← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§252.16-253.18

触觉对其他感觉对象的偶性感知

菲洛波庞讨论了亚里士多德在414b9处关于“至于其他感觉对象则是偶性地”的命题,提出了将该句指涉触觉或指涉欲望的两种解释,并探讨了亚历山大将之归于触觉时的两种论证方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.51#1

" Τῶν δὲ ἄλλων αἰσθητῶν κατὰ συμβεβηκός.1" Διττὴν εἰς τοῦτο φέρουσι τὴν ἐξήγησιν. ἢ γὰρ τὴν ἁφήν φησι τῶν ἄλλων αἰσθητῶν κατὰ συμβεβηκὸς ἀντιλαμβάνεσθαι ἢ τὴν ὄρεξιν. ἀντιλαμβάνεται γὰρ ἡ ἁφὴ πρώτως μὲν καὶ καθ’ αὑτὸ θερμῶν ξηρῶν, ὑγρῶν ψυχρῶν· αὗται γὰρ τῶν ποιοτήτων ἁπταί· τῶν δὲ ἄλλων εἰ λέγοιτο ἀντιλαμβάνεσθαι, κατὰ συμβεβηκὸς δηλονότι. τοῦτο δὲ οὐ μόνον ἐπὶ τῆς ἁφῆς, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἁρμόσει λέγειν. ἡ γὰρ ὀπτικὴ αἴσθησις πρώτως μὲν τῶν χρωμάτων ἀντιλαμβάνεται, κατὰ συμβεβηκὸς δὲ τοῦ γλυκέος ἢ τοῦ πικροῦ ἢ τοῦ ὀξώδους, οἷον ἐὰν ἴδῃ μέλι, ὡς μὲν ξανθοῦ ἀντιλήψεται καθ’ αὑτό, ὡς δὲ γλυκέος κατὰ συμβεβηκός. ἐπειδὴ γὰρ συνενήργησάν ποτε αἱ δύο αἰσθήσεις, ἡ ὀπτικὴ λέγω καὶ ἡ γευστική, οἶδεν ὅτι τὸ τοιόνδε εἶδος γλυκύ ἐστιν ἢ πικρὸν ἤ τι τοιοῦτον [εὐῶδες τυχὸν ἢ δυσῶδες]. οὕτως καὶ ἡ ἁφὴ πρώτως μὲν τῶν εἰρημένων ἀντιλαμβάνεται, κατὰ συμβεβηκὸς δὲ καὶ τῶν ἄλλων. εἰ γὰρ μύων φέρ’ εἰπεῖν ἅψωμαι ἄρτου, οἶδα ὅτι τοιάνδε ἔχει ποιότητα καὶ τοιόνδε χρῶμα· καὶ εἰ ἅψωμαι μέλιτος, οἶδα ὅτι γλυκὺ καὶ ξανθόν· τὰ αὐτὰ καὶ ἐπὶ τῶν λοιπῶν αἰσθήσεων. καὶ τὴν αἰτίαν εἴπομεν διὰ τὸ συνενηργηκέναι ποτὲ τὰς αἰσθήσεις, ἐπεὶ εἴ τι θεάσωμαι ἐν ᾧ μήποτε συνενήργησαν αἱ αἰσθήσεις, ποῖον μὲν χρῶμα ἔχει οἶδα, οὐκέτι μέντοι καὶ τὴν ποιότητα τοῦ χυμοῦ διακρῖναι δύναμαι· ὁμοίως καὶ ἐπὶ ἁφῆς καὶ τῶν λοιπῶν. εἰ μὲν οὖν πρὸς τὴν ἁφὴν ἐκληψόμεθα τὸ τῶν δὲ ἄλλων αἰσθητῶν κατὰ συμβεβηκός, εἴη ἂν τοῦτο εἰρηκώς, ὥς φησιν ὁ Ἀλέξανδρος· ἤτοι ἐπεί τινες ἐνόμισαν πάσας τὰς αἰσθήσεις ἁφὰς εἶναι καὶ πάντα τὰ αἰσθητὰ ἁπτά, ἐπεὶ δοκεῖ ἁπτομένοις κἀκείνων ἡ ἀντίληψις γίνεσθαι (καὶ γὰρ ἡ ὄψις ἁπτομένη τοῦ διαφανοῦς καὶ ἡ ὄσφρησις τοῦ διακονουμένου τῇ ὀσμῇ, ὃ δίοσμον λέγουσι, καὶ ἡ ἀκοὴ ὁμοίως), τοῦτο οὖν διαστελλόμενος εἶπεν ὅτι τῶν ἄλλων αἰσθητῶν2 κατὰ συμβεβηκὸς δι’ ἁφῆς ἀντιλαμβανόμεθα. // οὐ γὰρ καθὸ ἅπτεται τοῦ διαφανοῦς ἡ ὄψις ἀντιλαμβάνεται τῶν ὁρατῶν οὐδὲ ἡ ὄσφρησις τῶν ὀσφραντῶν οὐδὲ ἡ ἀκοὴ τῶν ἀκουστῶν, ἀλλὰ συμβέβηκεν αὐταῖς τὸ ἅπτεσθαι τούτων, δι’ ὧν ἀντιλαμβάνονται τῶν οἰκείων αἰσθητῶν. οὐ γὰρ ὥσπερ ἡ ἁφὴ τῶν οἰκείων αἰσθητῶν ἁπτομένη ἀντιλαμβάνεται, οὕτω καὶ αἱ ἄλλαι τῇ ἁφῇ ἔχουσι τὴν ἀντίληψιν· οὐ γὰρ τῶν χρωμάτων ἡ ὄψις ἀντιλαμβάνεται ἁπτομένη αὐτῶν, ἀλλὰ τοῦ διαφανοῦς δι’ οὗ ὁρᾷ τὰ χρώματα. // ἢ τῶν δὲ ἄλλων αἰσθητῶν, φησὶν ὁ Ἀλέξανδρος, κατὰ συμβεβηκὸς τὴν ἁφὴν εἶπεν ἀντιληπτικὴν εἶναι, ὅτι τούτων ἐστὶν ἀντιληπτική, οἷς ἄλλα συμβέβηκε. τὰ γὰρ ἁπλᾶ καὶ πρῶτα σώματα, ἐξ ὧν καὶ τὰ ἄλλα, τούτοις ὥρισται ὧν ἐστιν ἡ ἁφὴ ἀντιληπτική· θερμὸν γὰρ καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν αἱ εἰδοποιοὶ καὶ ἁπλαῖ τῶν πρώτων σωμάτων διαφοραί.

