- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:264.3-265.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了 415a16,结合《形而上学》卷九中的定义理论与目的论,阐释了为什么现实活动在“说明上”(无论理解为教学上还是完满性上)先于潜能,以及为什么现实活动所对应的关系者对象必须比活动本身更先得到探讨。
" Εἰ δὲ χρὴ λέγειν ἕκαστον αὐτῶν, οἷον τί τὸ νοητικὸν ἢ τὸ αἰσθητικὸν ἢ τὸ θρεπτικόν, πρότερον ἔτι λεκτέον, τί τὸ νοεῖν ἢ τὸ αἰσθάνεσθαι." Εἰ δεῖ, φησί, περὶ τῶν ψυχικῶν δυνάμεων διαλαβεῖν, ταὐτὸν δὲ εἰπεῖν περὶ τῶν οὐσιῶν (ὁ γὰρ τὴν δύναμιν ἐγνωκὼς τὴν οὐσίαν ἔγνωκεν· ἔγνω γὰρ ὅτι οὐσία ἐστὶν ἀσώματος ἐν ὑποκειμένῳ σώματι τοιάνδε δύναμιν ἔχουσα) ἐπεὶ οὖν, φησί, περὶ τῶν δυνάμεων 〈δεῖ〉 διαλαβεῖν, τῶν δὲ δυνάμεων πρότεραι αἱ ἐνέργειαι, ἀναγκαίως πρῶτον περὶ τῶν ἐνεργειῶν δεῖ διαλεχθῆναι. πῶς δὲ πρότεραι τῶν δυνάμεων αἱ ἐνέργειαι, προσέθηκεν ὅτι τῷ λόγῳ· αἱ μὲν γὰρ δυνάμεις τῷ χρόνῳ πρότεραι τῶν ἐνεργειῶν, αἱ μέντοι ἐνέργειαι τῷ μὲν χρόνῳ δεύτεραι, τῷ δὲ λόγῳ πρότεραι, ἀντὶ τοῦ τῇ διδασκαλίᾳ·1 σαφέστεραι γὰρ ἡμῖν εἰσιν αἱ ἐνέργειαι τῶν δυνάμεων, δεῖ δὲ πανταχοῦ ἀπὸ τῶν σαφεστέρων τὴν ἀρχὴν ποιεῖσθαι. ἢ ὡς ὁ Ἀλέξανδρός φησι, τῷ λόγῳ ἀντὶ τοῦ τῇ τελειότητι· τελειότης γὰρ τοῦ δυνάμει ἡ ἐνέργεια· ταύτης γὰρ ἕνεκα ἡ δύναμις, τὸ δὲ οὗ ἕνεκα πρότερον τοῦ ἕνεκά του. παντὸς γὰρ τὸ μὲν τέλος τῷ χρόνῳ ὕστερον, τῷ δὲ λόγῳ πρότερον· προθέμενοι γὰρ τῷ λόγῳ τὸ τέλος, οὕτω τὰ πρὸς αὐτὸ ζητοῦμεν καὶ παρασκευαζόμεθα. καὶ ἡ φύσις δὲ πάντα ἕνεκά του ποιεῖ. εἰ γὰρ καὶ μὴ ἔγνωκεν ἃ ποιεῖ μηδὲ προτίθεται περὶ αὐτῶν, ἀλλ’ οὖν φυσικῶς πρός τι τέλος ὁρᾷ αὐτῆς ἡ ἐνέργεια. εἰκότως οὖν πρότερον τῶν δυνάμεων τὸν περὶ τῶν ἐνεργειῶν προχειρίσεται λόγον ὡς προτέρων τῇ τε γνώσει τῇ ἡμετέρᾳ διὰ τὴν σαφήνειαν καὶ τῷ τέλει. εἰ δὲ οὕτω, φησί, τουτέστιν εἰ περὶ τῶν σαφεστέρων καὶ πρώτων πρότερον δεῖ ποιεῖσθαι τὸν λόγον, σαφέστερα δὲ τῶν ἐνεργειῶν τὰ ἀντικείμενα αὐταῖς, περὶ τῶν ἀντικειμένων ἄρα πρῶτον δεῖ ποιήσασθαι τὸν λόγον. ἀντικείμενα δὲ ὡς πρός τι· ἡ γὰρ αἴσθησις αἰσθητοῦ ἐστιν αἴσθησις, καὶ ἡ νόησις νοητοῦ νόησις, καὶ ἡ θρέψις τῇ τροφῇ ἐστι θρέψις. ὅτι δὲ τῆς μὲν δυνάμεως ἡ ἐνέργεια πρώτη τῷ λόγῳ, καὶ τῆς ἐνεργείας τὰ ἀντικείμενα, τίνα τέ ἐστι καθόλου τὰ τῷ λόγῳ πρῶτα, ἐν τῷ Θ τῆς Μετὰ τὰ φυσικὰ λέγει· ὧν γὰρ ἐν τῷ ὁρισμῷ παραλαμβάνομέν τινα, ταῦτα πρῶτα ἐκείνων ὁριζόμεθα τῷ λόγῳ.2 τὴν μὲν οὖν δύναμιν ὁριζόμενοι χρείαν ἔχομεν τῆς ἐνεργείας, οἷον ὁριζόμενοι τὴν ὄψιν λέγομεν δύναμις ἀφ’ ἧς τὸ ὁρᾶν, ὅπερ ἐστὶν ἐνέργεια· οὐκέτι δὲ τὴν ἐνέργειαν ὁριζόμενοι προσχρώμεθα τῇ δυνάμει· τὸ γὰρ ὁρᾶν ἐστι τὸ ἀντιλαμβάνεσθαι τῶν ὁρατῶν, τουτέστι τῶν χρωμάτων. πάλιν τῆς ἐνεργείας κατὰ τὸν αὐτὸν λόγον πρότερά ἐστι τὰ ἀντικείμενα, περὶ ἃ αἱ ἐνέργειαι· ὁριζόμενοι γὰρ τὴν ἐνέργειαν τὴν κατὰ τὸ ὁρᾶν, προσχρώμεθα τῷ ὁρατῷ (τὸ γὰρ ὁρᾶν φαμεν ἀντίληψιν χρωμάτων εἶναι), οὐκέτι δὲ τῷ τοῦ χρώματος λόγῳ ἐμπεριέχεται τὸ ὁρᾶν.
