- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:259.21-260.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《论灵魂》415a6–8,通过整体空间运动与局部运动的区分考察运动能力与感觉能力的伴随关系,基于与第一本原的切近性阐释为何拥有推论思考能力者数量最少,并指明鉴于天体与神圣存在者,“在可灭之物中”这一限定语的必要性。
" Καὶ τῶν αἰσθητικῶν δὲ τὰ μὲν ἔχει τὸ κατὰ τόπον κινητικόν, τὰ δὲ οὐκ ἔχει." Ὥσπερ τὰ μετέχοντα αἰσθήσεως πάντως καὶ θρεπτικῆς μετέχει, οὐκέτι μέντοι καὶ ἔμπαλιν, οὕτως τὰ μὲν μετέχοντα τοῦ κατὰ τόπον κινητικοῦ πάντως καὶ αἰσθήσεως μετέχει, ἐπειδὴ κρεῖττον τοῦτο τῆς αἰσθήσεως, οὐκέτι δὲ τὰ μετέχοντα αἰσθήσεως καὶ τοῦ κατὰ τόπον μετέχει κινητικοῦ, οἷά εἰσι πάντα τὰ ζῴφυτα· ἐρρίζωται γὰρ ταῦτα ἐν ταῖς πέτραις καὶ ὅλα τόπον οὐκ ἀμείβει. εἰ μὲν οὖν κίνησιν λάβωμεν τὴν καθ’ ὅλον τὸ πρᾶγμα, ἐνδέχεται αἴσθησιν μὲν ἔχειν τινά, κίνησιν δὲ μὴ ἔχειν· εἰ δ’ ἁπλῶς πᾶσαν τὴν κατὰ τόπον κίνησιν, πάντως ἔνθα ἂν ᾖ αἴσθησις, καὶ μόνη ἡ ἁφή, ἐκεῖ καὶ ἡ κατὰ τόπον κίνησις ἢ καθ’ ὅλα ἢ κατὰ μέρη. διὰ τοῦτο γὰρ δέδωκεν ἡ φύσις τὴν αἴσθησιν ταύτην, ἵνα ἵηται μὲν ἐπὶ τὰ ἡδέα τε καὶ ὠφέλιμα, ἐκκλίνῃ δὲ ἀπὸ τῶν βλαπτόντων συναίσθησιν αὐτῶν λαμβάνον τὸ μετέχον αὐτῆς. φαίνονται γοῦν καὶ οἱ σπόγγοι καὶ οἱ κοχλίαι καὶ ἄλλα πλεῖστα ἀντιτύπου μὲν θιγόντος συστελλόμενοι, ὑγροῦ δὲ διαχεόμενοι.1 οὕτως ἄρα διὰ τοῦτο ἡ αἴσθησις ἐδόθη διὰ τὸ ἵεσθαι μὲν ἐπὶ τὸ συγγενὲς καὶ ἡδύ, ἐκκλίνειν δὲ τὸ βλαβερόν· τὸ δ’ ἵεσθαι καὶ ἐκκλίνειν, κινήσεις κατὰ τόπον εἰσί.
“在具有感觉能力的生物中,有些具有空间运动能力,有些则不具有。” 正如分有感觉者必定也分有营养能力,反之却不然,分有空间运动能力者也必定分有感觉,因为前者优于感觉;然而分有感觉者却不再必然分有空间运动能力,所有植虫类皆是如此;因为它们扎根于岩石中,不会作为整体变换位置。因此,如果我们把运动理解为涉及事物整体的运动,那么某物有可能拥有感觉却没有运动;但如果不加限定地理解为一切空间运动,那么凡是有感觉的地方,哪怕只有触觉,必定也存在着整体或局部的空间运动。因为自然赋予这种感觉正是出于这个目的,为了使分有它者在获得对事物的感知时,奔向令人愉悦且有益的事物,而避开有害的事物。无论如何,可见海绵、蜗牛以及许多其他生物在受到硬物触碰时都会收缩,而在受到湿润之物[触碰时]则会舒展。因此,感觉之所以被赋予,正是为了奔向亲近与愉悦之物,避开有害之物;而奔向与避开,正是空间运动。
"Τελευταῖον δὲ καὶ ἐλάχιστα2 λογισμὸν καὶ διάνοιαν." Οἷον ὁ ἄνθρωπος, ἢ 〈εἴ〉 τι τοιοῦτον ἄλλο εἶδος ὑπάρχει. ἐλάχιστα δέ, φησί, λογισμοῦ μετέχει καὶ διανοίας εἰκότως· τὰ γὰρ πράγματα ὅσῳ μᾶλλον ἐγγίζει τῇ μιᾷ τῶν πάντων ἀρχῇ, τῷ μὲν ποσῷ ἐλαττοῦται, ὑπεραίρει δὲ κατὰ τὴν δύναμιν, διότι κἀκείνη ἀριθμοῦ ἐκτὸς οὖσα παντοδύναμός ἐστι· διὸ καὶ τὰ πλησιέστερα ταύτης συστέλλει μὲν τὸ ποσόν, αὔξει δὲ τὴν δύναμιν. διὰ τοῦτο οὖν τὰ λογισμοῦ καὶ διανοίας μετέχοντα ἐν τοῖς θνητοῖς ἐλάχιστά ἐστι τῷ ἀριθμῷ, διότι τῇ δυνάμει μέγιστα.
