← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§24.31-26.12

对哲学各分支的贡献与作为动物本原的灵魂

菲洛波诺斯注解了402a4–a6,阐述了灵魂的认识如何对哲学的各个分支(伦理学、神学和物理学)作出贡献,尤其是灵魂如何在物理学中作为动力因、形式因和目的因三重视角下的动物本原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3

" Δοκεῖ δὲ καὶ πρὸς ἀλήθειαν ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθαι." Καὶ αὐτὴ μέν, φησί, καθ’ αὑτὴν ἡ τῆς ψυχῆς γνῶσις θαυμαστή τίς ἐστι καὶ τιμία· ἔπειτα, φησί, καὶ τῷ πρὸς πᾶσαν ἀλήθειαν συμβάλλεσθαι, τουτέστι πρὸς πᾶσαν φιλοσοφίαν· ταὐτὸν γὰρ ἀλήθειαν εἰπεῖν καὶ φιλοσοφίαν, ἐπεὶ καὶ ἡ ὄντως σοφία ἀλήθειά ἐστιν· οὐδὲν γὰρ ἐν αὐτῇ ψεῦδος. ὥστε εἰ πρὸς πᾶσαν φιλοσοφίαν συμβάλλεται, δῆλον ὅτι καὶ πρὸς τὴν ἠθικὴν καὶ θεολογικὴν καὶ φυσικήν. πρὸς μὲν οὖν τὴν ἠθικὴν συμβάλλεται, ὅτι ἀδύνατον ἡμᾶς τὰ ἑαυτῶν κατακοσμῆσαι ἤθη μὴ τὰς δυνάμεις τῆς ψυχῆς ἐπεσκεμμένους. διαλέξεται οὖν καὶ περὶ ψυχῆς ὁ ἠθικός, ὡς καὶ αὐτὸς ἐν τοῖς Ἠθικοῖς φησιν, εἴ γε ἀρετὴ μὲν κόσμος ἐστὶ ψυχῆς, ὁ δὲ κόσμος εὐταξία ἐστὶν τῶν δυνάμεων τῆς ψυχῆς, ταύτας δὲ τάξαι οὐ δύναται μὴ ἐπεσκεμμένος αὐτῶν τὴν φύσιν. συμβάλλεται δὲ καὶ πρὸς θεολογίαν, ὅτι ζητοῦμεν περὶ τοῦ νοῦ τοῦ χωριστοῦ τοῦ ἐν ἡμῖν ὅτι καὶ αὐτὸς ἀθάνατος· ἐπειδὴ δὲ ὁ νοῦς νοητῶν ἐστι νοῦς, τῶν δὲ πρός τι ὁ τὸ ἕτερον εἰδὼς καὶ τὸ λοιπὸν εἴσεται,1 δῆλον ὅτι ἡ θεωρία τοῦ ἡμετέρου νοῦ μεγάλα καὶ εἰς θεολογίαν συμβάλλεται. ὅθεν καὶ αὐτὸς ἔλεγεν ἐν τῇ Περὶ ζῴων μορίων πραγματείᾳ ὅτι οὐ περὶ πάσης ψυχῆς τῷ φυσικῷ διαλεκτέον· εἰ γὰρ περὶ πάσης, καὶ τοῦ νοῦ, εἰ δὲ τούτου, καὶ τῶν νοητῶν· ὁ γὰρ νοῦς νοητῶν ἐστι νοῦς· τοῦτο δὲ θεολογίας ἐστὶν καὶ τῆς πρώτης φιλοσοφίας. συμβάλλεται δὲ ἡμῖν καὶ πρὸς τὴν φυσικήν, εἴ γε φυσικοῦ μέν ἐστιν ἔργον τὸ περὶ σωμάτων διαλεχθῆναι καὶ τῶν εἰδῶν αὐτῶν καὶ δυνάμεων, τῶν δὲ ἐν τοῖς σώμασιν εἰδῶν τὸ κάλλιστόν ἐστιν ἡ ψυχή.

