- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:247.12-248.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐述了亚里士多德对前人未规定灵魂受纳身体的批评,论证了形式与质料、灵魂与身体互为相对者,因而绝不可能存在任何偶然的灵魂进入任何偶然的身体之中。
" Καὶ οὐχ ὥσπερ οἱ πρότεροι εἰς σῶμα ἐνήρμοζον αὐτήν, οὐδὲν προσδιορίζοντες ἐν τίνι καὶ ποίῳ." Καὶ πρότερον ἐμέμψατο τοὺς περὶ ψυχῆς μὲν διαλεγομένους, μηδένα δὲ περὶ τοῦ σώματος ποιουμένους λόγον τοῦ δεξομένου αὐτήν, ὡς δυνατοῦ ὄντος κατὰ τοὺς Πυθαγορικοὺς μύθους τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν ἐνδύεσθαι σῶμα.1 καίτοι, φησίν, οὐδὲ φαίνεται τὸ τυχὸν εἶδος εἰς τὸ τυχὸν γινόμενον ὑποκείμενον· οὐ γάρ ποτε ἡ γλῶττα ψόφοις γένοιτο ἂν ὑποκείμενον, οὐδὲ ἡ ἀκοὴ ὀσφραντοῖς ἢ ἡ ῥὶς χυμοῖς· οὐδὲ κηρὸς δέξαιτο ἄν ποτε τὸ ὀστράκου εἶδος ἢ χαλκοῦ. οὐκοῦν εἰ μὴ τὸ τυχὸν εἶδος ὡς τὸ τυχὸν γίνεται ὑποκείμενον, εἶδος δὲ ἡ ψυχὴ σώματος, οὐκ εἰς τὸ τυχὸν γενήσεται σῶμα. ὅπερ οἱ παλαιοὶ μὲν οὐ προσδιωρίσαντο, αὐτὸς δὲ προσδιωρίσατο εἰπὼν ‘σώματος φυσικοῦ ὀργανικοῦ’. τῆς γὰρ ἁπλῶς ψυχῆς τὸ ἁπλῶς ὀργανικὸν σῶμά ἐστιν ὑποκείμενον, ἥνπερ νῦν ὡρίσατο, τῆς δὲ τοιᾶσδε ψυχῆς τὸ τοιόνδε ὀργανικὸν σῶμα, οἷον εἰ τύχοι λογικῆς μὲν τὸ ὄρθιον καὶ χερσὶ χρώμενον διὰ τὴν τοῦ λόγου ὑπηρεσίαν, ἄλλης δὲ τὸ γαμψώνυχον διὰ τὸ ἁρπακτικόν, καὶ ἁπλῶς πρὸς τὴν ἐνέργειαν ἑκάστης ψυχῆς καὶ τὸ τοῦ σώματος κατεσκεύασται σχῆμα. τοῦτο δὲ καὶ ὁ Πλάτων πρὸ αὐτοῦ ἀπεφήνατο, ὡς ἔφθημεν εἰπόντες· περὶ γὰρ τοῦ σχήματος τοῦ ἀνθρωπίνου σώματος εἰπών φησιν ‘οὐ γὰρ ἥ γε μήποτε ἰδοῦσα τὸ ὂν εἰς τόδε ἥξει τὸ σχῆμα’. ὂν δὲ λέγει τὸ νοητόν· τὸ δὲ νοητὸν γινώσκει μόνως ἡ λογικὴ ψυχή· μόνῃ ἄρα τῇ λογικῇ ψυχῇ τὸ ἀνθρώπειον σῶμα οἰκεῖον. οὕτω δὲ γίνεται κατὰ λόγον· ἑκάστου γὰρ ἡ ἐντελέχεια ἐν τῷ δυνάμει ὑπάρχει καὶ τῇ οἰκείᾳ ὕλῃ πέφυκεν ἐγγίνεσθαι. ὡς μὲν οὖν ἐκεῖνοι, φησίν, ἔλεγον περὶ ψυχῆς μηδὲν προσδιορίζοντες περὶ τοῦ δεκτικοῦ σώματος, οὔτε κατὰ λόγον ἐστὶν οὔτε τοῖς φαινομένοις ἀκόλουθον· ὡς δὲ ἡμεῖς εἴπομεν τοιοῦδε φήσαντες ἐντελέχειαν σώματος τὴν ψυχήν, καὶ τὰ φαινόμενα οὕτως ἔχοντα μαρτυρεῖ καὶ ὁ λόγος. ἡ γάρ τινος, φησίν, ἐντελέχεια ἐν ἐκείνῳ γίνεσθαι πέφυκεν, ὃ φύσει ἔχει δύναμιν τοιοῦτον εἶναι· τοιοῦτον δέ ἐστιν ἡ ἑκάστου προσεχὴς ὕλη· οὐδὲ γὰρ ἡ τυχοῦσα ὕλη τὸ τυχὸν εἶδος δέξασθαι δύναται· οὐδὲ γὰρ κηρὸς δέξαιτο ἄν ποτε τὸ τῆς οἰκίας εἶδος οὐδὲ πάπυρος τοῦ πλοίου, οὐδὲ τὸ τυχὸν ἄρα σῶμα τῆς τυχούσης ψυχῆς δεκτικὸν ἂν εἴη. ἀνάγκη ἄρα τῷ περὶ ψυχῆς λόγῳ καὶ τὸν περὶ τοῦ δεκτικοῦ σώματος συνεισάγεσθαι,2 ἐπεὶ καὶ τῶν πρός τι ταῦτα, ἡ ὕλη φημὶ καὶ τὸ εἶδος, τὰ δὲ πρός τι χωρὶς ἀλλήλων ἢ εἶναι ἢ γνωσθῆναι ἀδύνατον, ᾗ τοιαῦτά ἐστι.
