- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:255.16-256.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论灵魂》414b19中灵魂与图形的类比,阐明在具有先后位序的序列中,共同述谓并非一个属,而仅是同名异义(由一且向一),因此不能停留于共同的定义,而必须推进到诸如三角形及营养潜能等各个固有的特殊定义。
" Δῆλον οὖν ὅτι τὸν αὐτὸν τρόπον εἷς ἂν εἴη λόγος ψυχῆς τε καὶ σχήματος." Δείξας ὅτι ἔστιν ἐν ταῖς ψυχικαῖς δυνάμεσι τὸ πρότερον καὶ τὸ ὕστερον, βούλεται λοιπὸν ἐντεῦθεν δεῖξαι ὅτι καλῶς ἐκ τοῦ συγκεχυμένου μεταβαίνει ἐπὶ τὸ διηρθρωμένον καὶ ἐκ τοῦ κοινότερον ἀποδεδομένου ὁρισμοῦ ἐπὶ τὸν ἰδίᾳ ἑκάστης δυνάμεως ὁρισμόν. μάλιστα μὲν γὰρ εἰ καὶ τὸ κοινῶς κατηγορούμενον τῶν ψυχῶν γένος ἦν, οὐδὲ οὕτως ἔδει ἐναπομένειν1 τὸν φυσικὸν ἐν τοῖς τῶν γενῶν ὁρισμοῖς, ἀλλὰ μεταβαίνειν ἐπὶ τὰ εἰδικώτατα εἴδη· ἡ γὰρ ἑκάστου γνῶσις ἐκ τῶν ἰδίᾳ ἑκάστῳ ὑπαρχόντων γνωρίζεται. ἐπεὶ δὲ οὐκ ἔστι γένος τὸ κοινῶς τῶν ψυχῶν κατηγορούμενον, ἀλλ’ ὁμώνυμος φωνὴ κατὰ τὰ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, γελοῖον τὸ ἐναπομένειν ἐν τοῖς κοινοῖς λόγοις. ὥσπερ γὰρ τὸ σχῆμα ὁμώνυμός ἐστι φωνή,2 καὶ εἰ τοῦτο ὁριζόμενός τις ἐρεῖ ὅτι σχῆμά ἐστι τὸ ὑπό τινος ἢ τινων ὅρων περιεχόμενον, εἰ μὴ ἐπεξέλθοι τοῖς κατὰ μέρος σχήμασι, τριγώνῳ, τετραγώνῳ καὶ τοῖς λοιποῖς, οὐδὲν ἔσται δεδιδαχὼς ἡμᾶς περὶ σχημάτων (οὐ γάρ ἐστι φύσις τις αὐτὴ καθ’ αὑτὴν σχήματος ἄνευ τῶν κατὰ μέρος, ὥσπερ ἐστὶν ἡ τοῦ ζῴου φύσις τις ἰδιάζουσα πᾶσιν ἐφαρμόζουσα τοῖς μερικοῖς, ἃ κἂν μὴ ᾖ, οὐδὲν ἧττον τὸ ζῷον δύναται εἶναι οὐσία ἔμψυχος αἰσθητική), οὕτως οὐδὲ ὁ περὶ ψυχῆς κοινὸν λόγον ἀποδεδωκὼς εἰ μὴ ἐπεξέλθοι τοῖς κατὰ μέρος, οὐδὲν ἂν εἴη δεδιδαχώς, ἐπειδὴ μηδὲ γένος ἐστὶ ψυχῶν. οὐδὲν γὰρ ἄλλο ἐστὶ ψυχὴ παρ’ ἑκάστην τῶν κατὰ μέρος, ὥσπερ οὐδὲ τὸ σχῆμα