- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:260.26-262.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注疏亚里士多德关于动物的表象能力以及观照知性的独立地位之论述。他论证了此处的观照知性指的是可分离的人类知性而非神圣知性,并阐明了自然哲学对它的处理方式。
" Ἀλλὰ τοῖς μὲν οὐδὲ φαντασία, τὰ δὲ ταύτῃ μόνῃ ζῶσι.1" Τῶν γὰρ μὴ μετεχόντων λόγου τὰ τελειότατα [ταῦτα] κατὰ φαντασίαν ζῇ. τὸ δὲ ταύτῃ μόνῃ ζῶσιν εἶπεν πρὸς ἀντιδιαστολὴν τοῦ λογισμοῦ, ἐπεὶ ζῶσι καὶ τῇ αἰσθήσει, ἀλλ’ ἕκαστον κατὰ τὸ τιμιώτατον τῶν ἐν ἑαυτῷ χαρακτηρίζεται. τινὰ δὲ καὶ τῶν αἰσθήσεως μετειληφότων φαντασίαν οὐκ ἔχει· τοῦτο γὰρ δοκεῖ λέγειν. ἔστι δὲ ἄπορος ὁ λόγος· εἰ γὰρ τὰ αἰσθήσεως μετέχοντα καὶ ὄρεξιν ἔχει, ἡ δὲ ὄρεξις τῶν ἀπόντων ἐστίν (τοῦ γὰρ παρόντος οὐκ ἔστιν ὄρεξις), τὸ δὲ ὀρέγεσθαι τοῦ μὴ παρόντος οἷον δι’ ἀνατυπώσεως αὐτοῦ γίνεται, πῶς οἷόν τε τὰ ὀρέξεως μετέχοντα, ταὐτὸν δ’ εἰπεῖν τὰ αἰσθήσεως, μὴ μετέχειν καὶ φαντασίας;2 τὸν δὲ περὶ τούτων λόγον ζητήσομεν ἀκριβέστερον, ὅταν τὸν περὶ τῆς φαντασίας προχειρίζηται λόγον ὁ φιλόσοφος. διαλέξεται γὰρ περὶ αὐτῆς καὶ ἐνταῦθα μέν, μάλιστα δ’ ἐν τῷ τρίτῳ βιβλίῳ. δύναται δὲ λέγειν ἁπλῶς τινα φαντασίας μὴ μετέχειν, ὅσα μηδὲ αἰσθήσεως, οἷον τὰ φυτά.
“然而有些连表象也没有,有些则仅靠表象生活。” 因为在不分有理性者中,最完满的乃是依据表象而生活。他说“仅靠表象生活”,是相对于推理而言的,因为它们也靠感觉生活,但每一事物都是依据其自身中最尊贵者而被规定特征的。然而他似乎是在说,即使在分有感觉者中,有些也并不具有表象。但这一论述存在困难;因为如果分有感觉者也具有欲望,而欲望乃是指向不在场之物的(因为对在场之物并没有欲望),并且欲望不在场之物乃是犹如通过对其心象再造而发生的,那么分有欲望者(即分有感觉者)怎么可能不同时分有表象呢?不过,当哲学家着手探讨关于表象的论述时,我们将对此进行更精确的探讨。因为他无论在此处,尤其是在第三卷中,都将探讨它。然而也可以认为他只是断言某些生物不分有表象,即那些连感觉也不分有的生物,例如植物。
"Περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ ἕτερος λόγος." Κἀνταῦθα πάλιν δῆλός ἐστι χωρίζων τὸν νοῦν καὶ μὴ συναριθμῶν ταῖς ἄλλαις τῆς ψυχῆς δυνάμεσιν. ἐνταῦθα δὲ πάλιν ὁ Ἀλέξανδρός φησιν αὐτὸν λέγειν περὶ τοῦ θείου νοῦ τοῦ ἐν τοῖς ἀϊδίοις. ἀλλ’ οὐ πόρρω τὰ περὶ αὐτοῦ εἰρημένα, ἔνθα ἔλεγε “περὶ δὲ τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέν πω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεσθαι χωρίζεσθαι”. μονονουχὶ γὰρ κἀνταῦθα τὰ αὐτά φησιν· ἐκεῖ μὲν γὰρ ἔλεγεν “οὐδέν πω φανερόν”, ἐνταῦθα δὲ “ἕτερος λόγος”. ἀλλ’ ὅμως οὐκ ἂν εἴποι τις ἐκεῖνα περὶ τοῦ θείου νοῦ λέγεσθαι· οὐ γὰρ δὴ χωρίζεται τῶν σωμάτων ἐκείνων, εἴπερ ἀΐδιά ἐστιν. εἶτα καὶ ἐπήγαγε “τὰ δὲ λοιπὰ μόρια τῆς ψυχῆς”, ἀντιδιαστελλόμενον πρὸς ταῦτα. εἰ δὲ μηδὲ μετέχουσιν ἐκεῖνα τούτων τῶν δυνάμεων, ὡς ἀρτίως εἴρηται, ἀλλὰ ὁ ἡμέτερός ἐστι δηλονότι ὁ καὶ χωριστὸς τοῦ σώματος ἐν ᾧ ἐστι καὶ μόριον ὢν τῆς ὅλης ψυχῆς τῆς ἐν τῷ ζῴῳ, ἄλλως τε αὐτὸς ἐν τῷ ἐφεξῆς βιβλίῳ τῇ Ἠθικῇ πραγματείᾳ φησὶν ὅτι πρακτικὸς νοῦς ὁ ἡμέτερός ἐστι καὶ οὐχ ὁ θεῖος (ἡμέτεραι γὰρ αἱ κατὰ νοῦν πράξεις), οὗτος δὲ ὁ αὐτός ἐστι τῷ θεωρητικῷ κατὰ τὸ ὑποκείμενον μόνῳ τῷ τέλει διαφέρων, οὐκ ἂν λέγοι περὶ τοῦ θείου λέγων περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ, ἀλλὰ περὶ τοῦ ἡμετέρου.3 καλῶς δέ φησιν ἕτερον λόγον εἶναι περὶ τούτου· ὡς γὰρ εἶπον πολλάκις, αὐτός φησιν ἔν τε τῇ Περὶ μορίων καὶ ἐν τῷ Ε τῆς Μετὰ τὰ φυσικά, ὅτι φυσικοῦ τὸ διαλεχθῆναι περὶ ψυχῆς οὐ πάσης, ἀλλ’ ὅση μὴ ἄνευ τῆς ὕλης· ἐπεὶ οὖν ὁ θεωρητικὸς νοῦς χωριστός ἐστιν, εἰκότως φησὶν ἕτερον λόγον εἶναι περὶ αὐτοῦ· θεολόγου γὰρ τὸ περὶ τῶν χωριστῶν εἰδῶν διαλέγεσθαι. ἀλλ’ ὅμως, ὥσπερ εἴωθεν, καθάπερ ἐν τῇ Φυσικῇ πρὸς τῷ τέλει ἀνήγαγεν ἑαυτὸν ἐπὶ τὴν χωριστὴν αἰτίαν τῶν φυσικῶν πραγμάτων περὶ τοῦ ἀκινήτου αἰτίου διαλεχθείς, οὕτω καὶ ἐνταῦθα μετὰ τὸ διαλεχθῆναι περὶ τῶν ἄλλων ἀνάξει αὐτὸν καὶ ἐπὶ τὸν νοῦν. ἀναγκαίως δὲ προσέθηκε τοῦ θεωρητικοῦ· εἰ γὰρ καὶ ὁ αὐτός ἐστι τῷ πρακτικῷ κατὰ τὸ ὑποκείμενον, ἀλλ’ οὖν ὡς μὲν πρακτικὸς ἀχωρίστους ἔχει τὰς ἐνεργείας τοῦ σώματος· περὶ γὰρ τοῦτο πᾶσα πρᾶξις· ὥστε ἐπεὶ χωρισθεὶς ὁ νοῦς οὐχ ὡς πρακτικὸς χωρίζεται (ταύτῃ γὰρ ἀχώριστος) ἀλλ’ ὡς θεωρητικός, διὰ τοῦτο τοῦ θεωρητικοῦ εἶπεν.
