← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§251.4-252.15

食物与饮料的划分及触觉的根本性

斐洛庞奴斯论证了狭义食物与饮料的划分基于相反关系,由此确立了四种性质(干热与湿冷)向两种欲望(饥饿与口渴)分配的必然性,驳斥了亚里士多德提出的另一种论据,并总结了触觉作为维持生存所必需的根本感觉而居于首位的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.50#2

καὶ δῆλον ὅτι τούτων ἡ ἀντίθεσις ὡς ἡ τῶν κατὰ στέρησιν ἐστιν καὶ ἕξιν· ἐπεὶ γὰρ μὴ εἴχομέν τι κατηγορῆσαι τῆς ἀσωμάτου οὐσίας, ἀπεφήσαμεν αὐτῆς τὸ σῶμα, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ἡ μέντοι τοῦ ἐμψύχου διαίρεσις εἰς τὸ ζῷον καὶ ζώφυτον καὶ φυτὸν καὶ αὕτη τοι κατά τινα τοιαύτην ἀντίθεσιν εἴληπται· ὃ γὰρ ὑπάρχει τῷ ζῴῳ ἰδίως, τούτου ἐστέρηται τὸ ζώφυτον, καὶ ὃ τούτῳ ὑπάρχει, τούτου ἐστέρηται τὸ φυτόν. ἔτι τοῦ χρώματος ἡ διαίρεσις πρώτως εἰς τὸ λευκὸν γίνεται καὶ μέλαν (τὰ γὰρ ἄλλα ἐκ τούτων) ταῦτα δ’ ἐναντία, καὶ τοῦ ἀριθμοῦ εἰς τὸν περιττὸν καὶ τὸν ἄρτιον. ὥσπερ δὲ ἡ διάθεσις διαιρεῖται εἴς τε τὴν ἕξιν καὶ τὴν ἰδίως λεγομένην διάθεσιν, οὕτως ἡ τροφὴ εἰς τὴν ἰδίως τροφὴν καὶ τὸ ποτόν. οὔκουν καὶ τούτων τὴν διαίρεσιν τὴν ἐκ τοῦ κοινοτέρου κατά τι τῶν ἀντικειμένων ληπτέον.1 ἀλλὰ μὴν οὔτε ὡς τὰ κατὰ στέρησιν καὶ ἕξιν δυνατὸν λαβεῖν οὔτε κατάφασιν καὶ ἀπόφασιν οὔτε πολλῷ μᾶλλον ὡς τὰ πρός τι· μόνως ἄρα ὡς τὰ ἐναντία ληπτέον ἀντιδιῃρῆσθαι. εἰ τοίνυν τὸ ποτὸν ψυχρῶν ἐστι καὶ ὑγρῶν, ὡμολογημένως ἡ τροφὴ ξηρῶν ἔσται καὶ θερμῶν. οὐδὲν δὲ θαυμαστόν, εἰ ἅμα τῶν ἐναντίων πολλάκις ἐφιέμεθα, λέγω δὴ ποτοῦ τε καὶ τροφῆς, ταὐτὸν δὲ εἰπεῖν ξηροῦ καὶ ὑγροῦ, θερμοῦ καὶ ψυχροῦ· καὶ γὰρ ἐκ τούτων ἔχομεν τὴν σύστασιν, ὧν διαφορουμένων εἰκότως εἰς ἀναπλήρωσιν τούτων κινεῖται ἡ ὄρεξις. τοῦ γὰρ ὁμοίου τὸ ὅμοιον ἐφίεται· ἑκάστου οὖν τῶν στοιχείων ἐλλείποντος, εἰκότως πάντων γίνεται ἔφεσις. ἐξ οὗ μάλιστα δῆλον ὡς ξηρῶν μὲν καὶ θερμῶν ἡ τροφή, ψυχρῶν δὲ καὶ ὑγρῶν τὸ ποτόν. εἰ γὰρ ἐκ τῶν τεσσάρων συνεστήκαμεν, πάντων δὲ γίνεται διαφόρησις, πεῖνα δὲ καὶ δίψα πληρώσεώς ἐστιν ἔφεσις τῶν διαφορηθέντων, θερμῶν ἄρα καὶ ξηρῶν, ψυχρῶν καὶ ὑγρῶν ἔφεσις πεῖνα καὶ δίψα· αὗται γὰρ μόναι τῶν διαφορηθέντων ὀρέξεις. καὶ ὅτι ξηρῶν μὲν πεῖνα, ὑγρῶν δὲ δίψα, προφανές· θερμὸν δὲ καὶ ψυχρὸν πῶς μεριστέον; εἰ μὲν γὰρ τῇ δίψῃ τὸ θερμὸν ἀπονείμωμεν, ἄτοπον· ἐν γὰρ πυρετοῖς, ὡς εἶπον, προφανῶς ψυχροῦ ἡ ἔφεσις· θερμότης γὰρ τὸ ἐνοχλοῦν· συμβήσεται οὖν τὴν αὐτὴν καὶ μίαν ἔφεσιν τῶν ἐναντίων εἶναι, καὶ τῶν δύο ἐναντιώσεων τὰ τρία μόρια τῇ μιᾷ ὀρέξει ἀποδώσομεν.2 ἄμφω δὲ ἄτοπα, καὶ εὔλογον δύο μὲν οὐσῶν τῶν ὀρέξεων, δύο δὲ τῶν ἀντιθέσεων, ὧν αἱ ὀρέξεις γίνονται, ἑκατέρας ἀντιθέσεως ἕν τι μόριον ἑκατέρᾳ τῶν ὀρέξεων ἀπονεῖμαι τὴν φύσιν. ὅταν δὲ λέγω ψυχροῦ ἔφεσιν, οὐ πάντως τῇ θίξει λέγω ψυχροῦ, ἀλλὰ πάντως τῇ δυνάμει. πολλάκις δὲ καὶ τοῦ ἑτέρου τούτων γίνεται ὄρεξις, οἷον ἢ τροφῆς ἢ ποτοῦ, ὅταν τὸ ἕτερον τούτων ἐνδεῶς ἔχῃ. λέγω δὴ τὸ ξηρὸν καὶ θερμόν, ἢ τὸ ὑγρὸν καὶ ψυχρόν. ὅτι δὲ ἡ μὲν τροφὴ οὐ μόνον ξηρῶν ἐστιν ἀλλὰ καὶ θερμῶν, καὶ τὸ ποτὸν οὐ μόνον ὑγρῶν ἀλλὰ καὶ ψυχρῶν, κατεσκεύαζε καὶ οὕτως ὁ φιλόσοφος· τὸ γὰρ ξηρόν, φησί, γῆς· ἐκ ταύτης ἡ καπνώδης ἀναθυμίασις, αὕτη δὲ θερμή· ὁμοίως, φησί, καὶ ἐκ τῶν ὑγρῶν ἡ ἀτμιδώδης, αὕτη δὲ ψυχρά· συνέπεται ἄρα τῷ μὲν ξηρῷ τὸ θερμόν, τῷ δ’ ὑγρῷ τὸ ψυχρόν. τοῦτο δὲ οὐκ ἐχυρόν· πᾶν γὰρ εἰς πᾶν μεταβάλλει, καὶ μάλιστα τὰ ἐναντία εἰς τὰ ἐναντία. ταύτῃ οὖν τὰ ὑγρῶν καὶ θερμῶν ἐφιέμενα καὶ τῶν ἐναντίων ἐφίεται, ὅπερ ἄλογον. ἐκ δὲ τῶν εἰρημένων ἔχεις τὴν αἰτίαν δι’ ἣν προτετίμηται τῶν αἰσθήσεων πασῶν ἡ ἁφή, καὶ ταύτης μὴ οὔσης οὐδεμία ἄλλη εἶναι δύναται, ἄνευ δὲ τῶν ἄλλων αὕτη, διότι τούτων ἐστὶν ἀντίληψις, ἐξ ὧν τὸ εἶναι ἔχομεν· μὴ οὔσης οὖν τῆς ἁπτικῆς αἰσθήσεως ἀντίληψιν οὐκ ἴσχομεν τῆς διαφορηθείσης ἡμῶν οὐσίας, οὕτω δ’ ἂν οὐδ’ ὀρεγοίμεθα τοῦ λείποντος. εἰ δὲ τοῦτο, οὐδὲ τῆς πληρώσεως ἔφεσιν ἕξομεν, ἐξ οὗ σώζεται τὸ ζῷον καὶ μὴ ὄντος ἐξ ἀνάγκης φθαρήσεται.3