“但是,如果必须说明它们每一者是什么,例如知性潜能、感觉潜能或营养潜能是什么,那么更应在此之前说明思考或感知是什么。” 他说,如果必须探讨灵魂的诸潜能,那么谈论它们的本质也是同一回事(因为认识了潜能的人也就认识了本质;因为他认识到它是在底层身体中具有如此潜能的无形体本质)。因此他说,既然必须探讨诸潜能,而现实活动又先于潜能,那么必然首先要探讨现实活动。至于现实活动如何先于潜能,他补充道是在“说明上”;因为诸潜能在时间上先于现实活动,而现实活动虽然在时间上次于潜能,但在说明上却居先,这相当于“在教学上”居先;因为现实活动对我们而言比潜能更为明白,而在任何地方都必须从更为明白者开始。或者正如亚历山大所言,“在说明上”相当于“在完满性上”;因为现实活动是潜能者的完满;因为潜能是为了这个现实活动,而目的先于为目的者。因为任何事物的目的在时间上虽然居后,但在说明上却居先;因为我们在说明上预先设定了目的,才由此寻求并筹备通向目的的事物。自然亦是为某种目的而行一切事;因为即使自然并不认识自身所行之事,也并未对其加以预先考虑,然而其现实活动自然地朝向某种目的。因此,他理所当然地要在潜能之前首先处理关于现实活动的论述,因为现实活动因其明白性而在我们的认识中居先,并在目的上居先。他说,如果确实如此——也就是说,如果必须首先对更为明白和首要的事物进行论述,而与〔现实活动〕相对立的对象又比现实活动更为明白——那么首先就必须对对立的对象进行论述。而所谓对立是作为关系者而对立;因为感觉是感觉对象的感觉,思考是可知对象的思考,营养是借助营养物的营养。至于现实活动相对于潜能而在说明上居先,对立对象相对于现实活动而在说明上居先,以及一般而言何者在说明上居先,他在《形而上学》卷九中有所论述;因为若我们在某些事物的定义中采用了另一些事物,我们便规定后者在说明上先于前者。因此,在定义潜能时,我们需要现实活动;例如在定义视觉时,我们说它是“由此产生观看的潜能”,而观看是一种现实活动;但当定义现实活动时,我们便不再连带使用潜能;因为观看是对可见事物即颜色的感知。同样地,根据同一道理,作为现实活动所围绕之物的对立对象,先于现实活动;因为当定义观看这一现实活动时,我们连带使用了可见对象(因为我们说观看是对颜色的感知),但在颜色的说明中却不再包含观看。
- 2.66ἀντὶ τοῦ τῇ διδασκαλίᾳ
这是 ἀντὶ τοῦ 接与格名词短语(τῇ διδασκαλίᾳ)的惯用结构,意为“相当于‘在教学上’”或“代替‘在教学上’”,用于对亚里士多德的词句 τῷ λόγῳ 进行解释性转述。
- 2.66ὧν γὰρ ἐν τῷ ὁρισμῷ παραλαμβάνομέν τινα, ταῦτα πρῶτα ἐκείνων ὁριζόμεθα τῷ λόγῳ
关系代词 ὧν 是从属格,与 ἐν τῷ ὁρισμῷ 构成“在它们的定义中”,在主句中与 ἐκείνων 相呼应。主句中 ταῦτα 指代被采用的事物(τινα),作 ὁριζόμεθα 的宾语,πρῶτα 是述语宾格,ἐκείνων 则为比较属格。
