- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:248.12-249.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了灵魂诸能力的等级序列与相互依存关系(较低能力必然伴随较高能力,但能独立存在),并阐明了动物中触觉与欲望的必然联系以及欲望和渴望等术语的多义性。
" Τῶν δὲ δυνάμεων τῆς ψυχῆς αἱ λεχθεῖσαι τοῖς μὲν ὑπάρχουσι πᾶσαι, καθάπερ εἴπομεν, τοῖς δέ τινες αὐτῶν, ἐνίοις δὲ μία μόνη." Ὅπερ ὑπέσχετο πρὸ ὀλίγου ἐρεῖν περὶ τῶν δυνάμεων τῆς ψυχῆς, τίσι τίνες τε καὶ πόσαι ὑπάρχουσι, καὶ διὰ τίνα αἰτίαν καὶ ποῖαι, τίνων δυνάμεις ἀχώριστοί εἰσι καὶ τίνες τίνων χωρίζονται, τοῦτο νῦν λέγει, ὅτι1 ταῖς μὲν κρείττοσιν αἱ χείρους ἀκολουθοῦσι καὶ ἀχώριστοι αὐτῶν εἰσιν, αὗται μέντοι δίχα τῶν κρειττόνων εἶναι δύνανται. τοῖς μὲν γὰρ ὑπάρχει μόνη ἡ φυτική, τοῖς δὲ πρὸς ταύτῃ καὶ ἡ αἰσθητική, οἷς ἕπεται πάντως καὶ ἡ ὀρεκτική· πᾶν γὰρ τὸ αἰσθήσεως μετέχον ἀνάγκη μετέχειν καὶ ὀρέξεως, ὡς ἤδη τε ἔδειξε πρὸ ὀλίγου καὶ νῦν δείξει· τοῖς δὲ πρὸς τοῖς εἰρημένοις καὶ ἡ διάνοια, οἷον ἀνθρώποις ἤ τισιν ἄλλαις τοιαύταις ἢ καὶ κρείττοσι δυνάμεσιν. ἅμα δὲ διὰ τούτων δείκνυται ὅτι ἔστι τὸ πρῶτον καὶ τὸ δεύτερον ἐν ταῖς ψυχαῖς.
“在灵魂的诸能力中,所提及的那些能力,如我们所说,属于某些事物的是全部,属于另一些事物的是其中的某些,属于某些事物的则唯独只有一种。” 关于灵魂的诸能力,属于何种事物、有哪些以及有多少种能力,由于何种原因且是何种性质,哪些能力与哪些能力不可分离,哪些又与哪些相分离,正如他不久前所许诺要谈论的,他现在所说明的正是这一点,即:较低等的能力伴随着较优越的能力且与它们不可分离,然而这些较低等的能力却能够脱离较优越的能力而存在。因为对于某些事物而言,唯独属于它们的只有植物性能力;而对于另一些事物,除此以外属于它们的还有感觉能力,而欲望能力无论如何都跟随着感觉能力;因为凡分有感觉者,必然也分有欲望,正如他不久前已经指出的并且现在将要指出的;而对于另一些事物,除了所说的这些能力之外,属于它们的还有思想,例如属于人类,或者属于某些其他此类乃至更优越的能力。同时,通过这些也表明了在诸灵魂中存在着先者与后者。
"Δυνάμεις δὲ εἴπομεν θρεπτικόν." Σημειωτέον ὅτι ἐν τῇ καταριθμήσει τῶν ψυχικῶν δυνάμεων πρότερον μὲν τὸ ὀρεκτικὸν οὐκ ἐνέθηκε καθ’ αὑτὸ ὡς πάντως τῷ αἰσθητικῷ συνεζευγμένον, ἔνθα ἔλεγεν ὅτι τούτοις ὥρισται ἡ ψυχή, θρεπτικῷ, αἰσθητικῷ, διανοητικῷ, κινήσει, νῦν δὲ καὶ αὐτὸ ἐγκατέλεξε ταῖς ἄλλαις δυνάμεσιν. ἑτέροις δὲ τοῦτό τε καὶ τὸ αἰσθητικὸν καὶ τὸ ὀρεκτικόν, ἑτέροις ἀντὶ τοῦ τοῖς ζῴοις.2 ἐπάγει γὰρ τὰ δὲ ζῷα πάντα ἔχουσι μίαν τῶν αἰσθήσεων, τὴν ἁφήν. τὰ οὖν ζῷα, φησί, μετέχει τῆς τε θρεπτικῆς καὶ αἰσθήσεως καὶ ὀρέξεως. εἶτα πάνυ ἐναργῶς τοῦτο κατασκευάζει ὅτι τ πάντως, ἔνθα κἂν μία αἴσθησις ᾖ, πάντως ἀνάγκη ἐπιθυμίαν εἶναι καὶ ὄρεξιν. διὰ τοῦτο γοῦν τὰ ζῷα αἴσθησιν ἔχει πάντα· ἐν πᾶσι γὰρ πάντως ἐστὶν ἡ ἁφή, κἂν μή τις ἄλλη τῶν αἰσθήσεων· ἡ δὲ αἴσθησις τοῦ ἡδέος καὶ τοῦ λυπηροῦ ἀντιλαμβάνεται· ἔνθα δὲ τὸ ἡδύ, ἐκεῖ πάντως καὶ ἐπιθυμία καὶ ὄρεξις· ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέος ἐστὶν ἔφεσις. ὅθεν καὶ τὰ μόνης τῆς ἁφῆς μετέχοντα ὁρῶνται διαχεόμενα μὲν προσιόντων τῶν ἡδέων, συστελλόμενα δὲ λυπηροῦ τινος προσπελάσαντος.3 εἰπὼν δὲ ὅτι ᾧ δὲ αἴσθησις ὑπάρχει, τούτῳ καὶ ἡδονὴ καὶ λύπη, προσέθηκε δὲ καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρόν. καλῶς δὲ πάνυ καὶ χρησίμως ἐχρήσατο τῇ μεταβάσει· ἡ γὰρ ὄρεξις οὐκ ἔστιν ἡδονῆς ἀλλὰ τοῦ ἡδέος. ὁρίζει δὲ τὴν ὄρεξιν ἐπιθυμίᾳ, θυμῷ, βουλήσει· ἕκαστον γὰρ τούτων ὄρεξίς τίς ἐστι. δῆλον δὲ ὅτι ἁπλῶς μὲν ὄρεξις ἡ τῷ αἰσθητικῷ ὑπάρχουσα, οὐ πᾶσα δὲ ὄρεξις. τοῖς μὲν γὰρ τὴν ἁφὴν μόνην ἔχουσιν ἡ κατὰ ἐπιθυμίαν ὑπάρχει ὄρεξις, τοῖς δὲ πάσας τὰς αἰσθήσεις καὶ ἡ κατὰ θυμόν· ὁρῶνται γὰρ τὰ τοιαῦτα ἀμυντικὰ εἶναι· ἡ δὲ βούλησις μόνου ἐστὶ τοῦ λόγου. ὥστε ὁμώνυμος ἡ ὄρεξις, καὶ ἡ ἐπιθυμία δὲ ὡσαύτως, καὶ ὥσπερ ἡ διάθεσις ἔστι μὲν καὶ ἐπὶ τῆς ἕξεως κατηγορουμένη κοινῶς, ἔστι δὲ πάλιν καὶ ἀντιδιαστελλομένη πρὸς τὴν ἕξιν ἰδικωτέρα, οὕτω καὶ ἡ ὄρεξις λέγεται καὶ κοινῶς ἐπί τε θυμοῦ καὶ ἐπιθυμίας καὶ τοῦ λόγου (καὶ γὰρ τῶν θείων ὀρέγεσθαι φαμεν καὶ ἐπιστήμης ὀρέγεσθαι), ἔστι δὲ καὶ ἰδικώτερον λεγομένη ὄρεξις ἐπὶ τῶν φυσικῶν κινήσεων ἀντιδιαστελλομένη πρὸς τὸν λόγον· καὶ ἡ ἐπιθυμία ὡσαύτως ἡ μέν ἐστι κοινή, ἡ δὲ ἀντιδιαστελλομένη πρὸς θυμὸν καὶ τὸν λόγον.
