- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:26.13-27.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出探究灵魂的本性、实体及其附随受动(402a7–a9)的文句,注解者区分了“观照”与“认识”的涵义,将“偶性”解释为本质的必然随附物,阐明“受动”的毁灭性与完满性双重含义,并以此确证《解释篇》的真伪归属。
" Ἐπιζητοῦμεν δὲ θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσίαν." Τὸ μὲν θεωρῆσαι τὸ ὁλοσχερέστερον ἐπιβάλλειν τοῖς περὶ αὐτῆς λόγοις σημαίνοι ἄν, τὸ δὲ γνῶναι τὸ καὶ ἀκριβῶς ἐρευνῆσαι. λεγόμεθα γὰρ θεωρῆσαι τόδε τι, ὅταν ἁπλῶς προσβάλωμεν αὐτῷ, γνῶναι δὲ αὐτό, ὅταν καὶ τὰ ὑπάρχοντα αὐτῷ καταμάθωμεν. φύσιν δὲ καὶ οὐσίαν ἤτοι ἐκ παραλλήλου τὸ αὐτὸ ἀκουστέον, ἵνα ᾖ τοῦ προτέρου τὸ δεύτερον ἐξηγητικόν, ‘φύσιν λέγω ἀντὶ τοῦ τὴν οὐσίαν’, ἢ φύσιν μὲν αὐτὸ τὸ γένος αὐτῆς, οὐσίαν δὲ τὸν ὁρισμόν·1 οἷον ὑπὸ ποῖον γένος ἀνάγεται, πότερον τὴν οὐσίαν ἢ τὸ ποσὸν ἢ τὸ ποιόν; εἴποιεν δ’ ἂν αὐτὴν ὑπὸ μὲν τὸ ποιὸν ἀνάγεσθαι οἱ κρᾶσιν λέγοντες, ὑπὸ δὲ τὸ ποσὸν οἱ λόγον. εἶτα ἐγνωκότες τὸ γένος μαθεῖν καὶ τὰς συστατικὰς αὐτῆς διαφορὰς καὶ οὕτως ἀποδοῦναι τὸν ὁρισμόν· ὁ γὰρ ὁρισμὸς τὰς οὐσίας τῶν πραγμάτων σημαίνει.
“我们探求去观照和认识它的本性与实体。” “观照”大概意指以较为概括的方式着手关于它的论述,而“认识”则意指亦加以精确探究。因为当我们仅仅接触某事物时,我们被称为“观照了某个这”,而当我们亦完全知晓归属于它的属性时,则被称为“认识了它”。而“本性”与“实体”要么应当作为并列的同一事物来理解,以便第二者对第一者起解释作用——“我说本性乃是指其实体”;要么“本性”是指它自身的属,“实体”则是指其定义;例如,它被归于何种属之下,是实体、数量,还是性质?那些称其为混合的人会说它被归于性质之下,而称其为比例的人会说归于数量之下。随后,在认识了属之后,亦当了解它的构成性种差,并以此方式给出定义;因为定义意指事物的实体。
"Ἔπειτα ὅσα συμβέβηκε περὶ αὐτήν." Οὐ λέγει ὅτι δεῖ ζητῆσαι τὰ κατὰ συμβεβηκὸς αὐτῇ ὑπάρχοντα, ὡς τῷ σώματι τὸ λευκόν, ἀλλὰ τὰ κατ’ οὐσίαν ἑπόμενα. οὕτως οὖν ἀκουσόμεθα τοῦ συμβέβηκεν, ὥσπερ καὶ ἐν τῷ ὁρισμῷ τοῦ συλλογισμοῦ τὸ συμπέρασμα. “συλλογισμὸς γάρ ἐστι”, φησί, “λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει”.2 ὥσπερ οὖν ἐνταῦθα οὐ λέγει κατὰ συμβεβηκὸς ταῖς προτάσεσιν ὑπάρχειν τὸ συμπέρασμα, ἀλλὰ σημαίνει ἡ λέξις τὸ καθ’ αὑτὸ ἐξ ἀνάγκης ἑπόμενον, οὕτως καὶ ἐν τῷ παρόντι ἐκληπτέον.
“其次是所有关于它的偶性。” 他并不是说必须探求那些偶性地归属于它的事物,如白色之于身体,而是说那些依照其实体而随附的事物。因此,我们将如同三段论的定义中的结论那样来理解“发生了(作为偶性归属)”。因为他说,“三段论是一种言说,在其中某些事物被设定之后,某种不同于既定事物的东西必然地产生”。因此,正如在那里他不是说结论偶性地属于前提,而是这一措辞意指本质上必然随附之物,在此处也应当如此理解。
"Ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τὰ δὲ κοινὰ καὶ τοῖς ζῴοις δι’ ἐκείνην ὑπάρχειν." Τῶν ἐξ ἀνάγκης ἀκολουθούντων τῇ ψυχῇ τὰ μὲν μόνῃ αὐτῇ ἀκολουθεῖ, τὰ δὲ τῷ ὅλῳ ζῴῳ, λέγω δὴ τῷ ἐκ ψυχῆς καὶ σώματος, καὶ τὰ μὲν τῆς ψυχῆς πάθη ἡ νόησις (τοῦτο γὰρ αὐτῆς καθ’ αὑτὴν τῆς λογικῆς ψυχῆς ἴδιον), τὰ δὲ ἄλλα πάθη τὸ αἰσθάνεσθαι, φαντασιοῦσθαι, θυμοῦσθαι, ἐπιθυμεῖν καὶ εἴ τι τοιοῦτόν ἐστι, ταῦτα κοινά εἰσι τοῦ συναμφοτέρου. πᾶσαν γὰρ ψυχὴν ὡς μίαν τινὰ λαμβάνει καί φησι ταύτης τὰ μὲν ἴδια εἶναι πάθη, οὐ πάσης ἁπλῶς, ἀλλὰ τῆς ὁλοσχερῶς λεγομένης, ἅ τινα δῆλον ὅτι τῆς λογικῆς ἐστιν· ἐν γὰρ τῇ ἁπλῶς ψυχῇ ἐστι καὶ ἡ λογική. τῶν γὰρ ἄλλων ψυχῶν οὐδέν ἐστιν ἴδιον πάθος, ἐπεὶ μηδὲ ἡ οὐσία αὐτῶν χωριστή. τὸ δὲ τοῦ πάθους ὄνομα λέγεται διχῶς· λέγεται γὰρ πάθος ἢ τὸ εἰς φθορὰν ἄγον ἢ τὸ εἰς τελείωσιν. λέγεται γὰρ πάσχειν τὸ ξύλον ὑπὸ τοῦ πυρός, ἀλλ’ ὡς εἰς φθορὰν ἀγόμενον, λέγομεν δὲ πάσχειν καὶ τὰς αἰσθήσεις ὑπὸ τῶν αἰσθητῶν· δῆλον γὰρ ὅτι τελειοῦσθαι καὶ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἀνάγεσθαι. οὕτως οὖν ὁ Πλάτων ἐν τῷ Σοφιστῇ περὶ τοῦ ὅλου φησὶν ὅτι τὸ ὅλον οὐκ ἔστιν ἕν, ἀλλὰ πέπονθε τὸ ἕν, δηλονότι πάθος λέγων τὸ τελειωτικόν· τὸ γὰρ ὅλον οὐκ ἔστιν ὅπερ τὸ ἕν, ἐπειδὴ τὸ ὅλον τῶν μερῶν ἐστιν ὅλον, τὰ δὲ μέρη πολλὰ καὶ οὐχ ἕν· ὥστε οὐχ ἓν τὸ ὅλον, εἴ γε ἐν πολλοῖς ἔχει τὸ εἶναι, ἀλλὰ πεπονθὸς ἔχει τὸ ἕν·3 πέπονθε δὲ τὸ ἓν τὴν οἰκείαν τελειότητα ἀπολαβόν. ἐκ τοῦ χωρίου δὲ τούτου ἐλέγχομεν τὸν Ἀνδρόνικον τὸν Ῥόδιον νοθεύσαντα τὸ Περὶ ἑρμηνείας· εἰπόντος γὰρ ἐκεῖ τοῦ Ἀριστοτέλους ὅτι τὰ νοήματα παθήματά ἐστι τῆς ψυχῆς, ὥσπερ εἴρηται ἐν τῷ Περὶ ψυχῆς, φησὶν ὁ Ἀνδρόνικος ὅτι τοῦτο οὐδαμοῦ εἴρηται ἐν τῷ Περὶ ψυχῆς, ὥστε ἀνάγκη ἢ τὴν Περὶ ψυχῆς νοθεῦσαι ἢ τὸ Περὶ ἑρμηνείας· ἀλλὰ μὴν ἡ Περὶ ψυχῆς ὡμολόγηται τοῦ Ἀριστοτέλους εἶναι· νόθον ἄρα τὸ Περὶ ἑρμηνείας. λέγομεν οὖν ὅτι ἐνταῦθα ἴδια πάθη τῆς ψυχῆς οὐδὲν ἄλλο ἢ τὰ νοήματα εἶπεν, ὥστε τοῦτο ἦν ὃ ἐν τῷ Περὶ ἑρμηνείας ἔλεγεν.
