- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:268.26-269.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论述了非理性灵魂是否先于精液的疑难,提出它是由普遍的造匠活动而非继承所赋予的;进而解释了无魂之物(如元素的相互转化和矿物的再生)如何按照自身尺度展现出作为模仿永恒的生殖活动。
εἰ δὲ τοῦτο ἀληθές, προϋπάρχειν ἀνάγκη τοῦ σπέρματος τὴν ἄλογον ψυχήν. εἰ γὰρ ἐν τῷ σπέρματι τὴν γένεσιν ἴσχει, ψεῦδος τὸ εἰρημένον, καὶ εἰ ἐν τῷ πνεύματι ἔχει τὸ εἶναι καὶ ἐπιδιαμένει μετὰ τὴν διάλυσιν τοῦ ζῴου, ἀδύνατον ἐν τῷ σπέρματι τοὺς λόγους αὐτῆς εἶναι· ἐν ἐκείνῳ γὰρ ἕξει καὶ τὸ εἶναι. εὔλογον δὲ καὶ τὸ ἐπιδιαμένουσαν * * τοῦ σώματος καὶ προϋπάρχειν αὐτοῦ.1 μήποτε οὖν ὥσπερ τῶν αὐτομάτων ζῴων τε καὶ φυτῶν ἡ γένεσις οὐκ ἐκ προϋποκειμένης ψυχῆς τῇ διαδοχῇ γίνεται, ἀλλὰ τῆς ὕλης ἐπιτηδείας γενομένης ὑπὸ τῆς ὅλης δημιουργίας ἐνίεται ἐν αὐτῇ τῶν τε βοτανῶν καὶ τῶν ζῴων τὰ εἴδη καὶ αἱ ἐν αὐτοῖς ψυχικαὶ δυνάμεις, οὕτω καὶ ἐπὶ τῆς ἀλόγου ψυχῆς τῆς ἐν πᾶσι τοῖς ζῴοις γίνεται ἐκ τῆς ὅλης δημιουργίας ὑφισταμένων αὐτῶν. εἰ γόνιμος οὖν δύναμις τῆς ἀλόγου ψυχῆς, οὐδεμία ἀπορία·2 τῆς γὰρ γονίμου δυνάμεως οὐ χρεία ταύτῃ τὴν κατὰ ἀριθμὸν ἐχούσῃ ἀιδιότητα. // ἀλλ’ εἰ πάντα τοῦ ἀεὶ ἐφίεται, καὶ διὰ τοῦτο ἐνέσπαρται τοῖς ἐμψύχοις ἡ γεννητικὴ δύναμις, πῶς ἐπὶ τῶν ἀψύχων προχωρήσει ὁ λόγος; οὐδὲ γὰρ τὴν γεννητικὴν ἔχει δύναμιν. φημὶ οὖν ὅτι κἀν τούτοις κατὰ τὰ μέτρα τὰ αὐτῶν ἔστι τὴν τοιαύτην ἐνέργειαν θεάσασθαι. ὥσπερ γὰρ καὶ ἐν τοῖς ἐμψύχοις οὐχ ὁμοία ἡ ἔφεσις τοῦ τοιούτου, ἀλλ’ ἐν μὲν τοῖς ζῴοις προαιρετὴν ἔχουσι τὴν κίνησιν καὶ ὄρεξις ἐντίθεται ὑπὸ τῆς φύσεως τῆς γεννητικῆς δυνάμεως παροιστρῶσα τὰ ζῷα καὶ ἐπείγουσα εἰς τὴν τοιαύτην ἐνέργειαν, καὶ ἐν αὐτοῖς τούτοις διαφορὰ πλείστη (ὁ μὲν γὰρ ἄνθρωπος μετὰ τοῦ καὶ ἐφιστάνειν τῷ γεννωμένῳ, φημὶ δ’ ὅτι τῆς διαδοχῆς ἕνεκεν τοιαῦται ὑπάρχουσιν ἡμῖν ἐνέργειαι), ἐν δὲ τοῖς φυτοῖς ἀπροαιρέτου τῆς κινήσεως οὔσης, αὐτόματος ἡ γεννητικὴ ἐνέργεια πρόεισιν, οὕτως οὐδὲν θαυμαστὸν3 εἰ καὶ ἐπὶ τῶν ἀψύχων φανείη ὑφειμένη ἡ τοιαύτη δύναμις. τὰ γοῦν στοιχεῖα δρῶντα εἰς ἄλληλα τὸ ἐπικρατοῦν εἰς τὴν ἑαυτοῦ ἰδέαν μεταβάλλει τὸ ἐπικρατούμενον· τὸ γὰρ θερμὸν ἐπικρατῆσαν τοῦ ψυχροῦ εἰς ἑαυτὸ μεταβέβληκεν, ὁμοίως καὶ εἰ τὸ ψυχρὸν ἐπικρατήσῃ τοῦ θερμοῦ, ἐπὶ ξηροῦ τε καὶ ὑγροῦ ὡσαύτως. ἐπεὶ γὰρ μὴ ἄφθαρτά ἐστι τὰ στοιχεῖα, τούτου χάριν εἰ φθαρείη ὑπὸ θερμοῦ ψυχρόν, ἀλλαχοῦ ἡ ἀνταπόδοσις γίνεται ἐπικρατοῦντος τοῦ ψυχροῦ, ἵνα τὰ εἴδη φυλάττηται. καὶ τὰ μέταλλα δὲ φθειρόμενα πάλιν ἀνταποδίδοται· εἰ γὰρ καὶ μὴ ὅδε ὁ λίθος γεννᾷ ἄλλον ὅμοιον ἑαυτῷ, ἀλλ’ οὖν αὐτὴ οἷον ἡ τοῦ μετάλλου ὁλότης τὴν γεννητικὴν ἔχει δύναμιν. ἔοικε γὰρ ὅδε ὁ λίθος μορίῳ τινὶ ζῴου, αὐτὴ δ’ ἡ τοῦ μετάλλου ὁλότης ὅλῳ τῷ ζῴῳ. καὶ γὰρ ἐν τοῖς ζῴοις ἐν τοῖς ὅλοις ἡ γεννητικὴ δύναμις, οὐκ ἐν τοῖς μορίοις, καὶ ὥσπερ ἐν τοῖς ζῴοις σαρκός τινος ἀφαιρεθείσης ἀντ’ αὐτῆς ἑτέραν γεννᾷ ἡ φύσις, οὕτω καὶ ἐν τοῖς μετάλλοις ἀντὶ τοῦ ἀφαιρεθέντος ἀποδίδοται.