“而我们所说的能力是摄养性的,[……]。” 应当指出的是,在列举灵魂的诸能力时,早先他并没有把欲望能力单独列出,而是认为它无论如何都与感觉能力结合在一起,当时他说灵魂正是由这些所规定的:摄养性的、感觉性的、思想性的和运动;然而现在他也把它与其他诸能力一起列入了。“对于另一些事物,则具有这[摄养能力]以及感觉能力和欲望能力”,“对于另一些事物”用来代指“对于动物”。因为他接着说“而所有的动物都具有诸感觉中的一种,即触觉”。因此他说,动物既分有摄养能力,也分有感觉和欲望。随后他极其明确地论证了这一点:无论在哪里,哪怕只有一种感觉,都完全必然存在渴望和欲望。无论如何,正因如此动物全部都具有感觉;因为在所有动物中无论如何都存在触觉,即使没有其他任何一种感觉;而感觉把握适意之物与痛苦之物;而在适意之物所在之处,那里完全必然也有渴望和欲望;因为渴望是对适意之物的追求。由此,甚至那些仅分有触觉的生物也被观察到在适意之物到来时舒展,在痛苦之物临近时收缩。而在说了“凡感觉属于之物,快乐与痛苦也属于之”之后,他又加上了“以及适意之物与痛苦之物”。他极其妥当且有益地运用了这一转换;因为欲望不是对快乐的欲望,而是对适意之物的欲望。他用渴望、气概和意愿来规定欲望;因为这些中的每一项都是某种欲望。但显然,属于感觉能力的只是单纯的欲望,而不是一切欲望。因为对于仅具有触觉的生物而言,属于它们的是依渴望而有的欲望;而对于具有所有感觉的生物而言,属于它们的也有依气概而有的欲望;因为这类动物被观察到是具有防卫性的;而意愿则唯独属于理性。因此欲望是同名异义的,渴望同样如此;正如状态既普遍地述说于习性,又作为与习性相对立而被区分的更特殊者而存在,欲望同样既普遍地对气概、渴望和理性而言被言说(因为我们也说欲望神圣事物,以及欲望科学知识),而另一方面,在自然的运动中作为与理性相对立而被区分的更特殊的意义上,也有被称为欲望者;渴望同样也是一者是普遍的,而另一者是与气概和理性相对立而被区分的。
- 2.48Ὅπερ ὑπέσχετο πρὸ ὀλίγου ἐρεῖν περὶ τῶν δυνάμεων τῆς ψυχῆς, τίσι τίνες τε καὶ πόσαι ὑπάρχουσι, καὶ διὰ τίνα αἰτίαν καὶ ποῖαι, τίνων δυνάμεις ἀχώριστοί εἰσι καὶ τίνες τίνων χωρίζονται, τοῦτο νῦν λέγει, ὅτι
关系从句 Ὅπερ ὑπέσχετο ... 前置于句首,被后继主句中的宾语 τοῦτο 所承接,而指示代词的具体内容则由其后的 ὅτι 从句(ταῖς μὲν κρείττοσιν...)加以展开,构成前置先行(prolepsis)结构。
- 2.49ἑτέροις ἀντὶ τοῦ τοῖς ζῴοις
介词 ἀντί 支配带有中性冠词的属格(τοῦ + 名词短语),构成注疏中特有的换言表达,意为“代替……”或“意思是……”。此处用以说明亚里士多德原文中的 ἑτέροις 实指“动物”。
- 2.49ὅθεν καὶ τὰ μόνης τῆς ἁφῆς μετέχοντα ὁρῶνται διαχεόμενα μὲν προσιόντων τῶν ἡδέων, συστελλόμενα δὲ λυπηροῦ τινος προσπελάσαντος.
主语为中性复数分词短语 τὰ ... μετέχοντα,但带有补足语分词(διαχεόμενα, συστελλόμενα)的被动动词 ὁρῶνται 采用了复数形式(属于依意义构词,着眼于各个生物个体)。此外,προσιόντων τῶν ἡδέων 与 λυπηροῦ τινος προσπελάσαντος 均为表时间或条件的独立属格结构。
