言,本质与形式也是存在的原因;而活物依照生命而具有存在(因为在这点上它们与其他事物不同),而灵魂是生命的原因;因此,如果对一切事物而言存在的原因是各事物的本质与形式,而对活物而言,它们凭之具有存在的生命的原因是灵魂,那么灵魂就是活物的形式与本质。亚里士多德在说出了各个前提之后,并没有加上结论,因为它是显而易见的。正如我前面所说,他把形式称为本质。
- 2.72οὐ τῷ ποιητικὴν ἔχειν αἰτίαν, ἀλλὰ τῷ ἐκ τούτων μεταβάλλειν τὸ γινόμενον καὶ τῷ ταῦτα παραχωρεῖν τῷ εἴδει γινομένῳ
此处采用定冠词与格 τῷ 加上不定式(ἔχειν, μεταβάλλειν, παραχωρεῖν)的动名词与格结构,表示原因或方式(“并非由于具有……而是由于……转变,以及由于这些向……退让”)。中性复数主语 ταῦτα 指代前面的“非存在与匮乏”(τὸ μὴ ὂν καὶ ἡ στέρησις),而 τῷ εἴδει γινομένῳ 则是动词 παραχωρεῖν 所带的与格补足语(向正在生成的形式退让)。
- 2.72τὸ γὰρ αἴτιον τοῦ εἶναι πᾶσιν ἡ οὐσία
直接引用亚里士多德原文(415b12–13),系词 ἐστί 省略,主语是 ἡ οὐσία,表语是 τὸ αἴτιον τοῦ εἶναι πᾶσιν(“对一切事物而言存在的原因”)。后文的 οὐ τῇ τάξει δὲ ταύτῃ προήνεγκε τὰς προτάσεις, ἀλλ’ ἐκ τῶν ὑστέρων ἤρξατο 指出亚里士多德没有按照前文重构的前提次序陈述,而是从其中居后的这一大前提开始陈述。
