← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§266.3-267.17

先于能力的对象探讨与被生殖者的性质

注疏亚里士多德《灵魂论》415a22–a23,解释了在能力之前先讨论对象(养分、感觉对象、思惟对象)的方法顺序,并指出理智与其对象之间的例外关系。接着,他借助房屋建造的比喻阐明被生殖之物既是对置对象又是目的的双重性质,并说明了植物性灵魂被称为营养性灵魂的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.67

" Οἷον περὶ τροφῆς καὶ αἰσθητοῦ καὶ νοητοῦ." Πρὸ γὰρ τῆς θρεπτικῆς δυνάμεως διδάξει τί ποτέ ἐστι τροφή, καὶ πρὸ τῆς αἰσθητικῆς δυνάμεως τί ποτέ ἐστιν αἰσθητόν. οὐκέτι δὲ περὶ τοῦ νοῦ μέλλων διδάσκειν πρότερον περὶ τοῦ νοητοῦ διαλέξεται·1 ἀσαφέστερον γὰρ ἐνταῦθα τὸ ἀντικείμενον τοῦ νοῦ, λέγω τὸ νοητόν. ἀλλ’ ἐπειδὴ οὔπω ταῦτα διείρηκεν, λέγω δὴ τὰ περὶ τῶν διδασκαλιῶν πασῶν τῶν ψυχικῶν δυνάμεων, διὰ τοῦτο προσέθηκε καὶ νοητοῦ, ἵνα μὴ ἐπιταράξῃ τὴν διδασκαλίαν, ἐπεί, ὡς εἶπον, οὐ τῇ αὐτῇ τάξει ἐπὶ τούτων χρήσεται.

“例如关于养分、感觉对象以及思惟对象。” 因为在营养能力之前,他将先教导养分究竟是什么;而在感觉能力之前,将先教导感觉对象究竟是什么。但当他要教导关于理智时,他将不再首先论述思惟对象;因为在这里,理智的对置对象,即思惟对象,更为晦暗。然而,由于他尚未区分说明这些事情——我指的是关于所有灵魂能力的教学安排——因此他附加了“思惟对象的”,以免使教学陷入混乱,因为正如我说过的,他在这些事情上不会采用同样的次序。