“至于其他感觉对象则是偶性地。” 对此他们提出了双重的解释。因为他所指的,要么是触觉偶性地领悟其他感觉对象,要么是欲望如此。因为触觉主要且本然地领悟温热、干燥、湿润、寒冷;因为在诸性质中这些是可触知的;但如果说它领悟其他性质,那显然是偶性地。而这样说不仅适用于触觉,也同样适用于其他感觉。因为视觉主要领悟颜色,而偶性地领悟甜、苦或酸,例如如果它看见蜂蜜,它将本然地把它作为黄色的东西加以领悟,而偶性地作为甜的东西加以领悟。因为既然这两种感觉——我指视觉和味觉——曾经协同运作过,它便知道这种形式是甜的、苦的或诸如此类的[或许是有芳香的或有臭味的]。触觉也是如此,主要领悟上述事物,但偶性地也领悟其他事物。例如,如果我闭上双眼摸到面包,我知道它具有怎样的性质和怎样的颜色;如果摸到蜂蜜,我知道它是甜的和黄色的;其余的感觉也是同样。我们已经说明了其原因,即由于诸感觉曾经协同运作过;因为如果我注视某种诸感觉从未协同运作过的东西,我知道它具有怎样的颜色,但我却不能再辨别出其滋味的性质;在触觉及其他感觉上也是同样。那么,如果我们把“至于其他感觉对象则是偶性地”这句话与触觉联系起来理解,他[亚里士多德]就会如亚历山大所说的那样表达了这层意思:或者是因为有人认为一切感觉都是触觉,一切感觉对象都是可触知物,既然对那些对象的领悟似乎也是在接触时产生的(因为视觉接触透明体,嗅觉接触传递气味之物——即他们所谓的透嗅体,听觉也是同样),因此他加以区分,指出我们通过触觉偶性地领悟其他感觉对象。 因为视觉并非由于接触透明体而领悟可见物,嗅觉并非由此领悟可嗅物,听觉也并非由此领悟可听物,而是接触这些媒介碰巧附带发生于它们,它们正是通过这些媒介领悟其本己的感觉对象的。因为并不像触觉通过接触其本己的感觉对象而领悟那样,其他感觉也通过触觉来获得领悟;因为视觉并非通过直接接触颜色来领悟颜色,而是接触它借以看见颜色的透明体。 或者,亚历山大说,他称触觉偶性地能够领悟其他感觉对象,是因为触觉所能领悟的正是那些其他性质碰巧附带于其上的事物。因为构成其他物体的简单且在先的物体,正是由触觉所能领悟的这些性质所规定的;因为温热、寒冷、干燥、湿润正是原初物体的形成种差的简单差异。

语法注2 条
  1. 2.51Τῶν δὲ ἄλλων αἰσθητῶν κατὰ συμβεβηκός

    亚里士多德的原文是极其简练的省略句,缺少主语和限定动词。菲洛波诺斯在紧接着的论述中指出了两种补足方式:或是触觉(ἡ ἁφή)偶性地领悟其他感觉对象,或是欲望(ἡ ὄρεξις)如此。各语种译文均保留了引文本身的省略结构,未径自补足确定的主语。

  2. 2.51ἤτοι ἐπεί τινες ἐνόμισαν πάσας τὰς αἰσθήσεις ἁφὰς εἶναι... // ἢ τῶν δὲ ἄλλων αἰσθητῶν

    在亚历山大的解释内部,通过相关联词 ἤτοι... ἢ...(或是……或是……)引出了两种可供选择的论证理路。第一支(ἤτοι ἐπεί...)将其解释为针对那些因各感觉均接触媒介而主张“一切感觉皆触觉”者的澄清与界定;第二支(ἢ τῶν δὲ ἄλλων...)则将其解释为触觉所领悟的是原初物体,而其他感觉性质则是偶性地附带于这些物体之上的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:252.16-253.18