显然,这些对立就像按照缺乏与具有的对立一样;因为既然我们对非形体的实体没有任何肯定的东西可加以述谓,我们便对它否定了形体,在其他情况中也是同样。然而,有灵魂者向动物、植虫与植物的划分,也是按照某种这样的对立而确立的;因为植虫被剥夺了动物所特有的属性,而植物又被剥夺了植虫所具有的属性。此外,颜色的划分首先是向白色与黑色进行的(因为其他颜色由它们产生),而这些是相反者;数量的划分则是向奇数与偶数进行的。正如素质被划分为具有与狭义的素质一样,滋养物也被划分为狭义的食物与饮料。难道不也应当把这些事物从较普遍者出发的划分按照对立的某种方式来理解吗?然而,既不可能将它们理解为按照缺乏与具有的对立,也不可能理解为肯定与否定,更不可能理解为相关物;因此只能将它们理解为作为相反者而相对立。那么,如果饮料属于寒冷与湿润之物,如所公认的,食物便将属于干燥与温暖之物。 如果我们在许多时候同时追求相反之物,这也毫无可怪之处——我所说的正是饮料与食物,换言之即干燥与湿润、温暖与寒冷;因为我们正是由这些构成的,当它们散逸时,欲望自然被激发去补充它们。因为同类追求同类;因此当各元素匮乏时,自然产生对所有这些元素的追求。由此尤其清楚地表明,食物属于干燥与温暖之物,而饮料属于寒冷与湿润之物。因为,如果我们是由这四者构成的,而所有这些都发生散逸,饥饿与口渴是对散逸之物进行充实的追求,那么饥饿与口渴就是对温暖与干燥、寒冷与湿润之物的追求;因为只有这些才是针对散逸之物的欲望。饥饿是对干燥之物的〔追求〕,口渴是对湿润之物的〔追求〕,这是显而易见的;但温暖与寒冷应当如何分配呢?因为如果我们把温暖分配给口渴,那是荒谬的;正如我所说,在发热病中追求的显然是寒冷之物;因为令人痛苦的正是炎热;因此将导致同一个且单一的追求是针对相反之物的,并且我们将把两个相反关系中的三个部分归属于同一种欲望。但这两者都是荒谬的,而在欲望有两个、对其产生欲望的对立也有两个的情况下,自然将每个对立的一个部分分配给两种欲望中的每一种,这是合乎情理的。然而当我提到对寒冷之物的追求时,我并非总是指触觉上寒冷的,而是总是指潜能上寒冷的。并且,当这两者之一匮乏时,往往也会产生对其中之一的欲望,例如对食物或对饮料的欲望——我所指的正是干燥与温暖,或湿润与寒冷。 至于食物不仅属于干燥之物而且也属于温暖之物,饮料不仅属于湿润之物而且也属于寒冷之物,哲学家也曾以如下方式加以确立。他说,干燥属于土;烟状的蒸发物来自土,而这是温热的;同样他说,水汽状的蒸发物来自湿润之物,而这是寒冷的;因此温暖伴随着干燥,寒冷伴随着湿润。但这一定论并不坚固;因为一切事物都向一切事物转化,尤其是相反者向相反者转化。按这种方式,追求湿润与温暖之物者也会追求相反之物,这是不合情理的。 根据上面所说的,你便得到了触觉为何在一切感觉中最受重视的原因,以及为何没有触觉便不可能有任何其他感觉、而触觉没有其他感觉却能存在的原因:因为触觉是对我们借以获得存在的那些成分的领悟;因此若没有触觉感知,我们便无法领悟我们自身散逸的实体,这样我们甚至不会欲望匮乏之物。如果是这样,我们也不会对充实产生追求,而动物正是赖此得以保全,若无此则必然归于毁灭。

