- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:256.26-257.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了414b21–414b25,根据组成要素的先后序次与非对称的废除关系,论证了图形与灵魂的共通名称并不构成实在的属,并阐明亚里士多德称寻求共同定义为荒谬并非完全否定它,而是指仅仅停留于共同定义而不深入最特殊定义的做法是不足的。
" Οὔτε γὰρ ἐκεῖ σχῆμα παρὰ τὸ τρίγωνόν ἐστι καὶ τὰ ἐφεξῆς οὔτε ἐνταῦθα ψυχὴ παρὰ τὰ εἰρημένα." Τὸ μὲν γὰρ γένος φύσις ἔστι τις ἐν τοῖς εἴδεσι μὲν ὑπάρχουσα, ἴδιον μέντοι ὁρισμὸν παρ’ ἕκαστον τῶν εἰδῶν ἔχουσα, ὅσπερ ὁρισμὸς ἐφαρμόζει μὲν τοῖς εἴδεσιν, οὐδενὸς δέ ἐστιν αὐτῶν ἴδιος, ἀλλὰ τῆς οὐσίας τοῦ γένους ἐστὶν ἴδιος· ὁ μέντοι τοῦ σχήματος λόγος οὐδενὸς ἄλλου δηλωτικός ἐστι παρὰ τὰ κατὰ μέρος σχήματα, ὧν κατηγορεῖται. διὸ οὐ μόνον ἐστὶν ἐν τούτοις ὥσπερ τὸ γένος ἐν τοῖς εἴδεσιν, ἀλλὰ καὶ τούτων τί ἐστι.1 τὸ γὰρ ὑπό τινος ἢ τινων ὅρων περιεχόμενον ἐξαρίθμησίς ἐστι τῶν σχημάτων, οὐ φύσις τις οἰκεία δηλουμένη, ὁ μὲν κύκλος ὑπό τινος, τὸ δὲ τρίγωνον ὑπό τινων. ὡς οὖν ὁ κοινὸς λόγος ἐν τοῖς σχήμασιν οὐ φύσεώς τινος δηλωτικὸς παρὰ τὰ κατὰ μέρος σχήματα, οὕτως οὐδὲ ὁ τῆς ψυχῆς κοινὸς λόγος. τεκμήριον δὲ τὸ ἀναιρεθέντος ἑνὸς ἀναιρεῖσθαι καὶ τὰ λοιπά,2 τριγώνου μὲν τὰ σχήματα, τῆς θρεπτικῆς δὲ δυνάμεως τὰς λοιπάς. ἐφ’ ὧν δ’ ἑνὸς εἴδους ἀναιρεθέντος τὰ λοιπὰ ἀναιρεῖται, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, ἀλλ’ ὁμώνυμος φωνή.
“因为在图形那里,脱离了三角形及后续的诸图形,图形并不存在;在灵魂这里,脱离了前述诸潜能,灵魂亦不存在。” 因为属固然是存在于诸种之中的某种本性,却拥有脱离每个种的固有定义,这一定义虽然适用于各个种,却不属于它们之中的任何一个所固有,而是属于属的实体所固有;然而,“图形”的定义除了它所述谓的各个特殊的图形之外,并不表示任何其他事物。因此,图形不仅像属在种之中那样存在于这些[特殊的图形]之中,而且它也就是这些[特殊的图形]中的某一个。因为“由某个或某些界限所包围者”乃是对诸图形的枚举,而非被表示的某种固有的本性,圆是由某个界限所包围,而三角形则是由某些界限所包围。因此,正如图形中的共同定义并不表示脱离各个特殊图形的某种本性一样,灵魂的共同定义亦是如此。其证据在于:当一个事物被废除时,其余事物亦被废除——三角形被废除,诸图形便被废除;营养潜能被废除,其余诸潜能便被废除。而在那些一个种被废除其余种亦随之被废除的事物中,共同述谓它们的并非属,而是同名异义之声词。