但如果这是真的,非理性灵魂就必然先于精液存在。因为如果它在精液中获得生成,前述之说便是虚假的;并且如果它在气(纽玛)中具有其存在,并在动物解体之后继续留存,那么它的诸理则(logos)便不可能存在于精液中;因为它的存在也将在那〔精液〕中。而且,它既然在身体[解体之后]继续留存,先于身体存在也是合乎情理的。那么,难道不能说,正如自发的动物与植物的生成并非出于在先底护的灵魂通过继承而产生,而是在质料变得适宜时,由普遍的造匠活动将草木和动物的形式以及存在于其中的灵魂诸能力注入质料中,在所有动物之中的非理性灵魂也是如此,由普遍的造匠活动而使它们得以确立?因此,如果〔没有〕非理性灵魂的生殖能力,便没有任何疑难;因为对于在数目上拥有永恒性的它[非理性灵魂]而言,并不需要生殖能力。 然而,如果一切事物都渴望永恒者,且生殖能力因此被播入有魂之物中,那么这一论述在无魂之物上将如何推展呢?因为它们甚至不具有生殖能力。因此我说,即使在这些事物中,按照它们自己的尺度,也可以观察到这种活动。因为正如即便在有魂之物中,对此类事物的渴望并非千篇一律,而是在具有抉择性运动的动物中,由本性也植入了属于生殖能力的欲望,刺激动物并促迫它们进行这种活动,并且在这些动物本身之中也存在极大差异(例如人类甚至伴随着对所生者的关切,我说我们正是为了延续而具有这些活动),而在植物中,由于运动是非抉择性的,生殖活动便自发地进行——因此,如果在无魂之物中这种能力也以低减的形式显现,便不足为奇了。无论如何,诸元素彼此相互作用,占优势者将受支配者转化为自身的形式;因为热者胜过冷者时,便将冷者转化为自身,同样,若冷者胜过热者亦然,在干燥与湿润的情形中也是如此。因为诸元素并非不灭的,所以为此缘故,若冷者被热者毁灭,在另一处当冷者占优势时就会发生补偿,以使形式得以保存。矿物在被毁坏时同样得到重新补偿;因为即使这块特定的石头不生殖另一块与自身相似的石头,但矿物的全体本身仿佛拥有生殖能力。因为这块特定的石头好比动物的某个部分,而矿物的全体本身则好比整个动物。事实上,在动物中生殖能力也在于全体,而不在于部分,并且正如在动物中切除某些肉时,本性会生出另一块肉来代替它,在矿物中也会补偿被取走之物。
- 2.70εὔλογον δὲ καὶ τὸ ἐπιδιαμένουσαν * * τοῦ σώματος καὶ προϋπάρχειν αὐτοῦ.
手稿在 ἐπιδιαμένουσαν 与 τοῦ σώματος 之间存在脱文。根据前文的 ἐπιδιαμένει μετὰ τὴν διάλυσιν τοῦ ζῴου(在动物解体后继续留存),此处脱落的内容通常被补为 μετὰ τὴν διάλυσιν 等短语。分词 ἐπιδιαμένουσαν 代指非理性灵魂,与不定词 προϋπάρχειν 一同作无人称短语 εὔλογον [ἐστι] 的主语补足成分。
- 2.70εἰ γόνιμος οὖν δύναμις τῆς ἀλόγου ψυχῆς, οὐδεμία ἀπορία
写本在此处可能有否定词(μὴ 或 οὐ)的脱落,需理解为“如果非理性灵魂[不]是生殖能力”。后文的原因从句 τῆς γὰρ γονίμου δυνάμεως οὐ χρεία ταύτῃ τὴν κατὰ ἀριθμὸν ἐχούσῃ ἀιδιότητα(因为对于在数目上拥有永恒性的它而言不需要生殖能力)明确表明,只有取否定意义,前后的论证逻辑才能贯通。
- 2.70ὥσπερ γὰρ καὶ ἐν τοῖς ἐμψύχοις οὐχ ὁμοία ἡ ἔφεσις τοῦ τοιούτου ... οὕτως οὐδὲν θαυμαστὸν
这是一个长篇比较句构的骨架。由 ὥσπερ 引导的从句通过 μὲν ... δέ 对比了有魂之物内部动物(具有抉择性运动与欲望、人类兼具反思关照)与植物(非抉择且自发活动)的差异,并最终汇入主节 οὕτως οὐδὲν θαυμαστὸν εἰ ... φανείη(因此,如果……显现出来便不足为奇)。
