← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§262.5-264.2

各灵魂潜能的探究与对象先行的顺序

斐洛庞努斯疏解了亚里士多德为何不应停留于灵魂的普遍定义、而必须探究各潜能的本质及其本性偶性(415a12),并阐明了在探讨潜能时遵循从对象到现实活动再到潜能的教学进路(415a14)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.64

" Ὅτι μὲν οὖν ὁ περὶ τούτων ἑκάστου λόγος οὗτος οἰκειότατος καὶ περὶ ψυχῆς, δῆλον." Ἔδειξε γὰρ ὅτι ἐν οἷς ὁ κοινὸς λόγος οὐκ ἔστιν ἰδία τις φύσις παρὰ τὰ ὧν κατηγορεῖται, γελοῖον τὸ ἐναπομένειν ἐν τῷ κοινῷ λόγῳ, ἀλλὰ δεῖ καὶ τὴν περὶ ἑκάστου τῶν σημαινομένων ὑπὸ τοῦ κοινοῦ λόγου προχειρίσασθαι διδασκαλίαν. ἐπεὶ οὖν τοιοῦτος καὶ ὁ κοινὸς περὶ ψυχῆς λόγος, ἀναγκαῖον τῷ περὶ ψυχῆς διαλεγομένῳ τὸν περὶ ἑκάστης δυνάμεως ψυχικῆς ποιήσασθαι λόγον. ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν ποιήσασθαι λαβεῖν ἕκαστον αὐτῶν τί ἐστιν. ἀποδοὺς τὸν κοινὸν περὶ ψυχῆς λόγον, εἶτα δείξας ἐφεξῆς ὅτι οὐ δεῖ μέχρι τοῦ κοινοῦ λόγου στῆναι,1 ἀλλ’ ἰδίᾳ περὶ ἑκάστης τῶν ψυχικῶν δυνάμεων διαλεχθῆναι, διότι τὸ κοινῶς αὐτῶν κατηγορούμενον οὐκ ἔστι γένος (ἔστι γὰρ ἐν αὐταῖς τὸ πρότερον καὶ τὸ ὕστερον· ἐν οἷς μὲν γὰρ αἱ κρείττους, οἷον ἡ λογική, ἐν τούτοις καὶ αἱ λοιπαί, οὐ μέντοι καὶ ἔμπαλιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν μορίων, οἷον ἐπὶ τῆς αἰσθητικῆς, τὰ μὲν τῶν ἄλλων τινὸς αἰσθητικῶν δυνάμεων μετέχοντα πάντως καὶ ἁφῆς μετέχει, τὰ δὲ ἁφῆς οὐ πάντως καὶ τῶν ἄλλων τινός· σπόγγοι γοῦν καὶ ἀκαλῆφαι καὶ εἴ τι τοιοῦτον μόνης ἁφῆς μετέχουσι· φαίνεται γὰρ συστελλόμενα ἁπτομένου τινὸς καὶ διαχεόμενα) ἐπεὶ οὖν ἀναγκαῖος ὁ περὶ ἑκάστης τῶν ψυχικῶν δυνάμεων λόγος, δεῖ, φησί, τὸν μέλλοντα περὶ αὐτῶν διαλαμβάνειν ζητῆσαι τίς τέ ἐστιν ἡ οὐσία αὐτῶν ἑκάστου, εἶτα, φησί, καὶ περὶ τῶν ἐχομένων, τουτέστιν τῶν ἰδίως καὶ καθ’ αὑτὰ συμβεβηκότων. καθ’ αὑτὰ δὲ συμβεβηκότα λέγει τὰ ὡμολογημένα ταῖς δυνάμεσι ταύταις ὑπάρχοντα· ταῦτα γὰρ πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ καὶ τῆς οὐσίας συμβάλλεται, οἷον ὅτι τὸ ζῆν τῷ σώματι ἀπὸ τῆς φυτικῆς, ὅτι ἔστιν ἐν αὐταῖς τὸ πρῶτον καὶ τὸ ὕστερον, ὅτι αἱ αἰσθήσεις μειζόνων μὲν αἰσθητῶν ἀντιλαμβανόμεναι οὐκέτι μετ’ ἐκεῖνα τῶν ἡττόνων δύνανται ἀντιλαμβάνεσθαι (ὁ γὰρ πληκτικωτέρων χυμῶν γευσάμενος τῶν ἠρεμαιοτέρων οὐκ ἐπαισθήσεται, καὶ ὁ μεγάλων ψόφων ἀκηκοὼς ἀνεπαίσθητός ἐστι πρὸς τοὺς ἥττονας, οἷον ψιθυρισμούς· ὁμοίως ὁ πρὸς τὸν ἥλιον ἀτενίσας ἀναγνῶναι οὐ δύναται οὐδὲ τῶν ἄλλων ἀκριβῶς ὁρατῶν ἀντιλαμβάνεσθαι· ὁμοίως καὶ ἐπὶ τῆς ἁφῆς ὁ θερμοῦ ἢ ψυχροῦ σφοδροῦ ἁψάμενος τοῦ χλιαροῦ οὐκ ἐπαισθήσεται), ὁ δὲ νοῦς ἐναντίως ἔχει· ὅσῳ γὰρ τῶν μειζόνων νοητῶν ἀντιλαμβάνεται, τοσοῦτον ἀκριβέστερός ἐστι περὶ τὴν ἀντίληψιν τῶν ἡττόνων, καὶ τὰς μὲν αἰσθήσεις αἱ ὑπερβολαὶ τῶν αἰσθητῶν φθείρουσιν (ὑπερβολὴ γὰρ φωτὸς ἢ ζόφου ἔφθειρε τὴν ὄψιν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων), τὸν δὲ νοῦν τῶν μειζόνων νοητῶν ἡ ἀντίληψις ὀξυδερκέστερον ποιεῖ. ταῦτα μὲν οὖν τὰ καθ’ αὑτὸ συμβεβηκότα ταῖς ψυχικαῖς δυνάμεσι καὶ τὰ ὅμοια τούτων ὡμολογημένα ὄντα πρὸς τὴν λῆψιν τῆς οὐσίας καὶ τοῦ ὁρισμοῦ συμβάλλονται. λέγει δὲ αὐτὸς ὅτι μετὰ τὸν περὶ τῆς οὐσίας λόγον δεῖ εἰπεῖν καὶ περὶ τῶν ἐχομένων τῇ οὐσίᾳ, περὶ τῶν ἀδήλων λέγων καθ’ αὑτὸ συμβεβηκότων, ἅτινα ἐκ τῆς εὑρέσεως τῆς οὐσίας ἀναφαίνεται, οἷον εἰ χωριστὴν ἔχουσι τὴν οὐσίαν ἢ ἀχώριστον (εὑρήσομεν γὰρ ἐκ τοῦ ἀποδιδομένου ὁρισμοῦ ὅτι ἀχώριστον), καὶ πότερον θνητὴ ἢ ἀθάνατος. τὸ δὲ καὶ περὶ τῶν ἄλλων ἤτοι τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων,2 οἷον εἰ κινεῖται κατὰ συμβεβηκός, καὶ εἰ ἐν τόπῳ ἐστίν· ἢ ἐχόμενα μὲν εἶπεν τὰ προσεχέστερον ἰδίως συμβεβηκότα, οἷον τὸ χωριστὸν ἢ ἀχώριστον, ἄλλα δὲ τὰ πορρώτερον, οἷον τὸ θνητὸν ἢ ἀθάνατον· ἤγουν ὅτι τινῶν μὲν καθ’ αὑτὸ ἀντιλαμβάνονται, τινῶν δὲ κατὰ συμβεβηκός, οἷον ἡ ὄψις καθ’ αὑτὸ μὲν χρωμάτων, κατὰ συμβεβηκὸς δ’ εἰ τύχοι σχημάτων.