"Διὸ γελοῖον ζητεῖν τὸν κοινὸν λόγον καὶ ἐπὶ τούτων καὶ ἐφ’ ἑτέρων." Πῶς οὖν αὐτὸς ἀποδέδωκας κοινὸν λόγον ἐπὶ πάσης ψυχῆς, ὅστις οὐδεμιᾶς ψυχῆς ἐστιν ἴδιος; ἀλλ’ οὐ τοῦτό φησιν ὅτι οὐ δεῖ τὸν κοινὸν ἀποδιδόναι λόγον, ἀλλ’ ὅτι οὐ δεῖ τοῦτον μόνον ζητεῖν οὐδὲ νομίζειν ἀρκεῖν τὴν ἀπόδοσιν τοῦ κοινοῦ λόγου εἰς τὸ δηλῶσαι ἡμῖν τὴν οὐσίαν τοῦ προκειμένου, ἀλλὰ δεῖ καὶ τοὺς τῶν εἰδικωτάτων εἰδῶν ὁρισμοὺς ἀποδιδόναι, εἴπερ ἡ ἑκάστου οὐσία κατὰ τὰ ἰδίως ὑπάρχοντα.3 τὸ ὅλον οὖν τοῦτό φησιν ὅτι γελοῖόν ἐστι τῷ κοινῷ λόγῳ ἀρκεῖσθαι μόνῳ ἀφέντας τὸν ἴδιον ἑκάστου. μάλιστα μὲν γάρ, εἰ καὶ ἦν τις ἐξῃρημένη καὶ κοινή τις οὐσία ἡ ψυχή, οὐκ ἔδει τὸν φυσικὸν ἐπὶ τοῦ ὅρου ταύτης μένειν, ἀλλὰ ζητεῖν τὸν εἰδικώτατον ἑκάστης ψυχῆς μετὰ τῆς ὑποβεβλημένης αὐτῷ ὕλης, ὥσπερ οὐδὲ ἐπὶ τῆς ἐννοίας τοῦ κοινοῦ ζῴου δεῖ καταμένειν, ἀλλὰ καὶ περὶ τῶν εἰδικωτάτων τὴν σκέψιν ποιεῖσθαι. νῦν δὲ πολλῷ πλέον, ὅτε μηδὲ γένος ἐστὶν ἡ ψυχὴ ἁπλῶς· εἰ δὲ μὴ γένος, οὐδὲ ὁ ταύτην ἑρμηνεύων λόγος ὅρος ἐστί· τὰς δὲ τῶν πραγμάτων οὐσίας διὰ τῶν ὁρισμῶν ἐροῦμεν. γελοῖον ἄρα τὸν φυσικὸν μέχρι μόνου τοῦ κοινοῦ λόγου ἐγκαταμένειν, ἀλλ’ ὥσπερ ὁ γεωμέτρης ὁρισάμενος κοινῶς τὸ σχῆμα προσέθηκε τοὺς εἰδικωτάτους ἑκάστου τῶν ἐν ὑποστάσει σχημάτων ὁρισμούς, οὕτω δεῖ καὶ ἡμᾶς κοινῶς τὴν ἐνέργειαν τῆς ψυχῆς παραδεδωκότας καὶ ἰδίᾳ τὸν περὶ ἑκάστης οὐσίας ψυχικῆς ποιήσασθαι λόγον. ἀεὶ γὰρ τῷ ἐφεξῆς ὑπάρχει δυνάμει τὸ πρότερον· ἔν τε τῷ τετραγώνῳ ὑπάρχει δυνάμει τὸ τρίγωνον (εἰ γὰρ ἐπιζεύξῃς, ὥσπερ εἶπον, τὴν διαγώνιον, ποιήσεις δύο τρίγωνα ὀρθογώνια) καὶ ἐπὶ τῶν ψυχῶν ἔνθα ἔστι τὸ κατὰ τόπον κινητικόν, ἐκεῖ πάντως καὶ τὸ αἰσθητικόν, ἔνθα δὲ τοῦτο, ἐκεῖ καὶ τὸ θρεπτικόν. οὐκέτι μέντοι, ἔνθα τὰ πρότερα, ἐκεῖ καὶ τὰ ὕστερα· τό τε γὰρ θρεπτικὸν δίχα τῶν ἄλλων ἐστὶν ἐπὶ τῶν φυτῶν καὶ τὸ τρίγωνον δίχα τῶν ἐφεξῆς σχημάτων. ὥστε τὸ πρότερόν ἐστιν ἐν αὐτοῖς καὶ τὸ ὕστερον· οὐκοῦν οὐκ ἀρκέσει ὁ κοινὸς λόγος, ἀλλὰ καὶ ἰδίᾳ ἑκάστου ζητητέον τὸν λόγον.
