- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:271.9-272.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《论灵魂》415b7进行注解,基于相对概念解释了为何探讨与灵魂活动相对置的对象(滋养物与感觉对象)是必不可少的,进而论证了灵魂在四因中以三种方式(形相因、目的因与动力因)作为活的身体的原因和本原。
" Ἔστι δὲ ἡ ψυχὴ τοῦ ζῶντος σώματος αἰτία καὶ ἀρχή." Εἰπὼν περὶ τοῦ τέλους τῆς γεννητικῆς δυνάμεως, καὶ μέλλων περὶ τροφῆς καὶ αἰσθητοῦ καὶ ἁπλῶς τῶν ἀντικειμένων ταῖς ψυχικαῖς ἐνεργείαις διαλαβεῖν, πρότερον διὰ τούτων διδάσκει ὅτι ἀναγκαῖος τῷ περὶ τῆς ψυχῆς λόγῳ ὁ περὶ τῶν ἀντικειμένων λόγος. τὸ γὰρ ἔμψυχον καθὸ ἔμψυχόν ἐστι τρέφεται, ὥστε τοῦ τρέφεσθαι αὐτὸ ἡ ψυχὴ αἴτιον· ὁμοίως καὶ τοῦ αἰσθάνεσθαι τῷ ζῴῳ αἰτία ἡ ψυχή. τὸ δὲ τρεφόμενον τῇ τροφῇ τρέφεται, καὶ τὸ αἰσθανόμενον αἰσθητοῦ αἰσθάνεται. ὥστε τῷ μέλλοντι περὶ ψυχῆς τῆς τε θρεπτικῆς καὶ αἰσθητικῆς διαλαβεῖν δεῖ πρότερον εἰδέναι τί ποτέ ἐστι τὸ τρέφεσθαι καὶ αἰσθάνεσθαι, καὶ τῷ ταῦτα γνῶναι θέλοντι ἀναγκαῖον εἰδέναι τίς ποτέ ἐστιν ἡ τροφὴ καὶ τὸ αἰσθητόν. ἡ γὰρ αἴσθησις αἰσθητοῦ ἐστιν αἴσθησις, καὶ τὸ τρεφόμενον τῇ τροφῇ τρέφεται· ταῦτα δὲ τῶν πρός τι, τῶν δὲ πρός τι τὸ ἕτερον εἰδέναι θέλοντα ἀναγκαῖον καὶ τὸ λοιπὸν γιγνώσκειν.1 ὥστε ἀναγκαῖος τῷ περὶ τῆς ψυχῆς λόγῳ ὁ περὶ τῶν ἀντικειμένων λόγος. ὁ γὰρ σῖτος ὡς μὲν σῖτος οὐκ ἔστι πρός τι, ὡς δὲ τροφὴ πρός τί ἐστιν· ὁμοίως καὶ ὁ λίθος ὡς μὲν οὐσία τις οὐκ ἔστι τῶν πρός τι, ὡς δὲ ὁρατὸς πρός τί ἐστιν· τὸ γὰρ ὁρατὸν τῇ ὁράσει ἐστὶν ὁρατόν. πόθεν οὖν ὅτι ἡ ψυχὴ τροφῆς καὶ αἰσθήσεως τοῖς σώμασιν αἰτία,2 ἵν’ οὕτως ἀναγκαῖος δειχθῇ ὁ περὶ τούτων λόγος; τοῦτο δείκνυσι διὰ τῶν προκειμένων. τῶν γὰρ αἰτίων, φησί, πολλαχῶς λεγομένων (ἢ γὰρ ὑλικόν ἐστι τὸ αἴτιον ἢ εἰδικὸν ἢ τελικὸν ἢ ποιητικόν) τετραχῶς οὖν τῶν αἰτίων λεγομένων, κατὰ τοὺς τρεῖς τρόπους δείκνυσιν αἰτίαν οὖσαν τὴν ψυχὴν τοῖς ζῶσιν, καὶ ὡς εἶδος καὶ ὡς τέλος καὶ ὡς ποιητικόν· ὅτι γὰρ οὐχ ὑλικὸν αἴτιον ἡ ψυχή, προφανές. καὶ ὅτι μὲν ἡ ψυχὴ ὡς εἶδος τοῖς ζῶσιν αἰτία, δείκνυσι διὰ δύο ἐπιχειρημάτων· τὸ γὰρ ὡς οὐσία τὸ εἶδος σημαίνει αὐτῷ.3 ἡ ψυχή, φησί, τοῖς ζῶσιν ἔστι τοῦ ζῆν αἰτία· τὰ δὲ ζῶντα, καθὸ ζῇ, τὸ εἶναι ἔχει· πᾶν δὲ καθ’ ὃ ἔχει τὸ εἶναι, τοῦτο εἶδος αὐτοῦ ἐστιν· ἡ ψυχὴ ἄρα εἶδός ἐστι τῶν ζώντων. ἢ οὕτω μᾶλλον· ἡ ψυχὴ τοῦ ζῆν τοῖς ζῶσιν αἰτία, τὸ δὲ ζῆν τοῖς ζῶσιν τὸ εἶναι αὐτῶν ἐστιν· ἡ ψυχὴ ἄρα τὸ εἶναί ἐστι τῶν ζώντων. παντὸς δὲ τὸ εἶναι ἡ οὐσία αὐτοῦ ἐστιν· ἡ ψυχὴ ἄρα τῶν ζώντων πάντων οὐσία ἐστίν. ἡ οὐσία δὲ τοῦ εἶναι πᾶσιν αἰτία· ἡ ψυχὴ ἄρα τοῖς ζῶσιν ἅπασι τοῦ εἶναι αἰτία. ὡς οὐσία ἄρα αἴτιον τοῦ εἶναι ἡ ψυχή. ἓν μὲν οὖν ἐπιχείρημα ὅτι αἴτιον ἡ ψυχὴ ὡς εἶδος τοῦτο. ἕτερον δὲ ὅπερ ἤδη καὶ ἐν τοῖς προλαβοῦσιν εἴρηκε· παντὸς γάρ, φησί, τοῦ δυνάμει ὄντος ἡ ἐντελέχεια εἶδός ἐστιν· ἡ δὲ ψυχὴ τοῦ δυνάμει ζωὴν ἔχοντος σώματος ἐντελέχειά ἐστιν· ἡ ψυχὴ ἄρα εἶδός ἐστι τοῦ δυνάμει ζωὴν ἔχοντος σώματος. οὕτω μὲν οὖν αἰτία ἡ ψυχὴ τοῦ σώματος τοῦ ἐμψύχου ὡς εἶδος αὐτοῦ οὖσα. ἀλλὰ μὴν καὶ ὡς ποιητικὸν αἴτιον αἰτία καὶ ἀρχὴ ἡ ψυχὴ καὶ ὡς τελικόν. καὶ ὅτι αἴτιον ὡς τέλος ἡ ψυχή, δείκνυσιν οὕτως (λαμβάνει δὲ πρότερον ὅτι ἡ φύσις πάντα ἕνεκά του ποιεῖ· ἔδειξε γὰρ τοῦτο ἐν τῇ Φυσικῇ ἀκροάσει)· τὰ διωργανωμένα σώματα ἕνεκα τῆς ψυχῆς· οὗ δὲ ἕνεκά τι γίνεται, τοῦτο τέλος ἐκείνου· ἡ ψυχὴ ἄρα τελικόν ἐστι τῶν διωργανωμένων σωμάτων αἴτιον. ὅτι δὲ καὶ ὡς ποιητικὸν αἴτιον ἀρχὴ ἡ ψυχή, σαφῶς δείκνυσι. ποιητικὸν δὲ αἴτιον τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. κινήσεως δὲ εἴδη δ, πρώτη μὲν καὶ κυριωτάτη κίνησις ἡ κατὰ τόπον, εἶτα ἡ κατὰ ἀλλοίωσιν, εἶτα ἡ κατὰ αὔξησιν, εἶτα ἡ κατὰ φθίσιν. καὶ ὅτι μὲν τῆς κατὰ τόπον κινήσεως αἰτία τοῖς ζῴοις ἡ ψυχή, προφανές. ἀλλὰ ταύτῃ οὐ πᾶσαν ψυχὴν περιλαμβάνει, ἀλλὰ τὴν ἐν τοῖς ζῴοις κατὰ τόπον κινητικήν. διὸ δείκνυσιν ὅτι καὶ ἀλλοιώσεως αἰτία.