“在这些事物中,有些似乎是灵魂固有的受动,而另一些则似乎因它而同样共同属于动物。” 在必然随附于灵魂的事物中,有些仅随附于它自身,有些则随附于整个动物,我指的是由灵魂与身体构成的整体;灵魂固有的受动是思想(因为这对于理性灵魂自身而言乃是本己固有的),而其他受动——感知、产生表象、发怒、欲望以及任何诸如此类的事物——则是复合体所共同具有的。因为他把一切灵魂视为单一的整体,并说存在属于它的固有受动,这并非单纯地属于一切灵魂,而是属于被通体统称的灵魂,显而易见这些是属于理性灵魂的;因为在单纯而言的灵魂中也包含着理性灵魂。因为其他灵魂没有任何固有的受动,既然它们的实体亦非可分离的。而“受动”这一名称是在两种意义上被言说的:受动被称为要么是导向毁灭者,要么是导向完满者。因为木材被说成受火的作用(受动),但这是作为被导向毁灭;而我们也说感觉器官受可感觉对象的作用(受动);显而易见这是被完满化并从潜能被提升到现实。因此柏拉图在《智者篇》中关于整体这样说:整体不是一,而是承受了一(受到了作为一的影响),显然是将导向完满者称为受动;因为整体并非就是一本身,既然整体是诸部分的整体,而诸部分是多数而非一;所以如果整体的存在在于多数之中,那么整体就不是一,而是作为承受状态具有一;而它是通过获得其固有的完满性而承受了一。正是基于这一段落,我们驳斥了断定《解释篇》为伪作的罗得岛的安德罗尼柯;因为当亚里士多德在那里说思想是灵魂的受动(印记),正如在《灵魂论》中所说的那样时,安德罗尼柯说这在《灵魂论》中绝无提及,所以必然要么将《灵魂论》定为伪作,要么将《解释篇》定为伪作;然而《灵魂论》公认为是亚里士多德的作品;因此《解释篇》乃是伪作。故而我们说,在这里他所说的灵魂固有的受动非他,正是思想,因此这正是他在《解释篇》中所说的。
- 1.6ἤτοι ἐκ παραλλήλου τὸ αὐτὸ ἀκουστέον ... ἢ φύσιν μὲν αὐτὸ τὸ γένος αὐτῆς, οὐσίαν δὲ τὸν ὁρισμόν
通过 ἤτοι ... ἤ 相关结构提出了两种可能的解释:前者将 φύσιν 和 οὐσίαν 视为同义并列(ἐκ παραλλήλου),以第二者作为第一者的同格解释;后者则在概念上区分 φύσις 为属(γένος),而 οὐσία 为定义(ὁρισμός)。
- 1.7τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει
引自亚里士多德《前分析篇》24b18–20关于三段论的定义。τεθέντων τινῶν 是表示条件的属格独立结构;ἕτερόν τι 是 συμβαίνει 的主语,τῶν κειμένων 是依赖于 ἕτερον 的分离/比较属格。此处 συμβαίνει 并非指偶发性遭遇,而是指逻辑上的必然随附(ἐξ ἀνάγκης ἑπόμενον)。
- 1.8ἀλλὰ πεπονθὸς ἔχει τὸ ἕν
完成体主动分词 πεπονθός 为主格,与主语 τὸ ὅλον 一致,同动词 ἔχει 构成迂回完成体结构(或主语的次级谓词)并以 τὸ ἕν 为宾语,意为“作为遭受影响的状态而具有一”,意译了柏拉图《智者篇》(如245b)中的本体论表述。