“因此,在这些事物以及其他事物的情形下,寻求共同的定义都是荒谬可笑的。” 那么,你[亚里士多德]自己又是如何对每种灵魂给出了不属于任何特定灵魂所固有的共同定义呢?但他所说的并不是不应当给出共同的定义,而是说不应当仅仅寻求这一个,也不应当认为给出共同定义就足以向我们阐明所提出主题的实体,而是既然每个事物的实体取决于其固有具有的属性,就还必须给出最特殊的诸种的定义。因此,他所说的全部旨趣乃是:舍弃各个事物固有的定义而单单满足于共同定义,是荒谬可笑的。因为首先,即便灵魂是某种被抽离出来的、共同的实体,自然哲学家也不该停留于该实体的定义上,而应当连同隶属于它的质料一起寻求每种灵魂最特殊的定义,正如人们也不该停留于共同动物的概念上,而应当对最特殊的种亦做出考察一样。然而现在更是如此,因为灵魂根本连属都不是;如果不是属,那么说明它的言说甚至称不上是定义;而我们正是通过诸定义来陈述诸事物的实体的。因此,自然哲学家仅仅停留于共同定义乃是荒谬可笑的;相反,正如几何学家在共同地定义了图形之后,又添加了具体存立的各个图形最特殊的定义,同样,我们在共同地阐明了灵魂的现实活动之后,也必须就每种灵魂实体个别地作出论述。因为在后继者之中,先行者总是以潜能的方式存在:在四角形中以潜能的方式存在着三角形(因为正如我说过的,如果你连接对角线,你就会做出两个直角三角形);而在灵魂的情形下,凡是有空间运动能力的地方,必然也有感觉能力,而凡是有感觉能力的地方,也必定有营养能力。然而,先行者所在之处并不必然伴随有后继者;因为在植物中营养能力脱离其他能力而存在,而三角形亦脱离后续的诸图形而存在。以至于在它们之中存在着在先者与在后者;因此共同的定义是不够的,还必须逐一寻求各个事物的定义。
- 2.56ἀλλὰ καὶ τούτων τί ἐστι
τούτων 是指代前文 τὰ κατὰ μέρος σχήματα(各个特殊的图形)的部分属格,τί 是不定代词的中性单数主格,意为“这些[特殊的图形]中的某一个”。这形成了与真正属的对比:属作为一种本性存在于种之中(ἐν τούτοις),而“图形”除了具体的图形之外别无实体,它无非就是具体的某个图形而已。
- 2.56τεκμήριον δὲ τὸ ἀναιρεθέντος ἑνὸς ἀναιρεῖσθαι καὶ τὰ λοιπά
在该省略系动词的结构(τεκμήριον [ἐστί])中,主语是由中性冠词 τὸ 引导的不定词短语 τὸ ... ἀναιρεῖσθαι καὶ τὰ λοιπά;其中嵌套了表示条件或时间的属格独立结构 ἀναιρεθέντος ἑνός(“当一个被废除时”)。
- 2.57εἴπερ ἡ ἑκάστου οὐσία κατὰ τὰ ἰδίως ὑπάρχοντα
在由 εἴπερ 引导的条件从句中,系动词(ἐστί)被省略,介词短语 κατὰ τὰ ἰδίως ὑπάρχοντα 作谓语表语,意为“既然每个事物的实体取决于其固有具有的属性”。
