- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:265.4-266.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者依据《范畴篇》解释了相对立的对象何以在说明与本性上先于现实活动与潜能,并指出由于生长与生殖潜能缺乏外在对象,亚里士多德乃从它们各自的目的出发展开探讨。
τὸ μὲν οὖν χρῶμα ὡς μὲν ὁρατὸν πρός τί ἐστιν, πρός τι δέ ἐστιν οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν·1 ἐν τούτοις γὰρ ἀνάγκη ἐν τῷ ἑκατέρου λόγῳ θάτερον ἐμπεριέχεσθαι· ὡς δὲ χρῶμα οὐκ ἔστι τῶν πρός τι· διὸ οὐκ ἀνάγκη παραλαμβάνεσθαι ἐν τῷ ὁρισμῷ αὐτοῦ τὸ ὁρᾶν. ταῦτα οὖν τῷ λόγῳ πρῶτα ἐκείνων ὧν ἐν τῷ ὁρισμῷ παραλαμβάνονται. τούτων δὲ ἔτι πρότερον δεῖ τὰ ἀντικείμενα τεθεωρηκέναι. καὶ ἀρχόμενος τοῦ βιβλίου ἔλεγε ‘δεῖ ζητῆσαι, εἰ δέοι περὶ τῶν ἀντικειμένων ταῖς ἐνεργείαις πρότερον διαλαβεῖν’, καὶ νῦν φησιν ὅτι ἀπὸ τούτων ἀρκτέον τῆς διδασκαλίας ὡς σαφεστέρων καὶ τῇ φύσει πρώτων. ὡς γὰρ ἐν Κατηγορίαις ἔδειξεν, αἰσθήσεως μὲν οὔσης πᾶσα ἀνάγκη εἶναι καὶ αἰσθητόν, καὶ θρέψεως οὔσης ἀνάγκη πᾶσα εἶναι καὶ τροφήν, καὶ ἀναιρουμένων τούτων οὔτε αἴσθησις οὔτε θρέψις ἔσται· θρέψεως δὲ καὶ αἰσθήσεως ἀναιρεθείσης τὰ ὧν ἡ αἴσθησις ἀντιληπτικὴ καὶ τὰ οἷς τρέφεται τὰ τρεφόμενα οὐδὲν κωλύει εἶναι. καὶ γὰρ εἰ μὴ ὡς αἰσθητὰ πρῶτα αἰσθήσεως, ἀλλ’ οὖν προϋπάρχει γε αὐτῆς ὡς τάδε τινά. τίνα δέ ἐστι τὰ ἀντικείμενα ταῖς ἀπὸ τῶν ψυχικῶν δυνάμεων ἐνεργείαις, τῷ τρέφεσθαι, τῷ αἰσθάνεσθαι, τῷ νοεῖν, ἐπήγαγε· περὶ τροφῆς γάρ, φησί, καὶ αἰσθητοῦ καὶ νοητοῦ. καὶ ἐπὶ μὲν τῆς θρεπτικῆς δυνάμεως πρῶτον περὶ τροφῆς διαλέγεται· ἐπὶ δὲ τῆς γεννητικῆς καὶ τῆς αὐξητικῆς ἐπεὶ μὴ εὗρεν ἀντικείμενόν τι ἀνάλογον τῇ τροφῇ2 (οὐ γὰρ ὥσπερ ἐστί τι ἔξω τῆς θρέψεως ἡ τροφή, οὕτω καὶ ἐπ’ ἐκείνων· ἐν αὐτῷ γάρ ἐστι τῷ αὐξομένῳ ἡ αὐξητικὴ δύναμις· ὁμοίως τὸ γεννώμενον ὅμοιόν ἐστι τοῦ γεννῶντος, ὥστε ὅσα λέγεται περὶ τοῦ γεννῶντος, τοσαῦτα καὶ περὶ τοῦ γεννωμένου, καὶ οὐδὲν δεῖ περὶ αὐτοῦ ἰδίᾳ εἰπεῖν, καὶ παντὶ προφανὲς ὅτι ὅμοιον τῷ γεννῶντι τὸ τικτόμενον, ἐπειδὴ τῆς τροφῆς ἄπορος ὁ λόγος, ὡς μαθησόμεθα), διὰ τοῦτο οὖν ἀπὸ τῶν τελῶν ἐποιήσατο τούτων τὴν διδασκαλίαν, τῆς αὐξητικῆς λέγω καὶ γεννητικῆς. τέλος δὲ τῆς μὲν γεννητικῆς δυνάμεως ἡ τοῦ θείου μίμησις· ἐπεὶ γὰρ πάντα μὲν τοῦ πρώτου ἐφίεται καὶ τῆς ἐν ἐκείνῳ ἀϊδιότητος, οὐ δύναται δὲ τὰ φθαρτὰ τῷ τὰ αὐτὰ μένειν κατὰ ἀριθμὸν μιμεῖσθαι τὴν τοῦ θείου ἀϊδιότητα, τῷ γεννᾶν ἕτερα οἷα αὐτὰ τὴν ἀϊδιότητα μιμεῖται. τέλος δὲ τῆς αὐξητικῆς τὸ ἀγαγεῖν τὸ αὐξόμενον εἰς τὸ τέλειον καὶ κατὰ φύσιν εἶδος, εἰς ὃ γενόμενον τὰς τελειοτάτας τῆς φύσεως ἐνεργεῖ ἐνεργείας, λέγω τὰς γεννητικάς. ἐκ τῶν τελῶν οὖν τὴν περὶ τούτων ποιεῖται διδασκαλίαν. εἰ δέ τις ἀκριβῶς ἐπισκέπτοιτο, καὶ τὴν θρεπτικὴν ἀπὸ τοῦ τέλους ἐδίδαξεν, ὡς ὁ ὁρισμὸς αὐτῆς δηλοῖ. ὡρίσατο γὰρ αὐτὴν οὕτως· δύναμίς ἐστι, φησίν, οἵα τε οὖσα σώζειν τὸ ἔχον αὐτήν, καθὸ ἔχει τὸ εἶναι, τὸν ἄνθρωπον, καθὸ ἄνθρωπος, καὶ τὰ λοιπά.
