- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:249.24-251.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解414b6,论证了触觉是辨别构成生物的四种基本性质(干、热、湿、冷)的滋养物感知,因而具有触觉的动物必然具有饥饿与口渴等欲望,并通过医学观点、经验事例以及逻辑划分对此加以证明。
" Ἔτι τε τῆς τροφῆς αἴσθησιν ἔχουσιν· ἡ γὰρ ἁφὴ τῆς τροφῆς αἴσθησις." Ὅτι τὰ αἰσθήσεως μετέχοντα καὶ ὀρέξεως μετέχει, κἂν μίαν μόνην τῶν αἰσθήσεων ἔχῃ τὴν ἁφήν, ἔδειξεν ἤδη κοινότερον καὶ ὁλοσχερέστερον τῷ συναισθάνεσθαι τοῦ ἡδέος καὶ τοῦ λυπηροῦ· τὰ δὲ τούτων συναισθανόμενα προσίεται μὲν τὸ ἡδύ, ἀποστρέφεται δὲ τὸ λυπηρόν· ὃ δὲ προσίεταί τι, τοῦτο καὶ ἐπιθυμεῖ· ἡ δὲ ἐπιθυμία ὄρεξίς τις (διὰ τοῦτο γὰρ καὶ τὴν διαίρεσιν τῆς ὀρέξεως ἐποιήσατο)· τὰ ἄρα αἰσθήσεως μετέχοντα δι’ αὐτὸ τοῦτο καὶ ὀρέξεως μετέχει. νῦν δὲ προσεχέστερον καὶ ἰδικώτερον αὐτὸ τοῦτο δείκνυσιν, ὅτι τὰ τὴν ἁφὴν ἔχοντα πάντως καὶ ὄρεξιν ἔχει. ἡ γὰρ ἁφή, φησί, τούτων αἰσθάνεται, οἷς τρέφεται τὸ ζῷον, τρέφεται δὲ ἐξ ὧν καὶ συνέστηκε, συνέστηκε δὲ ἐκ τῶν τεσσάρων ποιοτήτων, ξηρᾶς, ὑγρᾶς, θερμῆς, ψυχρᾶς, ὡς ἐν τῷ Περὶ γενέσεως ἔδειξεν· ἐκ τούτων ἄρα καὶ τρέφεται· ἕκαστον γὰρ τῷ οἰκείῳ τρέφεται. ἔτι καὶ πῶς τούτοις τρέφεται ἔδειξεν· ἡ γὰρ τροφή, φησί, διὰ θερμῶν γίνεται καὶ ξηρῶν, τὸ δὲ ποτὸν διὰ ὑγρῶν καὶ ψυχρῶν· τούτων δὲ τῶν ποιοτήτων ἡ ἁφὴ κριτική. οἷς δὲ αἴσθησις τῶν τρεφόντων, τούτοις καὶ πεῖνα καὶ δίψα· ἑκάτερον δὲ ἐπιθυμία δι’ ἔνδειαν τῶν τρεφόντων, ἡ δὲ ἐπιθυμία ὄρεξις. ξηροῖς γὰρ καὶ θερμοῖς καὶ ψυχροῖς καὶ ὑγροῖς τρέφεται τὰ ζῶντα πρώτως· ἡ γὰρ τῶν μὴ τοιούτων χυμῶν ἔφεσις κατὰ συμβεβηκὸς γίνεται· οἷον γὰρ ἡδύσματα τῶν τροφῶν εἰσιν οἱ χυμοί, ὡς αὐτός φησι. καὶ ὅτι μὲν τὸ ποτὸν διὰ ψυχρῶν γίνεται καὶ ὑγρῶν, καὶ οἱ ἰατροί φασιν· γίνεσθαι γὰρ τὴν δίψαν μὴ μόνον διὰ ξηρότητα, ἀλλὰ καὶ διὰ θερμότητα, ὥστε καὶ ὑπὸ ψυχροῦ μόνου ἀέρος παραμυθεῖσθαι τὴν τοιαύτην δίψαν. ὥστε εἰ τὸ ποτὸν τῆς δίψης ἐστὶ φάρμακον (‘πίον τε’ γάρ, φησὶν Ὅμηρος, ‘ἀκέοντό τε δίψαν’), ἡ δὲ δίψα διὰ ξηρότητα γίνεται ἢ θερμότητα (ἐν μὲν τοῖς πυρετοῖς προφανὲς ὡς θερμότης τῆς δίψης αἴτιον· πολλάκις οὖν καὶ τῆς γαστρὸς ὑγρότητος πεπληρωμένης ποτοῦ γίνεται ἔφεσις· ὅτι δὲ καὶ διὰ ξηρότητα γίνεται1 * *) οὐκοῦν εἰ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, ἡ δὲ δίψα διὰ ξηρότητα γίνεται ἢ θερμότητα, ψυχρῷ ἄρα καὶ ὑγρῷ τὸ ποτὸν γίνεται. εἰ δὲ καὶ θερμὸν πολλάκις ἐν τῷ ποτῷ παραλαμβάνομεν, τοῦτο κατὰ συμβεβηκὸς ποιοῦμεν δι’ ἀσθένειαν, εἰ τύχοι, στομάχου ἢ διὰ συνήθειαν, ὥσπερ καὶ τοὺς ἡδεῖς τῶν οἴνων καὶ τὰ προπώματα διὰ τὴν ἡδονὴν παραλαμβάνομεν, οὐ διὰ τὴν δίψαν. εἰ τοίνυν τὸ ποτὸν ψυχροῖς γίνεται καὶ ὑγροῖς, ἡ τροφὴ ἐξ ἀνάγκης ξηροῖς γενήσεται καὶ θερμοῖς. εἰ γὰρ ἐξ ὧν ἐσμεν, τούτοις καὶ τρεφόμεθα, ἐσμὲν δὲ ἐκ ξηρῶν καὶ ὑγρῶν καὶ θερμῶν καὶ ψυχρῶν, πεῖνα δὲ καὶ δίψα ἔφεσις ἀναπληρώσεως τοῦ διαφορηθέντος ἐκ τῆς οὐσίας ἡμῶν, διαφορούμεθα δὲ κατὰ πάσας τὰς ποιότητας ἐξ ὧν συγκείμεθα, γίνεται δὲ τὸ ποτὸν ψυχροῖς καὶ ὑγροῖς, ἡ τροφὴ ἄρα ξηροῖς καὶ θερμοῖς ἐξ ἀνάγκης γενήσεται. εἰ γὰρ μὴ ἔστιν ἕτερον εἶδος τροφῆς παρά τε τὸ ποτὸν καὶ τὴν ἰδίως λεγομένην τροφήν (ἔστι γὰρ καὶ τὸ ποτὸν τροφή τις), ἀνάγκη δὲ τὴν τροφὴν ἐκ τῶν αὐτῶν γενέσθαι, ἐξ ὧν καὶ συνεστήκαμεν, ἀνάγκη πᾶσα τοῦ ποτοῦ ψυχροῖς καὶ ὑγροῖς γινομένου, τὴν τροφὴν ξηροῖς γενέσθαι καὶ θερμοῖς.2 καὶ εἰ τροφὴ φυτῶν ἡ κόπρος, αὕτη δὲ θερμή, οὐ μόνοις ἄρα ξηροῖς ἡ τροφὴ γίνεται, ἀλλὰ καὶ θερμοῖς. καὶ εἰ προσενεχθεὶς οἶνος πολλάκις ἔπαυσε πεῖναν καὶ δῆλον ὅτι οὐχ ᾗ ὑγρός (μᾶλλον γὰρ ἂν τοῦτο ἐποίησεν ὕδωρ· νῦν δὲ οὐ ποιεῖ), δῆλον ἄρα ὅτι ᾗ θερμὸς ἔθρεψε· καὶ θερμῷ ἄρα ἡ τροφὴ γίνεται. // ἔστι δὲ εἰς τοῦτο αὐτὸ καὶ λογικώτερον ἐπιχειρῆσαι. ἡ ἐκ τῶν κοινοτέρων εἰς τὰ ἰδικώτερα διαίρεσις κατά τινα ἀντίθεσιν γίνεται τῶν ἀντικειμένων· οἷον διαιρεῖται ἡ οὐσία εἰς τὸ σῶμα καὶ τὸ ἀσώματον, πάλιν τὸ σῶμα εἰς τὸ ἔμψυχον καὶ τὸ ἄψυχον, καὶ τὸ ζῷον εἰς τὸ λογικὸν καὶ τὸ ἄλογον, καὶ τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ τὸ ἀθάνατον.
