- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:269.25-271.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德将目的因(为其所为者)区分为“其目的(属格)”与“其受益者(与格)”的双重含义,通过建房工匠的比喻阐明这一区分,并将其推广至有魂物、无魂物以及对善的渴望与质料的秩序化。他进而指出,关于凡俗事物通过种的延续对永恒性的分有“有些较多,有些较少”,应当从分有的质的尺度而非寿命长短来理解。
" Τὸ δὲ οὗ ἕνεκα δισσόν, τὸ μὲν οὗ, τὸ δὲ ᾧ.1" Ἐπειδὴ εἶπεν φυσικώτατον εἶναι τοῖς ζῶσι τὸ γεννᾶν οἷον αὐτό, τοῦτο 〈δὲ〉 διὰ τὸ πάντα τοῦ πρώτου ὀρέγεσθαι καὶ τῆς ἐκείνου ἀιδιότητος, ἐπειδὴ ὅλως ἐμνήσθη τελικοῦ αἰτίου, διὰ τοῦτό φησιν ὅτι τὸ οὗ ἕνεκα, τουτέστι τὸ τέλος διττόν ἐστι, τὸ μὲν οὗ ἕνεκα, τὸ δὲ ᾧ, ὅπερ καὶ ἐν τῇ Ποιητικῇ καὶ ἐν τῇ Περὶ γενέσεως εἶπεν. οἷον τί λέγω; ὁ οἰκοδόμος τέλος ἔχει τὸ ποιῆσαι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων. τοῦτο τὸ τέλος οὗ ἕνεκά ἐστιν· ἕνεκα γὰρ σκέπης ποιεῖ τὴν οἰκίαν. ἔχει δὲ καὶ ἄλλο τέλος ἡμᾶς·2 τὸ γὰρ σκέπασμα τοῦτο ἡμῖν ποιεῖ. ἐσμὲν οὖν καὶ ἡμεῖς τοῦ οἰκοδόμου τέλος τὸ ὡς ᾧ. ὥσπερ οὖν ἐνταῦθα, οὕτω καὶ ἐπὶ πάντων τῶν φύσει συνεστώτων ἔστι διττὸν τὸ τέλος· ἡ μὲν γὰρ ἔφεσις τοῦ θείου, δι’ ἣν ἕκαστον τῶν ἐμψύχων ποιεῖ ἄλλο οἷον αὐτό, τέλος ἐστὶ τὸ οὗ· τούτου γὰρ ἕνεκα ἡ γένεσις· ἐπειδὴ δὲ τὰ σώματα ὄργανα γίνονται ταῖς ψυχαῖς, αἱ ψυχαί εἰσι τέλη ὡς ᾧ. ἀναλογεῖ οὖν τῷ μὲν τεχνίτῃ τῷ οἰκοδόμῳ ἡ φύσις, τῷ δὲ ἀνθρώπῳ τῷ ἐπιτάττοντι γενέσθαι τὸ σκέπασμα ἡ ψυχή, τῷ σώματι δ’ ἡ οἰκία. οὐ μόνον δ’ ἐπὶ τῶν ζῴων τέλος ἐστὶ διττόν, τό τε οὗ καὶ τὸ ᾧ, ἀλλὰ καὶ ἐπὶ τῶν φυτῶν· καὶ γὰρ καὶ ἐν τούτοις ἡ φύσις ὀργανικὸν ποιεῖ τὸ σῶμα πρὸς τὴν χρείαν τῆς ἐν αὐτοῖς ψυχῆς ἀναφερόμενον. ὀργανικὰ γὰρ καὶ τὰ τῶν φυτῶν μέρη, ἡ ῥίζα καὶ φλοιὸς καὶ ἐντεριώνη καὶ φύλλα καὶ τὰ τοιαῦτα. ἐπὶ μὲν οὖν τῶν ἐμψύχων διττὸν τὸ τέλος, ὥσπερ εἴρηται, ἐπὶ δὲ τῶν λοιπῶν οὐκέτι ἔστιν εὑρεῖν διττὸν τὸ τέλος· μέταλλα γὰρ καὶ λίθοι καὶ ἁπλῶς τὰ ἄψυχα, προσεχῶς ὑπὸ ψύξεως καὶ θερμότητος γινόμενα, ἐξῃρημένως δὲ ὑπὸ τῆς ὅλης δημιουργίας, ἓν τέλος ἔχει τὸ οὗ (ἕνεκα γὰρ τῆς κοσμοποιίας), οὐκέτι μέντοι καὶ τὸ ὡς ᾧ τέλος ἐστὶν ἐν τούτοις. οὐ γάρ εἰσιν ὄργανά τινων οὐδὲ εἰς χρείαν ψυχῶν τινων