ἕτερόν τί ἐστι παρ’ ἕκαστον τῶν σχημάτων, οἷον τρίγωνον ἢ τετράγωνον καὶ τὰ λοιπά. ἀλλ’ ὥσπερ ἐν τοῖς σχήμασι πρῶτον μέν ἐστι τὸ τρίγωνον (ἐν τοῖς εὐθυγράμμοις λέγω, ἐπεί τοι ὁ κύκλος τὴν πρωτίστην ἔχει τάξιν ἅτε ὑπὸ μιᾶς γραμμῆς περιεχόμενος, δευτέραν δὲ τὸ ἡμικύκλιον ἢ ἁπλῶς τὸ τμῆμα ἅτε ὑπὸ δύο γραμμῶν περιεχόμενον, καὶ τρίτην τὸ τρίγωνον ὑπὸ τριῶν περιεχόμενον), ἐν δὲ τοῖς εὐθυγράμμοις πρῶτον μὲν τὸ τρίγωνον, δεύτερον δὲ τὸ τετράγωνον· σύγκειται γὰρ ἐκ δύο τριγώνων· εἰ γὰρ ἐπιζεύξεις τὴν διαγώνιον τοῦ τετραγώνου, ποιεῖς β̄ τρίγωνα ὀρθογώνια· τρία δὲ συντεθέντα τρίγωνα τὸ πεντάγωνον ποιεῖ, λέγω δὴ τὸ ΑΓΒ καὶ ΑΒΕ καὶ ΕΔΒ, τέσσαρα δὲ τὸ ἑξάγωνον, τό τε ΑΖΕ καὶ τὸ ΑΕΓ * *, πέντε δὲ τὸ ἑπτάγωνον, καὶ ἐφεξῆς τρίγωνον προσθεὶς καὶ γωνίαν προσθήσεις· πᾶν γὰρ πολύγωνον ἐκ τριγώνων ἔχει τὴν γένεσιν, καὶ ἐν παντὶ πολυγώνῳ, ἂν ἐπιζεύξῃς εὐθεῖαν δύο πλευρὰς ὑποτείνουσαν, τρίγωνον ποιήσεις, καὶ πᾶν εἰς τρίγωνα διαιρεῖται· καὶ διὰ τοῦτο ἀναιρεθέντος τοῦ τριγώνου μὲν οὐδὲν τῶν ἐφεξῆς ἔσται, ἐκείνων δὲ ἀναιρεθέντων μένει τὸ τρίγωνον· ὥστε ἔστι τὸ πρότερον καὶ ὕστερον ἐν αὐτοῖς, καὶ διὰ τοῦτο 〈τὸ〉 κοινῶς αὐτῶν κατηγορούμενον τὸ σχῆμα οὐκ ἔστι γένος, ἀλλ’ ἔστι περίληψίς τις κεφαλαιώδης τούτων, ὧν κατηγορεῖται·3 οὕτως οὖν καὶ ἐπὶ τῶν ψυχῶν ἀναιρεθείσης μὲν τῆς θρεπτικῆς οὐδεμία ἔσται τῶν ἄλλων ἐν τοῖς θνητοῖς ζῴοις· καὶ γὰρ καὶ τὴν αἰτίαν εἴπομεν πολλάκις· τῶν δὲ ἄλλων ἀναιρεθεισῶν μόνη αὕτη εἶναι δύναται, ὡς ἐπὶ τῶν φυτῶν. εἰ τοίνυν τὸ κοινῶς αὐτῶν κατηγορούμενον μὴ ἔστιν οὐσία τις, γελοῖον τὸ μένειν ἐπὶ τοῦ κοινοῦ λόγου· οὐδὲν γὰρ ἐξ αὐτοῦ περὶ τῆς οὐσίας τῶν ψυχῶν εἰσόμεθα. διὸ ἀναγκαῖον τὸν περὶ ἑκάστης ἰδίᾳ λόγον ἐπεξελθεῖν.