“而且对其之认识似乎对全部真理亦有巨大贡献。” 他说,关于灵魂的认识本身就其自身而言乃是某种令人惊叹且尊贵的事物;他说,其次,也是由于对全部真理——即对全部哲学——作出贡献;因为说真理与说哲学乃是同一回事,既然真正的智慧就是真理;因为在其中绝无虚假。因此,如果它对全部哲学作出贡献,显而易见它也对伦理学、神学和物理学(自然哲学)作出贡献。那么,它对伦理学作出贡献,是因为若不考察灵魂的各种能力,我们就不可能规整我们自己的品性。因此伦理学家也将讨论灵魂,正如他本人在《伦理学》中所言,如果美德确实是灵魂的秩序,而秩序是灵魂各种能力的良好整序,但不考察这些能力的本性便无法将其整序。它也对神学作出贡献,因为我们探究我们内在的分离理智本身也是不朽的;而既然理智是属于可理知之物的理智,且在相关联的事物中,认识其一者亦必认识其余者,显而易见,对我们理智的观照对神学亦有巨大贡献。因此他本人在《动物部分论》这部著作中也曾说,自然哲学家不应当讨论所有的灵魂;因为如果讨论所有的灵魂,也就得讨论理智,而若讨论理智,也就得讨论可理知之物;因为理智乃是可理知之物的理智;而这属于神学和第一哲学。它对我们而言也对物理学作出贡献,如果自然哲学家的工作确实是讨论物体及其形式与能力,而在物体内的诸形式中,灵魂是最美好的。

§1.4

"Μάλιστα δὲ πρὸς τὴν φύσιν." Τὸ μάλιστα δὲ πρὸς τὴν φύσιν προσέθηκεν, ὅτι τὸ συμβαλλόμενον ἕτερόν ἐστι τοῦ ᾧ συμβάλλεται. ἐν μὲν οὖν τῇ ἠθικῇ πραγματείᾳ καὶ τῇ θεολογίᾳ οὐ συμβάλλεται, ἀλλ’ αὐτόθεν τοῦ προκειμένου ἐστὶ θεωρία2 ἡ περὶ ψυχῆς θεωρία· θεολογοῦσα γὰρ ἐπιστρέφει πρὸς τὰ νοερὰ καὶ θεῖα καὶ ζητεῖ τὰς ἐκεῖ τάξεις, πρὸς τὰ νοητὰ δὲ ἐπιστρεφομένη καὶ πρὸς ἑαυτὴν ἐπιστρέφεται καὶ διαλέξεται περὶ τῆς ἑαυτῆς οὐσίας καὶ τάξεως· ἔσχατον γὰρ τῶν νοητῶν τε καὶ θείων ἡ ψυχή· πάλιν περὶ ἠθῶν ποιουμένη τοὺς λόγους καὶ τὰς τάξεις τῶν ἀρετῶν θεωροῦσα διαλέξεται περὶ τῶν ἑαυτῆς δυνάμεων, ὧν εἰσιν αἱ ἀρεταί. ἐν δὲ τῇ φυσικῇ πραγματείᾳ συμβάλλεται· ἄλλη γὰρ ἡ φύσις καὶ ἄλλη ἡ ψυχή. πῶς οὖν συμβάλλεται ἐπήγαγεν.

“尤其是对自然。” 他加上“尤其是对自然”,是因为作出贡献之物与接受贡献之物乃是不同的。因此,在伦理学论著和神学中,它并非作出贡献,而是关于灵魂的观照直接就是所设定主题本身的观照;因为当灵魂从事神学思考时,它转向智思的和神圣的事物,并探寻那里的位阶,而在转向可理知之物时它也转向自身,并将讨论自身的实体与位阶;因为灵魂乃是可理知且神圣之物中居于末位者;又当它展开关于品性的论述并观照诸美德的位阶时,它将讨论自身的能力,而美德正是属于这些能力的。但在物理学论著中,它确实作出贡献;因为自然是一回事,而灵魂是另一回事。那么它是如何作出贡献的,他紧接着指出。