因此,颜色作为可见物是关系者,而关系者就是那些“其实存等同于以某种方式对某物处于关系之中”的事物;因为在这些事物中,每一方的说明之中必然包含另一方;但作为颜色,它并不属于关系者;因此在它的定义中并不必然引入观看。所以,这些事物在说明上先于那些在其定义中包含它们的事物。而且在这些事物之前,更应当考察相对立的对象。在本书开端他就曾说“应当探究,是否需要先探讨与现实活动相对立的对象”,而现在他说必须从这些事物开始教学,因为它们更为明白,且在本性上居先。正如他在《范畴篇》中所指出的,若感觉存在,则完全必然感觉对象也存在,若营养存在,则完全必然营养物也存在,若取消了这些对象,则既不会有感觉,也不会有营养;但即使营养与感觉被取消,却没有任何事物阻碍感觉所能把握之物以及被营养者赖以获得营养之物的实存。因为即使它们作为感觉对象并不先于感觉,然而作为“某一具体之物”,它们无论如何先于感觉而预先实存。至于与由灵魂潜能所产生的诸现实活动——即获得营养、感知、思考——相对立的对象是什么,他作了补充;他说,即关于营养物、感觉对象和可知对象。在营养潜能的情况下,他首先论述营养物;但在生殖潜能与生长潜能的情况下,由于他没有发现任何类似于营养物的对立对象(因为并不是像营养物是营养之外的某物那样,在它们的情况下也是如此;因为生长潜能就在生长者自身之中;同样地,被生成者与生成者相似,以至于凡关于生成者所说的,同样也适用于被生成者,完全无需对其个别地论述,而且对所有人而言显而易见的是,产出之物与生成者相似,因为关于营养物的论述是充满疑难的,正如我们将会学到的),因此,他便从它们的目的出发来进行这两者(我指生长潜能与生殖潜能)的教学。生殖潜能的目的在于对神圣者的摹仿;因为一切事物都渴望第一者以及在第一者之中的永恒性,但可毁灭的事物无法通过在数量上保持同一来摹仿神圣者的永恒性,而是通过生成像自身一样的其他事物来摹仿永恒性。而生长潜能的目的在于将生长之物引向完全且合乎本性的形式,生长之物一旦达到这一形式,便施行自然中最完满的现实活动,我指生殖活动。因此,他是从诸目的出发来进行关于它们的教学的。但如果有人仔细考察,他对于营养潜能也是从目的出发来进行教学的,正如其定义所表明的那样。因为他这样定义它:他说,它是一种潜能,“能够保存拥有它的事物,只要它拥有实存;即保存人,只要他是人”,等等。
- 2.66πρός τι δέ ἐστιν οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν
关系从句 οἷς τὸ εἶναι ταὐτόν ἐστι... 省略了先行词(作为主语的 ταῦτα),与格 οἷς 为领属/关涉与格(“对……而言其存在即是……”)。全句构成对关系者的述谓性定义,严格化用了《范畴篇》8a31-32中的定义句式。
- 2.66ἐπὶ δὲ τῆς γεννητικῆς καὶ τῆς αὐξητικῆς ἐπεὶ μὴ εὗρεν ἀντικείμενόν τι ἀνάλογον τῇ τροφῇ
主干句式为 ἐπὶ δὲ τῆς γεννητικῆς... ἐπεὶ μὴ εὗρεν... διὰ τοῦτο οὖν ἀπὸ τῶν τελῶν ἐποιήσατο τούτων τὴν διδασκαλίαν。介词短语 ἐπὶ δὲ τῆς γεννητικῆς... 前置,紧接原因从句 ἐπεὶ μὴ εὗρεν...,中插长括注(οὐ γὰρ ὥσπερ... μαθησόμεθα),最后由 διὰ τοῦτο οὖν... 引出主句谓语,构成跨度较大的倒置分隔结构。