“因此显而易见,关于这些当中每一者的这套论述,对于灵魂而言也是最切近固有的。” 因为他已经表明,在那些共同论述并非脱离其所述谓之事物而别具某种特有本性的场合,停留于共同论述是可笑的,而必须进一步着手阐明共同论述所指称的每一事物。因此,关于灵魂的共同论述既然也属于此类,那么探讨灵魂者必然要就灵魂的每一潜能作出论述。而且,打算对这些进行考察的人,必然要把握它们每一者是什么。在给出了关于灵魂的共同论述之后,接着他又表明不应当止步于共同论述,而必须对灵魂的各潜能分别进行探讨,因为共同述谓它们者并不是一个类(因为在它们之中存在着先后;在那些具有较优越潜能如理性潜能的存在者中,其余潜能亦存在,但反之不然;在各个部分如感觉潜能中亦是如此,凡分有任何其他感觉潜能者,必分有触觉,但分有触觉者却未必分有任何其他感觉潜能;至少海绵、海葵以及诸如此类的生物仅分有触觉;因为当某物接触它们时,显见它们会收缩和舒张)——既然对灵魂每一潜能的论述是必然的,他说,打算对它们加以探讨的人就必须探究它们每一者的本质是什么,然后,他说,还必须探究紧随其后的事物,即特有的、就自身而言的偶性。他所谓就自身而言的偶性,是指这些潜能公认具有的属性;因为这些属性有助于把握定义和本质,例如身体的生命来自植物性潜能,在它们之中存在先后,感觉在感知了较强烈的可感觉对象之后就无法再感知其后的较弱对象(尝过辛烈味道的人将感觉不到较温和的味道,听过巨大声响的人对较小的声音如低语则无感觉;同样,凝视过太阳的人无法阅读,也不能准确感知其他可见对象;在触觉上亦然,接触过剧热或剧冷的人不会感觉到微温),而知性则恰恰相反;因为知性感知越伟大的可知对象,对于较小对象的感知就越精确,并且感觉对象的过度会毁灭感觉(因为光线或黑暗的过度会毁灭视觉,在其他感觉中亦然),但感知较伟大的可知对象却使知性更为敏锐。因此,灵魂潜能的这些就自身而言的偶性以及与此类似的公认属性,有助于把握本质和定义。然而他自己说,在关于本质的论述之后,还必须谈论紧随本质之后的事物,这是指那些不明显的、就自身而言的偶性,它们是从本质的发现中显露出来的,例如它们具有可分离的本质还是不可分离的本质(因为我们将从所给出的定义中发现它是不可分离的),以及它是必灭的还是不朽的。而“以及关于其他事物”,或者是指偶适地具有的属性,例如它是否偶适地运动以及是否在处所中;或者所谓“紧随其后的事物”是指更为邻近的特有偶性,如可分离或不可分离,而“其他事物”是指更为疏远的属性,如必灭或不朽;抑或指它们就自身而言感知某些事物,而偶适地感知另一些事物,例如视觉就自身而言感知颜色,但若碰巧的话偶适地感知形状。