“因此显而易见,以同样的方式,关于灵魂与图形都将存在一个定义。” 在表明了灵魂诸潜能之中存在在先者与在后者之后,他接着希望据此证明:从混沌的状态过渡到明晰分节的状态,以及从更具共通性的已给出的定义过渡到每种潜能固有的定义,是恰当的。因为首要的是,即便共同述谓诸灵魂的乃是一个属,自然哲学家也不该就此停留于属的诸定义之中,而应当过渡到最特殊的种;因为对每件事物的认识,皆是通过各个事物固有具有的属性而被认知的。然而,既然共同述谓诸灵魂的并非一个属,而是按照“由一且向一”之事物而定的同名异义之声词,那么停留于共同的定义中便是荒谬可笑的。因为正如“图形”是一个同名异义之声词,设若有人在给它下定义时说,图形乃是由某个或某些界限所包围者,但他若不逐一考察各个特殊的图形,即三角形、四角形及其他图形,他就未曾教授给我们关于图形的任何知识(因为脱离了各个特殊的图形,并不存在图形本身自在的某种本性,不像动物具有某种特殊的本性适用于一切个别动物,即便那些个别动物不存在,动物依然可以是有灵魂的感觉实体);同样,给出关于灵魂的共同定义的人,若不逐一考察各个特殊的灵魂,也绝不会教授给我们任何知识,因为根本不存在灵魂的属。因为脱离各个特殊的灵魂,灵魂绝非任何其他事物,正如脱离各个图形,图形并非任何异于三角形、四角形及其他图形的其他事物一样。然而,正如在诸图形之中,第一位的是三角形(我说的是在直线图形之中,因为圆由于仅由一条线所包围而占据最优先的位序,半圆或一般的弓形由于由两条线所包围而占据第二位,而三角形由于由三条线包围而占据第三位),而在直线图形中,第一位的是三角形,第二位的是四角形——因为它由两个三角形组成;因为如果你连接四角形的对角线,你就做出了两个直角三角形;而拼合在一起的三个三角形则做成五角形,我指的正是ΑΓΒ、ΑΒΕ和ΕΔΒ,四个三角形则做成六角形,即ΑΖΕ与ΑΕΓ[……],五个三角形则做成七角形,依此类推,每次添加一个三角形,你也就添加了一个角;因为一切多角形皆从三角形获得其生成,并且在任何多角形中,如果你连接一条对向两边的直线,你就会做出一个三角形,且一切多角形都被分割为三角形;正因如此,若三角形被废除,则后续的图形无一能够存在,但若那些图形被废除,三角形依然存留;以至于它们之中存在在先者与在后者,亦正因如此,共同述谓它们的“图形”并非一个属,而是它所述谓的那些事物的某种总括性的把握——因此在灵魂的情形下亦是如此:若营养潜能被废除,在有朽动物中其他潜能便无一能够存在;事实上,其原因我们已多次阐明;但若其他潜能被废除,正如在植物中所见,唯独这一潜能能够存在。因此,如果共同述谓它们的并非某种实体,那么停留在共同的定义上便是荒谬可笑的;因为依据它,我们对于诸灵魂的实体将一无所知。因此,逐一考察关于每种潜能的固有定义乃是必然的。
- 2.55εἰ καὶ τὸ κοινῶς κατηγορούμενον τῶν ψυχῶν γένος ἦν, οὐδὲ οὕτως ἔδει ἐναπομένειν
使用直陈式过去时态的非真实条件句(反事实虚拟)。表示应当或必然性的动词 ἔδει 在主句中通常不带助词 ἄν 而直接使用过去时,以表达与事实相反的“本应当……”。
- 2.55ὥσπερ γὰρ τὸ σχῆμα ὁμώνυμός ἐστι φωνή
长篇相关比较结构的主干。句子以 ὥσπερ γὰρ τὸ σχῆμα...(在图形的情形下)起始,在插入了解释性从句 οὐ γάρ ἐστι φύσις... 之后,由相对应的 οὕτως οὐδὲ ὁ περὶ ψυχῆς...(在灵魂的情形下)承接。前段中的条件句 εἰ τοῦτο ὁριζόμενος... 及其主句 οὐδὲν ἔσται δεδιδαχώς,与后段中的 εἰ μὴ ἐπεξέλθοι... οὐδὲν ἂν εἴη δεδιδαχώς 形成了严格的对应。
- 2.55τὸ σχῆμα οὐκ ἔστι γένος, ἀλλ’ ἔστι περίληψίς τις κεφαλαιώδης τούτων, ὧν κατηγορεῖται
补入冠词后的主语短语 〈τὸ〉 κοινῶς αὐτῶν κατηγορούμενον τὸ σχῆμα 的谓语部分。关系代词 ὧν 指引先行词 τούτων,并充当被动动词 κατηγορεῖται(“被述谓于”)所要求的属格补足语。
