← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§253.18-254.17

欲望与对其他感觉对象的偶性欲求

斐洛庞诺斯对亚里士多德《论灵魂》414b9中“至于其他感觉对象则是偶性地”这一句,在总结了上一节涉及触觉的亚历山大解释后,指出将该句与欲望相连才是更恰切的解法。他论证了欲望主要针对营养(触觉性质),而偶性地针对滋味与颜色,从而得出凡具有触觉者必然伴随欲求的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.51#2

ἐπεὶ οὖν τὰ ἄλλα, ὧν αἱ ἄλλαι αἰσθήσεις καθ’ αὐτὰς ἀντιλαμβάνονται, συμβέβηκε τοῖς σώμασιν, ὧν ἡ ἁφὴ κυρίως ἐστὶν ἀντιληπτική, κατὰ συμβεβηκὸς ἂν ἐκείνων ἡ ἁφὴ ἀντιλαμβάνεσθαι.1 // κυριώτερον δὲ τὸ τῶν ἄλλων αἰσθητῶν κατὰ συμβεβηκὸς πρὸς τὴν ἐπιθυμίαν συντακτέον, ἵν’ ᾖ ἡ σύνταξις οὕτως· οἷς δὲ ταῦτα, καὶ ἐπιθυμία· τοῦ γὰρ ἡδέος ὄρεξις αὕτη, τῶν δὲ ἄλλων αἰσθητῶν κατὰ συμβεβηκός. ὀρέγεται γὰρ ἡ ἐπιθυμία πρώτως δι’ ὧν τρέφεται ὑγρῶν καὶ ξηρῶν, θερμῶν καὶ ψυχρῶν, κατὰ συμβεβηκὸς δὲ χυμῶν καὶ χρωμάτων καὶ τῶν ἄλλων αἰσθητῶν. ὁ γὰρ φέρ’ εἰπεῖν λευκὸν οἶνον ἢ γλυκὺν ἐπιθυμῶν, κατὰ συμβεβηκὸς τούτων ὀρέγεται διά τινα συνεθισμόν, ἐπεὶ πρώτως ὑγρῶν ἐφίεται. καὶ ὅτι πρὸς τοῦτο μᾶλλον ὑπακουστέον τὸ τῶν δὲ ἄλλων κατὰ συμβεβηκός, τὰ ἑπόμενα δείκνυσιν· οὐδὲν γάρ, φησίν, εἰς τροφὴν συμβάλλεται ψόφος οὐδὲ χρῶμα. ὥστε πρὸς τὴν ὄρεξιν ἡ ἀπόδοσις· δι’ ὧν γὰρ τρέφεται, φησί, τούτων ὀρέγεται, τῶν δὲ ἄλλων κατὰ συμβεβηκός· ὡς γὰρ προελθὼν ἐρεῖ, ὁ χυμὸς οἷον ἥδυσμά τί ἐστι τῶν τρεφόντων, χυμὸν δὲ λέγει τὴν τοιάνδε γευστὴν ποιότητα τὴν ἐπιγενομένην τοῖς τρέφουσι. ψυχρὸν δὲ τὸ ποτὸν εἶπεν, ὅτι κἂν θερμὸν τὸ ὕδωρ πίνηται, τῇ θίξει ἐστὶ θερμόν, τῇ δὲ δυνάμει ψυχρόν, ὅθεν σβέννυσι τὴν ἐκ τοῦ διψῆν ἐγγινομένην ξηρότητα. καὶ οἱ ἀκριβῶς δὲ διψῶντες ψυχροῦ ὀρέγονται, ὅθεν οὐκ ἂν εἰ μὴ δι’ ἀνάγκην οὐδὲ οἶνον προσιοῖντο.2 τί οὖν; οὐχὶ καὶ οἱ τοιοίδε χυμοὶ συμβάλλονται πρὸς σωτηρίαν τῷ ζῴῳ καὶ ἄλλοι δὲ λυμαίνονται αὐτό; λέγω οὖν ὅτι ὡς μὲν σώματα ἁπλῶς ὑπὸ ξηρῶν καὶ ὑγρῶν, θερμῶν τε καὶ ψυχρῶν τρέφονται, ὡς δὲ καὶ τοιῶσδε πεποιωμένα δέονται καὶ τοιᾶσδε ἐν ταῖς τροφαῖς ποιότητος. ἄλλως τε διὰ τοῦτο οὐκ ἐν πᾶσιν αἱ αὐταὶ τῶν τροφῶν ποιότητες παραλαμβάνονται διὰ τὴν πρὸς αὐτὰς ἀσυμμετρίαν τῆς τοιᾶσδε τῶν στοιχείων κράσεως. ἐπειδὴ γὰρ καὶ τοιαίδε ποιότητες ἐκ τῆς τοιᾶσδε τῶν στοιχείων κράσεως ἐν τοῖς συνθέτοις ἐπιγίνονται κατά τινα τῶν ἁπλῶν τινος ἐπικράτειαν, εἰκότως τοῖσδε μὲν ἐν οἷς φέρ’ εἰπεῖν ἐπικρατεῖ τὸ θερμόν, τοὺς τοιούσδε χυμοὺς προσφέρομεν, οἵτινες ἐγγίνονται τοῦ ψυχροῦ ἐπικρατοῦντος· τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα. ὥστε οὐκ ἐπειδὴ τοιόσδε ὁ χυμός, προσφέρομεν αὐτὸν τοῖς αὐτοῦ δεομένοις, ἀλλ’ ἐπεὶ κατ’ ἐπικράτειαν γέγονε τοῦ ψυχροῦ τυχὸν ἢ θερμοῦ ἢ ξηροῦ ἢ ὑγροῦ. ὥστε πάλιν πρώτως μὲν ταῦτά ἐστι τὰ τρέφοντα, κατὰ συμβεβηκὸς δὲ οἱ χυμοί. πεῖνα δὲ καὶ δίψα ἐπιθυμία. εἰπὼν τὰ τὴν ἁφὴν ἔχοντα αἰσθάνεσθαι τροφῆς, τὰ δὲ αἰσθανόμενα τροφῆς καὶ πεινῆν καὶ διψῆν, τὴν δὲ πεῖναν καὶ τὴν δίψαν ἐπιθυμίαν εἶναι, τὴν δὲ ἐπιθυμίαν ὄρεξιν, συνήγαγε καὶ ἔδειξεν ὅτι τοῖς τὴν ἁπτικὴν αἴσθησιν ἔχουσιν ἕπεται πάντως ἡ ὄρεξις.