κατασκευάζεται. μᾶλλον δὲ τὸ διττὸν τοῦτο τέλος ἐπὶ πάντων κοινῶς θεωρητέον. καὶ ἔστι τὸ ὡς οὗ τέλος κοινῶς πάντων φυσικῶν τε καὶ τεχνητῶν ἡ τοῦ ἀγαθοῦ ἔφεσις (ἕνεκα γὰρ τοῦ ἀγαθοῦ καὶ ἡ φύσις καὶ ἡ τέχνη πάντα πράττει) τὸ δ’ ᾧ τοῦ κοσμῆσαι τὴν ὕλην ἕνεκα. ἔστι γὰρ τέλος καὶ τὸ εἶδος ἁπλῶς τοῦ ἀβακίου ἢ τοῦ ζῴου, ὅπερ ἐστὶ τὸ κοσμῆσαι τὴν ὕλην, καὶ ἡ τοῦ ἀγαθοῦ ἔφεσις, δι’ ἣν ταῦτα γίνεται, ἡ χρεία τυχὸν ἢ ἡ τοῦ θείου μίμησις. ἐπισημαίνονται δὲ ἐνταῦθα ὅτι καὶ τὸν σκοπὸν ὁ Ἀριστοτέλης τέλος λέγει (τὸ γὰρ οὗ ἡ ἔφεσις, τοῦτο σκοπός ἐστι) καὶ διὰ τοῦτο διττὸν τὸ τέλος εἶπε. τὴν δὲ ὄρεξιν κοινότερον εἶπε· κυρίως γὰρ ἐπὶ μόνων τῶν ἐχόντων αἴσθησιν ἡ ὄρεξις, ὡς ἀνωτέρω εἶπε, τὰ δὲ φυτὰ ὄρεξιν οὐκ ἔχει, ἐπεὶ μηδὲ αἴσθησιν. ὄρεξιν οὖν λέγει τὴν φυσικὴν πρὸς τοῦτο κατασκευήν, καὶ ὥσπερ ἀμέλει καὶ τὸ πῦρ λέγομεν ἐφίεσθαι τοῦ ἄνω καὶ οὕτως ἐπ’ αὐτὸ ἰέναι. πάντα οὖν τὰ τὴν φυσικὴν αὐτὴν ὁρμὴν καὶ ὄρεξιν ἔχοντα ἐφίεται τῆς τοῦ πρώτου ἀϊδιότητος. καὶ ἐπεὶ τὰ φθαρτά, φησί, μὴ δύναται ταὐτὰ μένειν τῷ ἀριθμῷ, τῷ ποιεῖν ἄλλα οἷα αὐτὰ τῷ εἴδει τῇ διαδοχῇ τὴν ἀϊδιότητα μεταδιώκει. τὸ δὲ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον3 ἤτοι διὰ τὸ τὰ μὲν πολυχρονιώτερα εἶναι, τὰ δὲ ὀλιγοχρονιώτερα, ἢ διὰ τὰ διαλείποντα καὶ μὴ συνεχῶς ὄντα, ἀλλὰ κατὰ καιρούς τινας γινόμενα, ὡς ἀκρίδων γένη καὶ σφῆκες καὶ ἐμπίδες, καὶ εἴ τινα τοιαῦτα. κυριώτερον δ’ ἄν τις τούτου ἀκούοι οὐκ ἐπὶ χρονικῆς παρατάσεως, ἀλλ’ ἐπὶ τοῦ ποιοῦ τῆς μεθέξεως, ἐπεὶ οὕτω τὸ κρεῖττον τῶν θνητῶν ζῴων, ὁ ἄνθρωπος, πολλῶν χειρόνων ἔσται ἧττον μετέχον τοῦ θείου· πολλὰ γὰρ τῶν ζῴων πολυχρονιώτερά ἐστιν ἀνθρώπου, κορῶναι καὶ ἐλέφαντες καὶ ὄφεις καὶ ἄλλα πλεῖστα. οὐχ οὕτως οὖν ἀκουστέον τοῦ τὰ μὲν μᾶλλον τὰ δ’ ἧττον, ἀλλὰ κατὰ τὸ ποιὸν τῆς μεθέξεως. ὥσπερ 〈γὰρ〉 καὶ τὰς τοῦ ἡλίου ἐλλάμψεις οὐ πάντα τὰ ζῷα ὁμοίως δέχεται (ἄλλως γὰρ ἀετὸς τοῦ ἡλιακοῦ φωτὸς μετέχει καὶ ἄλλως ἄνθρωπος καὶ νυκτερὶς ἄλλως κατὰ τὰ μέτρα τῆς ὀπτικῆς αὐτῶν δυνάμεως) οὕτως καὶ τὰς τοῦ θεοῦ ἐλλάμψεις ἄλλα ἄλλως ὑποδέχεται κατὰ τὰ μέτρα τῆς ἑαυτῶν οὐσίας.