“并且不像前人那样将[灵魂]安置于身体之中,而完全没有进一步规定它是在何种以及何样性质的身体之中。” 在前面他也曾指责过那些人在讨论灵魂时,却对将要接纳它的身体未作任何说明,就好像按照毕达哥拉斯派的神话,任何偶然的灵魂都有可能进入任何偶然的身体之中一样。他说,然而甚至没有任何偶然的形式显现为在任何偶然的基底中生成;因为舌头绝不可能成为声音的基底,听觉不可能成为气味的基底,鼻孔亦不可能成为滋味的基底;蜡也绝不可能接纳陶器或青铜的形式。因此,如果并非任何偶然的形式在任何偶然的基底中生成,且灵魂是身体的形式,那么它就不会在任何偶然的身体中生成。这正是古人们未能进一步规定的,而他自己通过说“具有器官的自然身体的”作了进一步的规定。因为对于一般的灵魂而言,一般的有机身体是其基底——这正是他刚才所定义的——而对于某种特定的灵魂而言,某种特定的有机身体则是其基底;例如就理性灵魂而言,是为了服务于理性而直立并行使双手的身体,而对另一种灵魂而言,则是为了捕食而具有钩爪的身体;简言之,身体的形态完全是根据每种灵魂的现实活动而构造的。柏拉图在他之前也曾如此宣称,正如我们之前提到的那样;因为在谈到人体形态时他说:“因为那从未见过真实存在者之物,绝不会进入这一形态之中。”他把可知对象称为“真实存在者”;而只有理性灵魂才能认识可知对象;因此,唯独人体才适合于理性灵魂。这是合乎道理而生成的;因为每一事物的完满实现存在于潜能的存在者之中,并且本性上适于在它特有的质料中生成。因此他说,像那些人那样论述灵魂,却对能够接纳它的身体未作任何进一步规定,这既不合乎道理亦不符合显现的事实;而像我们这样主张灵魂是这样一种身体的完满实现来论述,则无论如此存在的显现事实还是理性论证都为此作证。因为他说,某物的完满实现本性上适于在天然具有成为这种事物之潜能的当体中生成;而这样的当体就是每一事物的直接质料;因为甚至并非任何偶然的质料都能够接纳任何偶然的形式;蜡绝不可能接纳房屋的形式,纸草亦不可能接纳船只的形式;因此也并非任何偶然的身体都能够接纳任何偶然的灵魂。由此必然要求,在提出关于灵魂的说明的同时,也共同引入关于接纳它的身体的说明,因为这些——我是说质料与形式——也属于相对者,而相对者就其作为相对者而言,脱离了彼此既不可能存在亦不可能被认识。
- 2.47ὡς δυνατοῦ ὄντος κατὰ τοὺς Πυθαγορικοὺς μύθους τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν ἐνδύεσθαι σῶμα
带连词 ὡς 的属格绝对结构(ὡς δυνατοῦ ὄντος),表示主观的观点或托词(“仿佛有可能”)。非人称的 δυνατοῦ ὄντος 统辖其后的对格带不定式结构(τὴν τυχοῦσαν ψυχὴν ... ἐνδύεσθαι)。
- 2.47ἀνάγκη ἄρα τῷ περὶ ψυχῆς λόγῳ καὶ τὸν περὶ τοῦ δεκτικοῦ σώματος συνεισάγεσθαι
由非人称结构 ἀνάγκη [ἐστί] 所统辖的对格带不定式句。不定式 συνεισάγεσθαι 的逻辑主语是对格短语 τὸν περὶ τοῦ δεκτικοῦ σώματος [λόγον],与格短语 τῷ περὶ ψυχῆς λόγῳ 则与动词前缀 συν- 相应,表示“与……一同引入”。