§2.68

"Ὥστε πρῶτον περὶ τροφῆς καὶ γεννήσεως λεκτέον." Ἐπειδὴ πρῶτον τῇ φύσει ἡ θρεπτικὴ δύναμις, ὡς πολλάκις εἶπον, ἔφη δὲ δεῖν πρὸ τῶν δυνάμεων περὶ τῶν ἐνεργειῶν εἰπεῖν, πρὸ δὲ τῶν ἐνεργειῶν περὶ τῶν ἀντικειμένων, πρὸς ἃ 〈αἱ〉 ἐνέργειαι τὸ εἶναι ἔχουσι,2 τῷ δὲ τρέφεσθαι ἡ τροφὴ ἀντίκειται (τὸ γὰρ τρεφόμενον τροφῇ τρέφεται), διὰ τοῦτο ἀρχόμενος πάλιν τοῦ περὶ ψυχῆς λόγου περὶ τροφῆς πρῶτον λέγειν, φησί, δεῖ. συνῆψε δὲ τῇ τροφῇ τὴν γέννησιν, ὡς τῆς τροφῆς καὶ τοῦ γεννᾶν αἰτίας οὔσης· τὸ γὰρ σπέρμα περίττωμά ἐστι τροφῆς. γέννησιν δὲ τὸ γεννώμενον εἶπεν· τοῦτο γὰρ τῷ γεννᾶν ἀντίκειται· τὸ γὰρ γεννῶν γεννώμενον γεννᾷ. καὶ περὶ τῆς γεννητικῆς οὖν μέλλοντας εἰπεῖν πρῶτον περὶ τοῦ ἀντικειμένου ῥητέον. οὐκ ἔστι δ’, ὅπερ εἶπον, τὸ γεννώμενον ὡς ἀντικείμενον, ἀλλὰ μᾶλλον ὡς τέλος· τούτου γὰρ στοχάζεται ἡ φύσις διὰ τὴν ἔφεσιν τῆς διαμονῆς, τοῦ ποιῆσαι ἄλλο οἷον αὐτό. μήποτε δὲ οὐδὲν κωλύσει3 καὶ ὡς ἀντικείμενον αὐτὸ θεωρεῖν, ὅταν ὡς γεννώμενον μόνον θεωρῆται· οὔτε γὰρ γέννησιν ἐνδέχεται ἄνευ τοῦ γεννωμένου οὔτε γεννώμενον ἄνευ γεννήσεως. ὥσπερ οὖν ἡ οἰκοδόμησις τοῦ οἰκοδομητοῦ ἐστιν οἰκοδόμησις καὶ ἡ αἴσθησις αἰσθητοῦ αἴσθησις, οὕτω δήπου καὶ ἡ γέννησις γεννητοῦ γέννησις· καὶ ὥσπερ τέλος τῆς οἰκοδομήσεως τὸ ἀποτελέσαι τὸ οἰκοδομητόν, τουτέστιν οἰκίαν ποιῆσαι, οὕτω καὶ τῆς γεννήσεως τὸ ποιῆσαι ἄλλο οἷον τὸ γεννῶν. ὥσπερ οὖν τὴν οἰκίαν οὐδὲν κωλύει καὶ ὡς ἀντικείμενον καὶ ὡς τέλος θεωρεῖσθαι τῆς οἰκοδομήσεως, ὡς μὲν αὐτὸ τοῦτο οἰκίαν, τουτέστι σκέπασμα κωλυτικὸν ἀπ’ ὄμβρων καὶ καυμάτων, τέλος, ὡς μέντοι οἰκοδομητόν, ἕως ἂν οἰκοδομῆται, ἀντικείμενον, οὕτω καὶ τῆς γεννήσεως τὸ γεννώμενον ὡς μὲν ἔτι γεννώμενον ἀντικείμενον (ὡς γὰρ ἡ οἰκοδόμησις πρὸς τὸ οἰκοδομητόν, οὕτως ἡ γέννησις πρὸς τὸ γεννητόν), ὡς δὲ ἤδη γεγεννημένον τέλος. τὸ αὐτὸ καὶ ἐπὶ αὐξήσεως καὶ αὐξητοῦ καὶ ηὐξημένου.

“因此首先必须谈论养分和生殖。” 正如我屡次说过的那样,由于营养能力在本性上居于首位,而他说过在诸能力之前应当先谈论诸活动,在诸活动之前则应当先谈论诸对置对象——诸活动正是相对于这些对象才具有其实在——并且养分与被滋养相对置(因为被滋养者乃是以养分被滋养),因此,在重新开始关于灵魂的论述时,他说必须首先谈论养分。他把生殖与养分联结在一起,是因为养分也是生殖的原因;因为精液乃是养分的余留物。而他以“生殖”来指“被生殖之物”;因为这与生殖相对置,盖生殖者生殖着被生殖之物。因此,将要谈论生殖能力时,也必须首先谈论其对置对象。然而,正如我说过的,被生殖之物并不是作为对置对象,而是宁可作为目的;因为本性出于对永存的渴望,追求着这一目标,即造出另一个与自己相似者。不过,当被生殖之物仅作为正在被生殖之物来考量时,也许没有任何东西妨碍也将它视作对置对象;因为既不可能没有被生殖之物而有生殖,也不可能没有生殖而有被生殖之物。因此,正如建造乃是可建造之物的建造,感觉乃是感觉对象的感觉,生殖当然也同样是可生殖之物的生殖;正如建造的目的在于完成可建造之物,即造出一座房屋,生殖的目的也同样在于造出另一个与生殖者相似之物。因此,正如没有任何东西妨碍房屋既被视作建造的对置对象,又被视作其目的——作为这一物本身即房屋,亦即抵御雨水和炎热的掩体,它是目的;然而作为可建造之物,只要它还在被建造,它就是对置对象——同样,在生殖方面,被生殖之物作为仍在被生殖者,是对置对象(因为正如建造之于可建造之物,生殖之于可生殖之物亦是如此);而作为已经被生殖者,则是目的。同样的情况也适用于增长、可增长之物以及已增长之物。