语法注3 条
  1. 2.50οὔκουν καὶ τούτων τὴν διαίρεσιν τὴν ἐκ τοῦ κοινοτέρου κατά τι τῶν ἀντικειμένων ληπτέον.

    否定推论词 οὔκουν 与动形容词 ληπτέον 构成非人称支配结构,支配宾格 τὴν διαίρεσιν。此处不是陈述句式的否定,而是表示期待肯定回答的反问句(“难道不也应当……吗”),强调对滋养物的划分必然要依据前述某种对立方式来进行。

  2. 2.50συμβήσεται οὖν τὴν αὐτὴν καὶ μίαν ἔφεσιν τῶν ἐναντίων εἶναι, καὶ τῶν δύο ἐναντιώσεων τὰ τρία μόρια τῇ μιᾷ ὀρέξει ἀποδώσομεν.

    非人称动词 συμβήσεται 支配“宾格加不定式”结构(τὴν αὐτὴν... εἶναι)作为主语从句;随后在 καὶ 之后出现了句式转换(anakolouthon),转入第一人称复数将来时直陈语气 ἀποδώσομεν(“我们将归属于……”),直接以论证者的角度陈述这一荒谬推论的结果。

  3. 2.50οὕτω δ’ ἂν οὐδ’ ὀρεγοίμεθα τοῦ λείποντος. εἰ δὲ τοῦτο, οὐδὲ τῆς πληρώσεως ἔφεσιν ἕξομεν, ἐξ οὗ σώζεται τὸ ζῷον καὶ μὴ ὄντος ἐξ ἀνάγκης φθαρήσεται.

    紧接前文的条件分词,ἄν 搭配希求法 ὀρεγοίμεθα 表示潜在或虚拟推论。随后的句子以省略的条件从句 εἰ δὲ τοῦτο(“如果是这样的话”)引出主句的将来时直陈式 ἕξομεν。中性单数关系词短语 ἐξ οὗ 指代前句所述之事(“对充实具有追求”),τὸ ζῷον 是 σώζεται 的主语,与之并列的 καὶ μὴ ὄντος 则构成属格独立结构,表示否定条件(“而若无此事”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:251.4-252.15