← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§258.1-259.20

灵魂诸潜能的相继秩序与层级包容例解

针对亚里士多德预告探讨灵魂诸潜能相继秩序之原因(414b33),斐洛庞诺斯在给出原因之前,通过具体事例详述了植物性、感觉性及理性潜能中“无在前则无在后”的层级包容秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.58

" Διὰ τίνα δ’ αἰτίαν τῷ ἐφεξῆς οὕτως ἔχουσι, σκεπτέον." Βούλεται ἐντεῦθεν τὴν αἰτίαν ἀποδοῦναι τῆς τάξεως τῶν ψυχικῶν δυνάμεων, τίνος ἕνεκα αἱ μὲν ὕστεραι οὐκ ἄνευ τῶν προτέρων εἰσίν, αἱ πρότεραι δὲ καὶ τῶν ὑστέρων χωρίς. ἀλλὰ πρὶν τὴν αἰτίαν ἀποδῷ, πρότερον ὅπως ἔχουσι τάξεως1 διεξέρχεται, ὅτι ἡ μὲν αἰσθητικὴ οὐκ ἄνευ τῆς θρεπτικῆς, ἡ θρεπτικὴ δὲ ἄνευ τῆς αἰσθητικῆς· πάλιν ἐπὶ τῆς αἰσθητικῆς αἱ μὲν ἄλλαι χωρὶς τῆς ἁπτικῆς οὐ δύνανται εἶναι, αὕτη δὲ χωρὶς ἐκείνων ἐστί, καὶ ἁπλῶς αἱ τιμιώτεραι οὐκ ἄνευ τῶν καταδεεστέρων, αὗται δὲ χωρὶς ἐκείνων δύνανται. οἷον σπόγγοι μὲν καὶ ἀκαλῆφαι, ὥς φασιν, καὶ εἴ τι ὅμοιον, μόνης ἁπτικῆς μετέχουσι, τὰς δὲ χήμας καὶ τὰ ὄστρεά φασι πρὸς ταύτῃ καὶ τὴν γευστικὴν ἔχειν· καὶ γὰρ βόσκονται, καὶ ὁρᾶται ἐν αὐτοῖς στόματι καὶ γαστρὶ ἀνάλογόν τι· εἰ δὲ στόμα, ἐξ ἀνάγκης καὶ γευστικὴ αἴσθησις. ὀσφρήσεως δὲ οὐ μετέχουσιν· οὐ γὰρ φαίνονται ἐφαπτόμεναι δελέατι. αἱ δὲ πορφύραι καὶ κήρυκες πρὸς ταύταις ἔχουσι καὶ τὴν ὀσφραντικήν· ἕπεσθαι γὰρ αὐτάς φασι τῷ δελέατι· ἀκουστικὴν δὲ οὐκέτι ἔχουσιν· οὐ γὰρ φαίνονται πάσχουσαί τι ὑπὸ τῶν ψόφων. ἕτερα δὲ πρὸς ταύταις ταῖς τρισὶ καὶ τὴν ἀκουστικὴν ἔχουσιν, οἷον οἱ ἀσπάλακες· ὀμμάτων γὰρ οὗτοι ἐστέρηνται. μᾶλλον δὲ τούτους μέν φησιν ὁ Ἀριστοτέλης ὀφθαλμοὺς ἔχειν· φαίνονται γὰρ ὀφθαλμοὺς ἔχοντες ὑπὸ τὸ δέρμα, τῆς φύσεως αὐτῆς τοῦτο μηχανησαμένης, ἐπεὶ τὸ ζῷον τοῦτο ὑπὸ γῆν διαιτᾶται τῷ στόματι διορύττον τὴν γῆν καὶ ταύτῃ διαιτώμενον· ἵνα οὖν μὴ βλάπτοιντο οἱ ὀφθαλμοὶ διορύττοντος τὴν γῆν, ἐσκέπασεν τούτους ἡ φύσις τῷ δέρματι. πᾶσι γὰρ τοῖς κατὰ τόπον κινουμένοις2 ζῴοις ἀναγκαίως ἡ φύσις καὶ ὀφθαλμοὺς ἐχορήγησεν, ἵνα μὴ ἐπὶ κακῷ ἔχοιεν τὴν κατὰ τόπον κίνησιν κατὰ κρημνῶν φερόμενα. ἐν τοῖς ἐνύδροις δὲ ἔστιν εὑρεῖν ἐστερημένα ὄψεως, μὴ τοιαύτης οὔσης αὐτοῖς τῆς βλάβης τῷ ἐν ὕδατι διαιτᾶσθαι. ὥστε ἔνθα μὲν ὄψις, ἐκεῖ καὶ αἱ λοιπαί, ὁμοίως ἔνθα ἀκοή, καὶ αἱ ἐφεξῆς, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· οὐκέτι μέντοι ταῖς ἐσχάταις αἱ πρῶται ἀκολουθοῦσι. τέτακται δὲ προσεχῶς ὑπὲρ τὰς αἰσθήσεις τὸ ὀρεκτικόν, ὃ καὶ πάντως ἕπεται ταῖς αἰσθήσεσι, κἂν μία ᾖ, καὶ ὑπὲρ τοῦτο τὸ κατὰ τόπον κινητικὸν * * * ὅπερ οὐχ ἕπεται τοῖς κατὰ τόπον κινουμένοις· μύρμηκες μὲν γὰρ καὶ μέλιτται καὶ τὰ τοιαῦτα ὁμολογουμένως μετέχει φαντασίας, σκώληκες δὲ καὶ ἁπλῶς ὅσα τὴν κίνησιν ἄτακτον ποιεῖται, φαντασίας οὐ μετέχει, εἰ δέ τις καὶ δῷ τοῦτο, ἀμυδρᾶς δηλονότι ταύτης καὶ μηδὲ γνωσθῆναι εἰ ἔστι δυναμένης. ἡ αὐτὴ τάξις καὶ ἐπὶ τῶν λογικῶν δυνάμεων· εὔλογον γὰρ τὰ οὐράνια διανοίᾳ μὲν χρῆσθαι συστοίχως τῇ ἑαυτῶν ζωῇ, ἐπειδὴ ὅλως περίκεινται σώματα, δόξῃ δὲ χρῶνται οὐ τῇ ἄνευ λόγου, ἀλλὰ τῷ συμπεράσματι τῆς διανοίας. αἱ δὲ φυτικαὶ δυνάμεις θρεπτικὴ μὲν καὶ αὐξητικὴ πάντως συνέπονται, εἰ καὶ μὴ ἀεί· χρόνῳ μὲν γὰρ ἡ αὐξητικὴ λήγει, μένει δ’ ἡ θρεπτική· γεννητικὴ δ’ οὐ πᾶσιν ὑπάρχει, οἷς τροφὴ καὶ αὔξησις ὑπάρχει· τῶν τε γὰρ ζῴων πολλὰ ταύτης ἐστέρηται, οἷον σκώληκες καὶ πάντα τὰ ἐκ σήψεως γινόμενα, καὶ πολλαὶ τῶν αὐτομάτων βοτανῶν σπέρμα οὐ φέρουσι, καίτοι τρεφόμενα καὶ αὐξόμενα. πάντως μέντοι ταῖς κρείττοσιν αἱ χείρους ἕπονται ἐν τοῖς θνητοῖς ζῴοις, ὡς αὐτὸς εἶπεν· ἐπὶ γὰρ τῶν ἀιδίων δι’ αὐτὸ τοῦτο τὸ ἀίδια εἶναι αἱ φυτικαὶ ἐκλελοίπασι, τὸ ἀπορρέον ἐν τοῖς θνητοῖς ἀνυφαίνουσαι, θυμὸς δὲ καὶ ἐπιθυμία μηδενὸς ὄντος τοῦ λυμαινομένου, ὃ δεῖ ἀμύνεσθαι·3 ὅθεν οὐδὲ τοιούτοις διωργάνωται μορίοις τοῖς ταῖς τοιαύταις τῆς ψυχῆς δυνάμεσιν ὑπηρετοῦσιν. ἀλλὰ πρὸς λόγον τῆς ψυχικῆς ζωῆς καὶ τὰ σώματα τῶν μὲν ἀλόγων πλάγια καὶ κάτω νεύοντα διὰ τὸ χρόνιον τῆς ζωῆς, τῶν δ’ ἀνθρώπων ὄρθιά τε καὶ σφαιρικὰ κατὰ τὸ ἄνω, ὡς ἔμπροσθεν εἴρηται, τὸ μὲν διὰ τὴν ἄλογον, τὸ δὲ διὰ τὴν λογικὴν ζωήν, τοῦ ὀρθίου δεικνύντος ὡς καὶ τὴν ἄλογον ἠρτῆσθαι δεῖ τῆς λογικῆς καὶ πρὸς ἐκείνην νεύειν· τῶν δὲ οὐρανίων μόνων σφαιρικὰ τὰ σώματα, μιμήματα ὄντα τῆς νοερᾶς αὐτῶν ζωῆς, καθ’ ἣν χαρακτηρίζονται. τὰς δὲ αἰτίας τούτων λέξει ἐφεξῆς.