“关于观照知性,则需另作论述。” 在此他又显然将知性分离出来,而不与灵魂的其他潜能并列。但在此亚历山大又声称他是论及存在于永恒者之中的神圣知性。然而关于知性在先前的论述离此不远,在那里曾说:“关于知性与观照潜能,目前尚不清楚,但它似乎是灵魂的另一种属,并且只有这唯独可以被分离。”因为他在此所说的与那里几乎别无二致;在那里他说“目前尚不清楚”,而在此则说“需另作论述”。然而人们并不能说那些话是关于神圣知性而说的;因为如果那些天体是永恒的,神圣知性绝不至于与那些身体相分离。接着他又补充说“而灵魂的其余部分”,使知性与这些部分相对立。但是,正如方才所言,如果那些神圣存在者甚至并不分有这些潜能,那么显而易见,既与它所在的身体可分离、又是动物中整个灵魂之一部分的,乃是我们的[知性];况且,他自己在接续《伦理学》的那部著作中指出,实践知性是我们的而非神圣者的(因为依据知性的实践属于我们),而这在基底上与观照知性是相同的,仅在目的上有所不同;因此当他说“关于观照知性”时,绝非在谈论神圣知性,而是在谈论我们的知性。他说关于它需另作论述是合理的;因为正如我多次所说,他自己在《论动物部分》和《形而上学》E卷中都声称,研究灵魂并非全属自然学者的职责,而只研究那并非脱离质料的灵魂;因此,既然观照知性是可分离的,他合乎情理地说关于它需另作论述;因为探讨可分离的形式乃是神学者的职责。然而,正如他一贯的做法那样,正如在《物理学》末尾他通过讨论不动的原因而将自己提升到自然事物的可分离原因,在此处他也是在讨论了其他潜能之后,将自己提升到知性。他必然地加上了“观照的”;因为知性纵然在基底上与实践知性相同,但作为实践知性,其现实活动与身体不可分离(因为一切实践都关涉身体);因此,知性在分离时并非作为实践知性而分离(在这方面它是不可分离的),而是作为观照知性而分离,正因如此他说了“观照的”。
- 2.62Ἀλλὰ τοῖς μὲν οὐδὲ φαντασία, τὰ δὲ ταύτῃ μόνῃ ζῶσι.
前后两分句构成了句式上的转折与不完全一致(破格):前一分句使用领有与格(τοῖς μέν,省略 ἔστι),后一分句则转为主格中性复数搭配复数动词(τὰ δὲ ... ζῶσι)。
- 2.62εἰ γὰρ τὰ αἰσθήσεως μετέχοντα καὶ ὄρεξιν ἔχει ... πῶς οἷόν τε τὰ ὀρέξεως μετέχοντα ... μὴ μετέχειν καὶ φαντασίας;
这是一个由条件从句(εἰ γὰρ ...)引出修辞性反问(πῶς οἷόν τε ... μὴ μετέχειν)作为归结从句的长难论证句式,括号中的说明性分句补充了条件中的前提。
- 2.63εἰ δὲ μηδὲ μετέχουσιν ἐκεῖνα τούτων τῶν δυνάμεων, ὡς ἀρτίως εἴρηται, ἀλλὰ ὁ ἡμέτερός ἐστι δηλονότι ... οὐκ ἂν λέγοι περὶ τοῦ θείου λέγων περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ, ἀλλὰ περὶ τοῦ ἡμετέρου.
长大的主从复合句结构:由条件从句 εἰ δὲ μηδὲ μετέχουσιν ἐκεῖνα... 开始,经过中途的推论与补充论据(ἀλλὰ ὁ ἡμέτερός ἐστι... ἄλλως τε...),最终落在末尾带有潜在希求法的归结句(οὐκ ἂν λέγοι...)。