“此外,它们还具有滋养物的感知;因为触觉就是滋养物的感知。” 分有感觉者即便在各感觉中唯独具有触觉,也分有欲望,这一点他此前已通过它们共同感知适意之物与痛苦之物而以较为普遍和粗略的方式指明了。共同感知这些事物者接受适意之物,回避痛苦之物;而凡接受某种事物者,也渴望这事物;渴望是某种欲望(因为他正是出于这一缘故也对欲望作了区分);因此,分有感觉者正是由于这一点也分有欲望。而现在,他以更为直接且具体的方式指出这同一事实,即具有触觉者必然也具有欲望。因为他说,触觉感知动物借以获得滋养的那些事物,而动物是由构成它的那些成分来滋养的,它是由四种性质构成的,即干燥、湿润、温暖与寒冷,正如他在《论生成与消灭》中所指出的;因此动物也是由这些性质滋养的;因为每一事物都由与其亲和之物所滋养。此外,他还指出了它是如何由这些性质滋养的;因为他说,食物是通过温暖与干燥之物而形成的,而饮料则是通过湿润与寒冷之物而形成的;而触觉正是辨别这些性质的。凡对于滋养物具有感觉者,饥饿与口渴也属于它们;而这两者各自都是由于滋养物的匮乏而产生的渴望,渴望则是欲望。因为生物主要是由干燥、温暖、寒冷与湿润之物所滋养的;因为对非此类滋味的追求是偶然发生的;正如他自己所说,滋味就像是食物的调味品。而且,饮料是通过寒冷与湿润之物而形成的,连医家们也这样说;因为他们说,口渴不仅因干燥而产生,而且也因炎热而产生,以至于单凭冷空气就能缓解这种口渴。因此,如果饮料是口渴的疗剂(因为荷马说:“他们饮用,并治愈了口渴”),而口渴是由于干燥或炎热而产生的(在发热病中,热是口渴的原因这一点显而易见;因此往往在胃中充满湿气时,也会产生对饮料的追求;而它也由于干燥而产生[……]),那么,如果相反之物是相反之物的疗剂,而口渴因干燥或炎热而产生,饮料便是由寒冷与湿润之物形成的。如果我们也在饮料中常常摄入温热之物,我们这也是偶然地出于(比如)胃的虚弱或出于习惯而做的,正如我们为了享受快乐而非为了止渴而摄取甘甜的葡萄酒和开胃饮料一样。既然饮料是由寒冷与湿润之物形成的,食物必然将由干燥与温暖之物形成。因为,如果我们由构成我们的那些成分所滋养,而我们是由干燥、湿润、温暖与寒冷构成的,且饥饿与口渴是对从我们实体中散逸之物进行补充的追求,而我们是按照构成我们的所有性质而散逸的,并且饮料是由寒冷与湿润之物形成的,那么食物必然将由干燥与温暖之物形成。因为,除了饮料和狭义而言的食物(因为饮料也是某种食物)之外若没有其他种类的滋养,并且滋养物必然来自构成我们的相同成分,那么在饮料由寒冷与湿润之物形成的前提下,食物由干燥与温暖之物形成便是完全必然的。如果植物的养分是粪便,而粪便是温热的,那么食物便不仅是由干燥之物形成的,而且也是由温热之物形成的。如果饮用葡萄酒常常能止饥,并且显然不是因其作为湿润之物而止饥(否则水更应做到这一点,但实际上水并不能),那么显然它是因其作为温热之物而滋养的;因此食物也是由温热之物形成的。关于这一点本身,也可以从更具逻辑性的角度来进行探讨。从较普遍的事物向较具体的事物的划分,是根据对立者的某种相反关系进行的:例如实体被划分为有形体与无形体,形体又被划分为有灵魂与无灵魂,动物被划分为理性与非理性,理性生物被划分为可死的与不死的。
- 2.50ὅτι δὲ καὶ διὰ ξηρότητα γίνεται * *
正如底本中用星号( )所标示的,此处希腊文文本存在脱文(lacuna)。从句法和文脉上看,与前面关于热的陈述(ἐν μὲν τοῖς πυρετοῖς προφανὲς ὡς...)相平行,在“它也因干燥而产生”之后脱落了主节谓语(如“是显然的”δῆλον / πρόδηλον)。
- 2.50ἀνάγκη πᾶσα τοῦ ποτοῦ ψυχροῖς καὶ ὑγροῖς γινομένου, τὴν τροφὴν ξηροῖς γενέσθαι καὶ θερμοῖς
非人称表达 ἀνάγκη πᾶσα [ἐστί](完全必然)的主语是由带宾格的不定式短语 τὴν τροφὴν ξηροῖς γενέσθαι καὶ θερμοῖς(食物由干与热形成)充当,其中嵌入了独立属格结构 τοῦ ποτοῦ ψυχροῖς καὶ ὑγροῖς γινομένου(既然饮料由冷与湿形成)作为前提条件。