§2.69

"Ἡ γὰρ θρεπτικὴ ψυχὴ καὶ τοῖς ἄλλοις ὑπάρχει πρώτη." Ἐντεῦθεν λοιπὸν ἄρχεται τὴν περὶ τῆς φυτικῆς ψυχῆς διδασκαλίαν ποιεῖσθαι. θρεπτικὴν ψυχὴν ἐνταῦθα τὴν φυτικὴν λέγει. ἐπειδὴ πρὸ τῶν δυνάμεων δεῖ περὶ τῶν ἐνεργειῶν διαλαβεῖν, πρὸ δὲ τῶν ἐνεργειῶν περὶ τῶν ἀντικειμένων, προτέρα δὲ τῶν ψυχικῶν δυνάμεων ἡ φυτική, διότι τὰ μὲν ἔχοντα τὰς ἄλλας ψυχικὰς δυνάμεις ἔχει καὶ ταύτην, τὰ δὲ ταύτην ἔχοντα οὐ πάντως ἔχει καὶ τὰς ἄλλας, διὰ τοῦτο πρῶτον περὶ τροφῆς καὶ γεννήσεως ἀναγκαῖον εἰπεῖν· ταῦτα γὰρ ἔργα ἐστὶ τῆς φυτικῆς ψυχῆς, περὶ ἧς πρῶτον διαληπτέον ὡς κοινοτάτης· κατὰ ταύτην γὰρ τὸ ζῆν πᾶσιν ὑπάρχει τοῖς ζῶσιν, ὥσπερ τὸ ζῴοις εἶναι κατὰ τὴν αἴσθησιν. καὶ πρότερόν γε, ὡς ἤδη εἶπον, περὶ τῆς γεννητικῆς ποιεῖται τὸν λόγον. ἧς ἐστιν ἔργα γεννῆσαί τε καὶ τροφῇ χρῆσθαι. ὁρᾷς ὅτι τὸ ἡ γὰρ θρεπτικὴ ψυχὴ εἶπεν ἀντὶ τοῦ ἡ φυτική· ταύτῃ γὰρ τῆς θρεπτικῆς ἔργα φησὶν εἶναι τὸ γεννῆσαι καὶ τροφῇ χρῆσθαι, ἀντὶ τοῦ θρέψαι.

“因为营养性灵魂在其他事物中也是第一位具备的。” 从这里开始,他终于开始进行关于植物性灵魂的教导。在这里,他将植物性灵魂称为“营养性灵魂”。既然在诸能力之前必须论述诸活动,在诸活动之前必须论述诸对置对象,而在诸灵魂能力中植物性能力更为居先——因为具有其他灵魂能力者也具有这一能力,而具有这一能力者却不必然具有其余能力——为此,首先谈论养分和生殖是必然的;因为这些乃是植物性灵魂的运作,关于它,必须首先将其作为最为共通者来加以探讨。因为根据它,活着属于所有活物,正如作为动物根据感觉属于动物一样。并且,正如我已经说过的,他首先关于生殖能力进行论述,其运作既是生殖也是使用养分。你看到,他说“因为营养性灵魂”,是用来代替“植物性灵魂”;因为正是由此,他说营养性灵魂的运作乃是生殖和“使用养分”,以此代替“进行滋养”。

语法注3 条
  1. 2.67οὐκέτι δὲ περὶ τοῦ νοῦ μέλλων διδάσκειν πρότερον περὶ τοῦ νοητοῦ διαλέξεται

    分词 μέλλων 与主语(亚里士多德)一致,作表示时间或情态的状语分词(“当要教导时”)。否定副词 οὐκέτι 置于句首,修饰主动词 διαλέξεται,意为“不再像前述情况那样首先论述”。

  2. 2.68πρὸς ἃ 〈αἱ〉 ἐνέργειαι τὸ εἶναι ἔχουσι

    关系代词 ἃ 的先行词是前文的 τῶν ἀντικειμένων(诸对象)。介词短语 πρὸς ἃ 修饰关系从句内的动词短语 τὸ εἶναι ἔχουσι(具有存在),表达诸活动正是相对于这些对象才获得其存在的相对依存关系。

  3. 2.68μήποτε δὲ οὐδὲν κωλύσει

    μήποτε 与将来时陈述语气动词 κωλύσει 连用,构成表达委婉断定或提议的习惯用法(“也许没有任何东西妨碍……”),引出注疏者对前句所提疑问的调和与解决方案。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:266.3-267.17