“然而由于何种原因它们依序如此,则必须予以考察。” 他在此想要给出灵魂诸潜能秩序的原因,即为何在后的诸潜能不能脱离在先的诸潜能而存在,而在先的诸潜能却可以脱离在后的诸潜能而存在。但在给出原因之前,他首先详述它们处于何种秩序之中:感觉潜能不能脱离营养潜能,而营养潜能却能脱离感觉潜能;再者,在感觉潜能之中,其他感觉不能脱离触觉而存在,而触觉却可以脱离它们而存在;简而言之,更高贵的诸感觉不能脱离更低下的诸感觉,而后者却能脱离前者而存在。例如,正如人们所说,海绵和海葵以及类似的事物仅仅分有触觉,而人们说蛤蜊和牡蛎在此之外还拥有味觉;因为它们确实进食,且在它们之中可以看到类似于口与胃的某种构造;如果有口,必然也就有味觉。然而它们并不分有嗅觉;因为没有看到它们触及诱饵。然而紫贝和蛾螺在此之外还拥有嗅觉;因为人们说它们会追踪诱饵;但它们不再拥有听觉;因为没有看到它们受到声音的任何影响。另有一些动物在这三者之外还拥有听觉,例如鼹鼠;因为它们缺乏眼睛。或者不如说,亚里士多德说它们拥有眼睛;因为可以看到它们在皮肤之下拥有眼睛,这是自然本身设计出来的,因为这种动物生活在地下,用口掘土并以此维生;因此,为了不让眼睛在它掘土时受损,自然用皮肤将它们覆盖起来。因为对于所有进行空间运动的动物,自然必然也配赋了眼睛,以免它们坠入悬崖而使空间运动带来灾祸。然而在水生动物中,可以发现缺乏视觉者,因为生活在水中并不会使它们遭受此类损害。因此,凡是有视觉的地方,也有其余的感觉,同样凡是有听觉的地方,也有随后的诸感觉,其他情况亦然;然而,在先的诸感觉绝不随从最终的诸感觉。紧随诸感觉之上排列着欲望潜能,即使只有一种感觉,它也必然随从感觉;在它之上则是空间运动潜能,[……]它并不随从进行空间运动者;因为蚂蚁、蜜蜂以及诸如此类的生物公认分有想象,但蠕虫以及简言之凡进行无规则运动的生物并不分有想象——即使有人承认这一点,它显然也是微弱的,甚至无法被认知其是否存在。同样的秩序也适用于理性潜能;因为天体按照与自身生命相对应的方式运用推论思考是合理的,因为它们完全被身体所包围;而它们所运用的思惑并不是无理性的,而是推论思考的结论。至于植物性潜能,营养潜能与生长潜能完全相互随从,即便并不总是如此;因为随着时间生长潜能会终止,而营养潜能则保持下去;然而生殖潜能并不存在于所有具有营养与生长的事物中;因为许多动物缺乏这种潜能,例如蠕虫和所有由腐烂产生者,而且许多自生的草木虽然得到滋养并生长,却不结种子。然而,在有死的动物中,正如他自己所说,低下的潜能必定随从优越的潜能;因为在永恒的事物中,恰恰由于其永恒的存在,植物性潜能已完全退隐,而这种潜能原本是在有死者中重新织补流失之物的;意气与欲望[也已退隐],因为没有任何加害之物需要去防卫;因此它们也没有配备服侍灵魂此类潜能的有机器官部分。相反,各身体乃是根据灵魂生命的比例而构成的:无理性动物的身体因其生命的时间性而横卧下倾,而人类的身体正如前文所述,直立且上方呈球形,前者是由于无理性的生命,后者则是由于理性的生命,直立姿态表明无理性的生命也必须悬系于理性的生命并向其依归;而唯独天体拥有球形的身体,这乃是对它们知性生命的模仿,它们也正以此生命为其特征。关于这些事物的原因,他将在后文依次论述。