§1.5

"Ἔστιν γὰρ οἷον ἀρχὴ τῶν ζῴων." Ἀρχὴ καὶ ὡς ποιητικὴ καὶ ὡς εἰδικὴ καὶ ὡς τελική· αὗται γάρ εἰσιν αἱ κυρίως ἀρχαί. ὡς μὲν οὖν ποιητικὴ ἀρχή, ὅτι αὕτη κινεῖ τὸ ζῷον μόνῃ τῇ βουλήσει καὶ οὐ δεῖται μοχλείας τινός· ὡς εἰδικὴ δέ, ὅτι αὕτη ἐστὶν ἡ εἰδοποιοῦσα τὸ ζῷον καὶ ἁπλῶς τὰ ἔμψυχα. λέγεται γὰρ τὰ ἔμψυχα εἴδη αὐτὸ τοῦτο εἶναι κατὰ τὴν ψυχήν· τὸ γὰρ κρεῖττον ἐν ἑκάστῳ τῶν φυσικῶν, ὡς αὐτός φησιν ὁ Ἀριστοτέλης, εἶδός ἐστιν ἑκάστου, κρείττων δὲ ἐν τοῖς ἐμψύχοις ἡ ψυχή. τελικὸν δέ, ὅτι αὐτῆς ἕνεκα τὸ σῶμα· ἔστι γὰρ τὸ μὲν σῶμα ἕνεκά του, αὕτη δὲ οὗ ἕνεκα.3 ὅθεν καὶ ἡ διοργάνωσις τῶν ζῴων ἄλλη καὶ ἄλλη πρὸς τὴν ἰδιότητα τῆς ἐν ἑκάστῳ ψυχῆς, ἄλλως ἀνθρώπων, ἄλλως πτηνῶν, ἄλλως χερσαίων, ἐνύδρων, καὶ ἐν ἑκάστῳ τούτων πολὺ τὸ βάθος, ἑκάστου πρὸς τὴν ἐπικρατοῦσαν τῆς ψυχῆς δύναμιν διωργανωμένου· ἄλλως τὰ κατὰ θυμὸν χαρακτηριζόμενα, ἄλλως τὰ κατὰ ἐπιθυμίαν, περὶ ὧν οὐ τοῦ παρόντος λέγειν. προσέθηκε δὲ τὸ οἷον, ὅτι ἡ προσεχὴς ἀρχὴ τῶν ζῴων ἡ φύσις ἐστίν, οὐχ ἡ ψυχή.

“因为它可以说是动物的本原。” 它是作为动力因本原、形式因本原和目的因本原的本原;因为这些才是严格意义上的本原。那么,作为动力本原,是因为它仅凭意愿就运动动物,而不需要任何杠杆之力;作为形式本原,是因为正是它赋予动物以及一切有灵魂者以形式。因为有灵魂的形式被说成按照灵魂恰恰是这一事物;正如亚里士多德本人所说,在每个自然事物中较优越者乃是每个事物的形式,而在有灵魂者中灵魂是较优越的。作为目的[本原],是因为身体是为了它而存在;因为身体是为了某种东西而存在,而灵魂则是其所为了的目的。因此,动物的器官构造也根据各自身中灵魂的特异性而各不相同,在人类是一种方式,在鸟类、陆生动物、水生动物中则是另一些方式,且在这些之中的每一种里都有极大的深广度,每一种动物都是根据灵魂占优势的能力来构造器官的;以激怒(气魄)为特征者是一种方式,以欲望为特征者是另一种方式,关于这些并非当前所要论述的。而他加上“可以说是”,是因为动物的近切本原是自然,而非灵魂。

语法注3 条
  1. 1.3τῶν δὲ πρός τι ὁ τὸ ἕτερον εἰδὼς καὶ τὸ λοιπὸν εἴσεται

    τῶν πρός τι 为属格,表示领域或范围(“在相关联的事物中”)。分词短语 ὁ τὸ ἕτερον εἰδώς 作该分句的主语,支配将来时谓语动词 εἴσεται。

  2. 1.4ἐν μὲν οὖν τῇ ἠθικῇ πραγματείᾳ καὶ τῇ θεολογίᾳ οὐ συμβάλλεται, ἀλλ’ αὐτόθεν τοῦ προκειμένου ἐστὶ θεωρία ἡ περὶ ψυχῆς θεωρία

    主语为 ἡ περὶ ψυχῆς θεωρία,表语为 αὐτόθεν τοῦ προκειμένου ἐστὶ θεωρία。此句形成“仅仅起协助贡献作用”与“其本身直接就是该主题之观照”之间的对比结构。

  3. 1.5ἔστι γὰρ τὸ μὲν σῶμα ἕνεκά του, αὕτη δὲ οὗ ἕνεκα

    ἕνεκά του(“为了某物而存在的东西”)与 οὗ ἕνεκα(“其所为了的目的”)形成对比,分别充当表语,说明肉体与灵魂在目的因框架下的手段与目的关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:24.31-26.12