§2.65

"Ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν ποιεῖσθαι λαβεῖν ἕκαστον αὐτῶν τί ἐστιν." Ἐντεῦθεν βούλεται τὸν τρόπον τῆς διδασκαλίας ἐκθέσθαι, ᾧ μέλλει χρήσασθαι περὶ ἑκάστης τῶν ψυχικῶν δυνάμεων. οὔσης γὰρ πρώτης μὲν τῆς δυνάμεως, δευτέρας δὲ τῆς ἐνεργείας, πρότερον μὲν περὶ τῶν ψυχικῶν ἐνεργειῶν διαλέγεται, εἶτα περὶ τῶν δυνάμεων, διὰ τὸ σαφεστέρας εἶναι τῶν δυνάμεων τὰς ἐνεργείας, καὶ ἔτι πρὸ τούτων περὶ τῶν ἀντικειμένων ταῖς δυνάμεσιν, ἀντικειμένων δὲ ὡς τὰ πρός τι·3 τῇ γὰρ θρέψει ἡ τροφὴ ἀντίκειται· ἡ γὰρ θρέψις τῇ τροφῇ τρέφει καὶ τροφῆς ἐστι θρέψις, ὁμοίως ἡ ὅρασις ὁρατοῦ ὅρασις, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. αὐτὸ οὖν τοῦτο διὰ τούτων κατασκευάσαι βούλεται, ὅτι δεῖ τῆς διδασκαλίας ἐκ τῶν ἀντικειμένων ἄρξασθαι ὡς σαφεστέρων.

“而打算对这些进行考察的人,必然要把握它们每一者是什么。” 从这里开始,他意在陈述他打算在探讨灵魂每一潜能时所采用的教学方式。因为虽然潜能居先而现实活动居后,但由于现实活动比潜能更为明白,他首先探讨灵魂的现实活动,然后探讨各潜能,并且在此之前还要探讨与各潜能相对立的对象,即作为关系者而相对立的对象;因为营养物与营养活动相对立;因为营养活动以营养物来滋养,且是营养物的营养活动,同样,视觉也是可见对象的视觉,在其他事物上亦是如此。因此,他正是想通过这些话确立这一点:教学必须从作为更为明白的事物的对立对象开始。

语法注3 条
  1. 2.64ἀποδοὺς τὸν κοινὸν περὶ ψυχῆς λόγον, εἶτα δείξας ἐφεξῆς ὅτι οὐ δεῖ μέχρι τοῦ κοινοῦ λόγου στῆναι

    在这一长句中,分词短语 ἀποδούς... δείξας 在长篇插入说明(διότι... διαχεόμενα)之前引入背景。在插入句之后,分词结构被原因从句 ἐπεὶ οὖν ἀναγκαῖος ὁ περὶ ἑκάστης... λόγος 概括与复述,最终接入主句 δεῖ, φησί, τὸν μέλλοντα...,构成承接性的倒装与破格句式。

  2. 2.64τὸ δὲ καὶ περὶ τῶν ἄλλων ἤτοι τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων

    这是对亚里士多德原文(415a15)中短语 καὶ περὶ τῶν ἄλλων 的注解。句首的 τὸ δὲ καὶ περὶ τῶν ἄλλων 是作为话题引入的原句引用,其后省略了 λέγει 等谓词。斐洛庞努斯通过 ἤτοι... ἢ... ἤγουν...(“或者……或者……抑或……”)列出了对此短语的三种可能解释。

  3. 2.65ἀντικειμένων δὲ ὡς τὰ πρός τι

    分词 ἀντικειμένων 承接前面的 ἀντικειμένων ταῖς δυνάμεσιν 并加以限定:ὡς τὰ πρός τι 说明这种“对立”既非矛盾亦非相反,而是作为“关系项”相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:262.5-264.2