- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:254.18-255.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注释了《论灵魂》第二卷第三章末尾的诸句,阐述了亚里士多德对诸潜能与固有感觉对象之后续专门论述的预告,通过昆虫与海绵的对比探讨了表象能力的归属问题,并讨论了从植物到理性乃至守护神与气状灵魂的灵魂潜能等级序列。
" Διασαφητέον δὲ περὶ αὐτῶν ὕστερον." Ἐρεῖ γὰρ ἐφεξῆς ἰδίᾳ περὶ ἑκάστης δυνάμεως ψυχικῆς, ἐρεῖ δὲ καὶ περὶ τῶν ἰδίων αἰσθητῶν ἑκάστης αἰσθήσεως, ὅταν περὶ τῶν αἰσθήσεων αὐτῶν διαλέγηται.
“关于这些,以后必须予以阐明。” 因为他接下来将分别论述灵魂的每一种潜能,并且当他讨论诸感觉本身时,也将论述每种感觉的固有感觉对象。
"Περὶ δὲ φαντασίας ἄδηλον, ὕστερον δὲ ἐπισκεπτέον." Πρότερον μὲν ἔλεγεν, ὥσπερ τὴν ὄρεξιν ἕπεσθαι τοῖς μετέχουσιν αἰσθήσεως, οὕτω δὲ καὶ τὴν φαντασίαν, ἡνίκα περὶ τῶν ἐντόμων ἔλεγε· νῦν δὲ ἄδηλόν φησιν εἶναι, εἰ πάντως τοῖς αἴσθησιν ἔχουσι καὶ φαντασία ἕπεται. οἱ γὰρ σπόγγοι συναισθάνονται μὲν τοῦ ἡδέος καὶ τοῦ λυπηροῦ, φαντασίαν δὲ οὐκ ἂν εἰκότως ἔχειν αὐτούς τις ὑπονοήσει, εἴπερ κρείττων μὲν ἡ φαντασία τῶν αἰσθήσεων, ἐκεῖνα δὲ οὐδεμίαν ἄλλην αἴσθησιν ἔχει πλὴν τῆς ἁφῆς, ὥστε τῶν χειρόνων μὴ ὄντων οὐκ ἂν εἴη ἡ κρείττων.1 ἐρεῖ δὲ περὶ αὐτῆς καὶ ἐν τούτῳ τῷ λόγῳ μετ’ ὀλίγα καὶ ἔτι ἐντελέστερον ἐν τῷ τρίτῳ, τίσι τε ὑπάρχει τῶν ζῴων καὶ τίσιν οὔ.
“然而关于表象则尚不清楚,以后必须加以考察。” 先前,当论及昆虫时,他曾说过正如欲求伴随分有感觉的事物,表象亦然;但现在他说,表象是否必然伴随具有感觉的事物,尚不清楚。因为海绵虽能感知快与痛,但任何人均不会合理地推测它们具有表象,假若表象优于诸感觉,而那些生物除触觉外别无其他感觉,以至于既然较次劣者不存在,较优越者便不可能存在。关于它,他不仅在不久后于本卷中阐述,而且还将在第三卷中更完备地说明它存在于哪些动物中,又不存在于哪些动物中。
"Ἐνίοις δὲ πρὸς τούτοις ὑπάρχει καὶ τὸ κατὰ τόπον κινητικόν." Τὴν τάξιν τῶν ψυχικῶν δυνάμεων παραδίδωσιν ἅμα δηλῶν ὅτι ἔστιν ἐν αὐταῖς τὸ πρῶτον καὶ τὸ ὕστερον. ἔν τισι μὲν γάρ ἐστι μόνη ἡ θρεπτική, ἔν τισι δὲ καὶ ἡ αἰσθητική, ᾗτινι καὶ ἡ ὀρεκτικὴ ἕπεται· πρὸς τούτοις ἔν τισι καὶ ἡ φαντασία, ἐν ἄλλοις καὶ τὸ κατὰ τόπον κινητικόν. ἑτέροις καὶ τὸ διανοητικόν, ὅπερ ἐστὶ δυνάμει νοῦς, οἷον ἐν ἀνθρώποις. καὶ ἐν οἷς μὲν τὰ κρείττονα, πάντως καὶ τὰ χείρονα, οὐκέτι δὲ καὶ ἔμπαλιν. τὸ δὲ κἂν εἴ τι τοιοῦτον ἕτερον καὶ τιμιώτερόν φασι περὶ δαιμόνων τινῶν λέγειν2 συστοίχων πως τῇ ἀνθρωπείᾳ φύσει· οὐδὲ γὰρ ἐκ τῶν ἀεὶ ἄνω κάθοδον καὶ ὑπόβασιν ἄμεσον δεῖ μέχρις ἡμῶν εἶναι, φασίν, οὐδὲ τὴν πτῶσιν εὐθὺς ἐν τοῖς ἐσχάτοις γίνεσθαι τῆς λογικῆς οὐσίας, ἀλλ’ εἶναι καὶ οἷον μεσότητα, ἥτις οὔτε οὕτω συμπέπλεκται πρὸς τὴν ἀλογίαν ὡς ἡμεῖς, οὔτε μὴν ἄσχετός ἐστι πρὸς αὐτήν. καὶ τὴν ψυχὴν δέ φασιν μὴ εὐθὺς εἰς τόδε καταπίπτειν, ἀλλὰ πρότερον ἀέριον γίνεσθαι ἐπί τινα χρόνον ἀπαθεστέραν ταύτης ζωὴν ζῶσαν, οὐ μέντοι πάντη ἄσχετον πρὸς τὰς δυνάμεις τὰς ἀλόγους· ἣν ἴσως αἰνίττεται διὰ τούτων.
“而在某些事物中,除这些之外还存在着位移能力。” 他阐释了灵魂诸潜能的次序,同时表明它们之中存在先后之别。因为在某些事物中唯有营养潜能,在某些事物中亦有感觉潜能,欲求潜能亦伴随于此;除这些之外,在某些事物中亦有表象,在另一些事物中亦有位移能力;在其他事物中亦有思维潜能,即潜能上的理智,如在人之中。在凡有较优越潜能存在的地方,必然亦有较次劣者存在,但反之则不然。至于“以及倘若有任何其他这般且更为尊贵者”这一词句,他们说他是谈及某种在某种程度上与人性相对应的守护神;因为他们说,从恒在上位者到我们这里不应有直接的下降与降格,理性实体的跌落亦不应径直发生于最底层,而应当存在某种中间形态,它既不像我们这样与非理性缠绕在一起,又绝非与之毫无关联。他们还说,灵魂并非立即跌入这〔肉躯〕之中,而是先经历一段时间化为气状,过着比今生更少受情状影响的生活,但绝非完全与非理性潜能脱离关联;他借由这些话所暗指的或许正是此种灵魂。
- 2.53τῶν χειρόνων μὴ ὄντων οὐκ ἂν εἴη ἡ κρείττων
短语 τῶν χειρόνων μὴ ὄντων 是带有否定词 μή 的属格独立结构,构成与主句潜在推论(οὐκ ἂν εἴη)相对的条件分句。它表达条件含义:“如果较劣等的潜能(除触觉外的其余感觉)不存在,则较优越者(表象)亦不可能存在”。
- 2.54τὸ δὲ κἂν εἴ τι τοιοῦτον ἕτερον καὶ τιμιώτερόν φασι περὶ δαιμόνων τινῶν λέγειν
中性单数定冠词 τό 将引自亚里士多德原文(414b18)的整条短语名词化,作为置于句首的主题对格。不定词 λέγειν 依存于间接引语动词 φασι,整句构架为:“关于‘……’这一文句,他们说他是指某种守护神而言的”。