因此,既然其他感觉就其自身而言所领悟的其余性质,碰巧附带于触觉本然地能够领悟的物体,触觉就会偶性地领悟那些性质。 然而,把“至于其他感觉对象则是偶性地”这句话与欲望连缀在一起则更为恰切,以使句法构造如下:“凡具有这些性质的,也具有欲望;因为欲望是对令人愉悦之物的欲求,至于其他感觉对象则是偶性地。”因为欲望主要欲求其赖以滋养的湿与干、热与冷,而偶性地欲求滋味、颜色及其他感觉对象。例如,渴望白葡萄酒或甜葡萄酒的人,是出于某种习惯而偶性地欲求这些东西,因为他主要企求的是湿润之物。而“至于其他事物则是偶性地”更应当就这一点来理解,接下来的话表明了这一点;因为他说,“因为声音和颜色对于营养毫无助益”。所以归结在于欲求;因为他说,它欲求那些使它得以滋养的东西,至于其他事物则是偶性地;正如他在后文将要说的,滋味是滋养之物的一种调味品,而他所说的滋味是指附生于滋养之物上的这种可尝的性质。他称饮品为冷,是因为即使饮用热水,热水在触觉上是热的,但在潜能上是冷的,因此它能止住由渴引起的干燥。真正感到口渴的人所欲求的是冷,因此若非出于被迫,他们甚至不会饮用葡萄酒。那么怎样呢?难道不是这种滋味也有助于动物的保全,而其他滋味会戕害动物吗?我因而说,单纯作为物体,它们受干与湿、热与冷滋养,但作为具有如此这般性质的物体,它们在养分中也需要如此这般的性质。此外,正是为此缘故,并非所有动物都摄取相同的食物性质,这是由于各元素如此这般的调配比例与它们〔食物性质〕不相称。因为既然在复合物中,如此这般的性质也是依据某种简单元素的优势、由各元素如此这般的调配而产生的,那么在例如热占优势的身体中,我们理所当然地提供在冷占优势时产生的那些滋味;因为相反者是相反者的疗药。所以我们向需要它的人提供这种滋味,并非因为滋味是如此这般的,而是因为它随着冷、或热、或干、或湿的优势而产生。因此再次可见,主要地是这些性质在滋养,而滋味则是偶性的。“饥与渴是欲望。”在说明了具有触觉的事物感知营养,感知营养的事物既感饥饿又感口渴,饥与渴是欲望,而欲望是一种欲求之后,他推导并表明了欲求必然伴随具有触觉能力的事物。

语法注2 条
  1. 2.51κατὰ συμβεβηκὸς ἂν ἐκείνων ἡ ἁφὴ ἀντιλαμβάνεσθαι

    不定词 ἀντιλαμβάνεσθαι 与小词 ἄν 连用,承接前一语块末尾亚历山大假定句中的间接引语(“他就会表达了这层意思”),用不定词结构表示条件句归结从句中的潜在可能(原本相当于希求法加 ἄν)。

  2. 2.51οὐκ ἂν εἰ μὴ δι’ ἀνάγκην οὐδὲ οἶνον προσιοῖντο

    动词 προσιοῖντο 是 προσίεμαι(接受、靠近)的现在中动态希求法第三人称复数,与小词 ἄν 连用表示潜在语气(“不会接纳”)。否定词 οὐκ 与 οὐδέ 形成强烈否定,中间插入了省略动词的惯用条件短语 εἰ μὴ δι’ ἀνάγκην(“除非出于迫不得已”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:253.18-254.17