“灵魂是活的身体的原因和本原。” 谈论完生殖能力的目的,并即将论述滋养、感觉对象以及一般而言与灵魂活动相对置的对象时,他首先通过这些话指出,关于相对置对象的论述对于关于灵魂的论述是必然的。因为有魂之物在其作为有魂之物的限度内受到滋养,以至于灵魂是它受到滋养的原因;同样,灵魂也是动物进行感觉的原因。而被滋养者是由滋养物所滋养的,感觉者感觉的是感觉对象。因此,对于即将论述滋养性灵魂与感觉性灵魂的人来说,必须首先知道受到滋养与感觉究竟是什么;而对于想要认识这些的人来说,必然要知道滋养物与感觉对象究竟是什么。因为感觉是感觉对象的感觉,被滋养者由滋养物所滋养;而这些属于相对之物,对于想要知道相对之物中一方的人来说,必然也要认识其余的一方。因此,关于相对置对象的论述对于关于灵魂的论述是必然的。因为谷物作为谷物并不是相对之物,但作为滋养物则是相对之物;同样,石头作为某种实体不属于相对之物,但作为可见者则是相对之物;因为可见者是对视觉而言可见的。那么,从何处[可知]灵魂是身体滋养与感觉的原因,从而使关于这些的论述被表明是必然的呢?他通过摆在我们面前的文句证明了这一点。他说,因为原因是在多种意义上被述说的(因为原因要么是质料的,要么是形相的,要么是目的的,要么是动力的),所以在原因以四种方式被述说的情况下,他指明灵魂依照三种方式乃是活物的原因:既作为形相,也作为目的,亦作为动力;因为灵魂不是质料因,这是显而易见的。至于灵魂作为形相是活物的原因,他通过两个推论来证明;因为对他而言,“作为实体”指的是形相。他说,灵魂是活物活着的原因;而活物只要活着,就具有存在;任何事物依其具有存在的那一规定,便是它的形相;因此,灵魂是活物的形相。或者不如这样说:灵魂是活物活着的原因,而活着是活物的存在;因此,灵魂是活物的存在。任何事物的存在即是它的实体;因此,灵魂是一切活物的实体。而实体是一切事物存在的原因;因此,灵魂是一切活物存在的原因。因此,灵魂作为实体乃是存在的原因。灵魂作为形相是原因的推论,这便是其一。另一个推论则是他在前面已经说过的:他说,凡处于潜能之物的现实性即是形相;而灵魂是潜能具有生命的身体的现实性;因此,灵魂是潜能具有生命的身体的形相。因此,这样看来,灵魂作为有魂身体的形相乃是其原因。然而,灵魂作为动力因和目的因也是原因和本原。灵魂作为目的是原因,他如下加以证明(但他预先设定了自然为了某物而做一切事这一前提;因为他在《物理学》中已经证明了这一点):具有器官的身体是为了灵魂;凡事物为其生成者,此物便是彼物的目的;因此,灵魂是具有器官的身体的目的因。而灵魂作为动力因也是本原,他清楚地证明了这一点。动力因即是运动本原所由以产生者。运动有四种:第一也是最主要的运动是位移,其次是质变,再次是增长,再次是消减。灵魂是动物位移的原因,这是显而易见的。但在这种意义上并不能涵盖所有的灵魂,而只能涵盖动物中具有位移能力的灵魂。因此他证明,[灵魂]也是质变的原因。
- 2.72τῶν δὲ πρός τι τὸ ἕτερον εἰδέναι θέλοντα ἀναγκαῖον καὶ τὸ λοιπὸν γιγνώσκειν
在非人称表语 ἀναγκαῖον[ἐστι]所引导的不定式结构中,不定式的逻辑主语由宾格分词 θέλοντα 表示。部分属格短语 τῶν πρός τι 修饰宾语 τὸ ἕτερον,整体构成“对于想要知道相对概念中之一方的人来说,认识其余的一方也是必然的”这一宾格加不定式结构。
- 2.72πόθεν οὖν ὅτι ἡ ψυχὴ τροφῆς καὶ αἰσθήσεως τοῖς σώμασιν αἰτία
这是一个省略句式,在疑问词 πόθεν(从何处)之后省略了如 δῆλον [ἐστι] 或 δείκνυται 等动词。整个 ὅτι 从句作为其主语或补足成分,意为“那么,从何处[可知/证明]灵魂是身体滋养与感觉的原因呢?”
- 2.72τὸ γὰρ ὡς οὐσία τὸ εἶδος σημαίνει αὐτῷ
名词化短语 τὸ ὡς οὐσία(“作为实体”这一短语)作主语,而 τὸ εἶδος(形相)是动词 σημαίνει 的直接宾语。与格 αὐτῷ 是指代亚里士多德的评判与格(“对他而言”)。