语法注3 条
  1. 2.58ὅπως ἔχουσι τάξεως

    这是 ἔχω 加上副词与部分属格(ὅπως ἔχουσι τάξεως)的惯用构词,意为“它们处于何种秩序状态”或“它们在秩序上如何分布”。

  2. 2.58καὶ ὑπὲρ τοῦτο τὸ κατὰ τόπον κινητικὸν * * * ὅπερ οὐχ ἕπεται τοῖς κατὰ τόπον κινουμένοις

    此处文本存在脱文(以星号标出)。随后的关系从句 ὅπερ οὐχ ἕπεται... 的先行词并非 τὸ κατὰ τόπον κινητικόν,而是脱落部分中涉及的“想象潜能(τὸ φανταστικόν 或 ἡ φαντασία)”,这由紧接着对蚂蚁、蠕虫是否具有想象力的讨论得以证实。

  3. 2.58θυμὸς δὲ καὶ ἐπιθυμία μηδενὸς ὄντος τοῦ λυμαινομένου, ὃ δεῖ ἀμύνεσθαι

    此句承前省略了主动词 ἐκλελοίπασι,需补足为主语 θυμὸς καὶ ἐπιθυμία 的谓语(“意气与欲望[亦已退隐]”)。随后的 μηδενὸς ὄντος τοῦ λυμαινομένου 是表示原因的属格独立结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:258.1-259.20