“而‘为其所为者’(目的因)是双重的:其一为‘其目的’,其二为‘其受益者’。” 由于他说对于活物而言,产生与自身相似的另一物是最自然的事,而这又是因为万物皆欲求第一者及其永恒性,既然他总体上提及了目的因,为此缘故他说,“为其所为者”,即目的,是双重的:其一是“其目的”,其二是“其受益者”;他在《诗学》和《论生成》中也曾如是说。例如,我指的是什么呢?建造者以制作遮避风雨和酷热的遮盖物为目的。这一目的是“其目的”;因为他是为了遮蔽而造房屋。但他还有另一个目的,即我们;因为他是为了我们而制作这个遮盖物的。因此,我们也是建造者作为“其受益者”的目的。正如在这里一样,在所有依自然而构成的物中,目的也是双重的。因为对神圣者的渴望——有魂之物中的每一者正因这种渴望而产生与自身相似的另一物——乃是“其目的”;因为生成正是为了这一目的。而既然身体成为灵魂的工具,灵魂便是作为“其受益者”的目的。因此,自然对应于作为手艺人的建造者,灵魂对应于命令制作遮盖物的人,房屋则对应于身体。 目的之双重性,即“其目的”与“其受益者”,不仅存在于动物中,也存在于植物中;因为在这些植物中,自然同样使身体成为工具性的,指向它们之中的灵魂的需要。因为植物的各部分——根、树皮、髓、叶及诸如此类的东西——也都是工具性的。 因此,在有魂之物中,正如所说,目的是双重的;但在其余的事物中,便不能再找到双重的目的;因为矿物、石头以及纯粹的无魂之物,在近处是由冷却与加热而生成,在超越意义上则是由普遍的造匠活动所产生,它们只具有单一的目的,即“其目的”(因为这是为了世界的构成),但在它们之中已不再存在作为“其受益者”的目的。因为它们并不是任何事物的工具,也不是为了任何灵魂的需要而构造的。 更确切地说,应当在一切事物中普遍地看待这种双重的目的。一切自然之物与人工之物所共有的作为“其目的”的目的,乃是对善的渴望(因为自然与技术都是为了善而进行一切运作),而“其受益者”则是为了使质料得以修饰。因为不仅算盘或动物的单纯形式——这即是对质料的修饰——是一种目的,而且事物由此产生的对善的渴望(比如需要或对神圣者的摹仿)也是一种目的。 人们在此处指出,亚里士多德也把目标称为目的(因为渴望所向者即是目标),并为此缘故说目的有二。而他是在较宽泛的意义上使用欲望的;因为严格意义上的欲望仅属于具有感觉者,正如他前文所述,而植物既然甚至没有感觉,便不具有欲望。因此他把指向这一目的的自然构造称为欲望,正如我们确实也说火渴望向上方并且如此向其运动。因此,凡具有这种自然冲动和欲望的事物,都渴望第一者的永恒性。 他说,既然可毁灭之物不能在数目上保持同一,它们便通过产生与自身相似的其他事物,藉由继承而在种上追求永恒性。 至于“有些较多,有些较少”这一短语,要么是因为有些寿命较长,有些寿命较短;要么是因为那些断续而不连续存在、仅在特定时节产生的物,如蝗虫类、黄蜂、蚊蚋以及诸如此类之物。但人们更恰当的理解不是基于时间的长短,而是基于分有的特质;因为否则的话,在凡俗动物中更优越者——人类,对神圣者的分有将少于许多劣等物;因为许多动物的寿命都长于人类,如乌鸦、大象、蛇以及许许多多其他动物。因此,“有些较多,有些较少”不可这样理解,而应按照分有的特质来理解。因为正如并非所有动物都以同样的方式接受太阳的照耀(鹰以一种方式分有阳光,人以另一种方式,蝙蝠则以另一种方式,取决于它们视觉能力的尺度),同样,不同的事物也按照自身本质的尺度,以不同的方式领受神的照耀。
- 2.71τὸ μὲν οὗ, τὸ δὲ ᾧ
指亚里士多德《论灵魂》415b2中对目的因的二分法。属格代词 οὗ(所追求的目的/目标,finis cuius)与与格代词 ᾧ(作为受益者/使用者的主体,finis cui)的格位差异,区分了目的所具有的两个不同层面。
- 2.71ἔχει δὲ καὶ ἄλλο τέλος ἡμᾶς
动词 ἔχει 支配的双重宾格结构(直接宾语加宾语补足语)。ἡμᾶς 作直接宾语(“我们”),ἄλλο τέλος 作宾语补足语/述语宾格(“作为另一目的”),意即“他也拥有我们作为另一目的”。
- 2.71τὸ δὲ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον
句首的中性定冠词 τὸ 为引用定冠词,将亚里士多德原文中的整个短语“τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον”(415b4)名词化并作为注释的论题引出。其后随的 ἤτοι... ἤ... 则对此短语提出两种解释途径。