“最后且极少数地,[它们拥有]推理与推论思考。” 例如人,或者若还存在其他此类物种的话。他说极少数事物分有推理与推论思考是合乎情理的;因为事物越接近万物的唯一本原,在数量上就越减少,而在潜能上却越超越,因为那个本原也是超乎数目之外却全能的;因此,更靠近它的事物也收缩了数量,却增加了潜能。因此,在有死者中分有推理与推论思考者在数目上是最少的,因为它们在潜能上是最大的。
"Οἷς μὲν γὰρ ὑπάρχει λογισμὸς τῶν φθαρτῶν, τούτοις καὶ τὰ λοιπὰ πάντα." Ἀναγκαίως προσέθηκε τὸ φθαρτῶν· ἐν γὰρ τοῖς φθαρτοῖς πᾶσαι αἱ προειρημέναι ψυχικαὶ δυνάμεις ὑπάρχουσι, καὶ ἡ τάξις αὐτῶν ἡ εἰρημένη. τὰ μέντοι θεῖα καὶ ἀθάνατα λογισμὸν μὲν ἔχειν δόξει, τῶν δὲ ἄλλων δυνάμεων μηδεμίαν· πρὸς γὰρ τὴν χρείαν καὶ σωτηρίαν τῶν θνητῶν πᾶσαι ἐκεῖναι γεγόνασι. λογισμὸν δέ φησι τὴν διάνοιαν. οὐ θαυμαστὸν δὲ καὶ τὰ θειότερα ζῷα, οἷον τὰ οὐράνια, διὰ τὴν ἐπιπλοκὴν τὴν τοῦ σώματος χρῆσθαι διανοίᾳ, ἀναλόγῳ μέντοι τῇ ζωῇ αὐτῶν, οὐχ ὥσπερ ἡ παρ’ ἡμῖν ἐξ ἀπορίας εἰς εὐπορίαν προϊούσῃ καὶ ἀπὸ ζητήσεως εἰς εὕρεσιν, ἀλλ’ ἀζήτητα διά τινων πρώτων συναγούσῃ τὰ δεύτερα,3 τοσοῦτον διαφερούσης τῆς τοιαύτης διανοίας τοῦ νοῦ, ὅτι ἐκεῖνος μὲν μιᾷ ἐπιβολῇ περιλαμβάνει τὸ γνωστόν, αὕτη δὲ μεταβάσεώς τινος δεῖται, ἀπραγμόνως μέντοι, καὶ ἀπορία καὶ ζήτησις οὐ προηγήσατο.
“因为在可灭之物中,凡推理存在于其中的,其余一切[潜能]也存在于其中。” 他必然地加上了“在可灭之物中”;因为正是在可灭之物中,才存在所有前述的灵魂潜能以及所说明的它们的秩序。然而神圣且不死之物虽然看似拥有推理,却绝不拥有其他潜能;因为所有那些[低级潜能]的产生都是为了有死者的需要与存续。他将推论思考称为“推理”。而且,更神圣的动物(例如天体)由于身体的交织而运用推论思考,这也是不足为奇的,但这乃是与其生命相称的推论思考——并不像我们那样从困惑走向畅达、从探求走向发现,而是无须探求便通过某些在先者推断出在后者;此类推论思考与知性的差异仅在于,知性以单一的直观把握所知之物,而这种思考则需要某种过渡,然而它是毫不费力地进行的,并且没有困惑与探求先行预备。
- 2.59ἀντιτύπου μὲν θιγόντος συστελλόμενοι, ὑγροῦ δὲ διαχεόμενοι
ἀντιτύπου θιγόντος 为属格独立结构,以实体化的中性形容词 ἀντίτυπον(坚硬抵抗之物)为逻辑主语,配合不定过去时分词 θιγόντος。后半句 ὑγροῦ δὲ 中省略了共享的分词 θιγόντος。主句分词 συστελλόμενοι 与 διαχεόμενοι 为阳性复数主格,与主语(οἱ σπόγγοι καὶ οἱ κοχλίαι)相一致。
- 2.60ἐλάχιστα
在亚里士多德的原句(Τελευταῖον δὲ καὶ ἐλάχιστα...)中,ἐλάχιστα 既可解释为状语性宾格(“最微少地[拥有]”),但菲洛波诺斯在后文中明确表述为 τὰ λογισμοῦ καὶ διανοίας μετέχοντα ... ἐλάχιστά ἐστι τῷ ἀριθμῷ,表明他将其作为实质化的主语(“极少数的事物[分有]”)来解读。
- 2.61οὐχ ὥσπερ ἡ παρ’ ἡμῖν ἐξ ἀπορίας εἰς εὐπορίαν προϊούσῃ καὶ ἀπὸ ζητήσεως εἰς εὕρεσιν, ἀλλ’ ἀζήτητα διά τινων πρώτων συναγούσῃ τὰ δεύτερα
与格阴性分词 προϊούσῃ 与 συναγούσῃ 与前文 χρῆσθαι διανοίᾳ, ἀναλόγῳ μέντοι τῇ ζωῇ αὐτῶν 中的与格名词 διανοίᾳ(推论思考)保持一致。虽然中间插入了紧缩比较的主格短语 οὐχ ὥσπερ ἡ παρ’ ἡμῖν(并非如我们这里的思考那样),但句子的核心骨架仍是 διανοίᾳ ... οὐχ ... προϊούσῃ, ἀλλ’ ... συναγούσῃ。
