← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§246.13-247.11

灵魂与身体的关系及理智的可分离性

斐洛庞诺斯阐释了亚里士多德对主张灵魂既非身体亦非脱离身体而存在者的赞许,并通过舵手与船的类比,调和了灵魂作为具有器官的身体的完满实现之不可分离性与理智的超越分离性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.46

" Καὶ διὰ τοῦτο καλῶς ὑπολαμβάνουσιν, οἷς δοκεῖ μήτε ἄνευ σώματος εἶναι μήτε σῶμά τι ἡ ψυχή." Δείξας ὅτι καλῶς εἴρηται ἐντελέχεια σώματος1 ἡ ψυχή, ὅπερ ἦν αὐτῷ προκείμενον δεῖξαι (ὡς γὰρ διὰ τῶν πρώτων μὴ ἱκανῶς τούτου δεδειγμένου, μηδὲ τῆς αἰτίας ἀποδεδομένης δι’ ἣν ἡ ψυχὴ ἐντελέχεια, ἐπανῆλθεν ὡς τοῦτο δείξων), ἐκ τῶν οὖν δεδειγμένων ἐπαινεῖ τοὺς μήτε σῶμα τὴν ψυχὴν εἰπόντας εἶναι μήτε ἄνευ σώματος. εἰ γὰρ σώματός ἐστιν ἐντελέχεια, οὐκ ἂν εἴη αὕτη σῶμα· οὐ γὰρ ἡ τινὸς τελειότης ταὐτόν ἐστιν ἐκείνῳ οὗ ἐστι τελειότης. ἀλλ’ οὐδὲ 〈ἄνευ〉 σώματος ἡ ψυχή (τίνος γὰρ ἂν ἔτι εἴη ἐντελέχεια;) καὶ σώματος τοιούτου, τουτέστι φυσικοῦ ὀργανικοῦ. ἐντεῦθεν δὲ δόξειεν ἂν πᾶσαν ψυχὴν ἀχώριστον λέγειν εἶναι τοῦ σώματος· ἀλλὰ δεῖ εἰς ὅλην τὴν τοῦ φιλοσόφου ἀποβλέπειν ἔννοιαν καὶ τῶν ἔμπροσθεν εἰρημένων περὶ τοῦ νοῦ ἀναμνησθῆναι· ὥστε εἰ πανταχοῦ τὸν νοῦν χωριστὸν καὶ ἀθάνατον ἀποφαίνεται, εἶναι ψυχὴν ἐνταῦθα ἀκουστέον τήν τε φυτικὴν καὶ τὴν ἄλογον.2 ἄλλως τε καὶ ὁ νοῦς, καθὸ ἐντελέχειά ἐστι τοῦ σώματος, κατὰ τοῦτο ἀχώριστός ἐστιν. ἔστι δὲ ἐντελέχεια τοῦ σώματος οὔτε τῇ οὐσίᾳ οὔτε πάσαις ἑαυτοῦ ταῖς ἐνεργείαις, ἀλλὰ ταύταις ἃς ἴσχει ἐκ τῆς σχέσεως τῆς πρὸς τὸ σῶμα, ὧν μάλιστά εἰσιν αἱ πρακτικαί· αὗται δὲ αἱ ἐνέργειαι ἀχώριστοί εἰσι τοῦ σώματος. καὶ ὥσπερ ὁ κυβερνήτης ἐντελέχεια ὢν τῆς νεώς, καθὸ κυβερνήτης, ἀχώριστός ἐστι τῆς νεώς, ἐπειδὴ δὲ οὐ μόνον κυβερνήτης ἐστὶν ἀλλὰ καὶ ἄνθρωπος, ὡς δὲ ἄνθρωπος μὴ ὢν ἐντελέχεια τῆς νεὼς ταύτῃ καὶ χωριστός ἐστιν, οὕτω καὶ ἡ ἡμετέρα ψυχὴ3 ὡς μὲν ψυχὴ ἐντελέχεια οὖσα τοῦ σώματος ταύτῃ ἄνευ σώματος οὐκ ἂν εἴη, ἐπειδὴ δὲ ἔχει τινὰς καὶ χωριστὰς σώματος ἐνεργείας, τὰς περὶ τῶν νοητῶν φημι, εἰς ἃς οὐ μόνον οὐ συμβάλλεται τὸ σῶμα ἀλλὰ καὶ ἐμποδίζει, πρόδηλον ὅτι καὶ τὴν οὐσίαν ἕξει χωριστήν, νοῦς τότε καὶ οὖσα καὶ λεγομένη, οὐκέτι μέντοι ψυχὴ εἰ μὴ δυνάμει, ὥσπερ καὶ ἐν σώματι οὖσα δυνάμει ἔστι νοῦς, ὡς καὶ αὐτός φησι. καὶ εἰ ὅλως πέφυκε περιφαντάζεσθαι τὰς περὶ τῶν νοητῶν ἀφαντάστους πάντῃ ἐνεργείας, καὶ τοῦτο μὴ μάτην ἔχει ἐκ φύσεως, ἀνάγκη καὶ ἐνεργῆσαί ποτε οὕτω. καὶ τούτῳ δ’ ἕπεται τὸ καὶ τὴν οὐσίαν αὐτῆς χωριστὴν εἶναι· περὶ δὲ τούτων εἴπομεν ἐν τοῖς ἔμπροσθεν ἀκριβέστερον.

“正因如此,那些认为灵魂既非脱离身体而存在亦非某种身体的人,理解得很正确。” 在表明了灵魂被恰当地称为身体的完满实现——这正是摆在他面前要证明的论题(因为最初的论证并未充分表明这一点,亦未给出灵魂何以是完满实现的原因,所以他折返回来以期表明此点)——之后,他便根据已证明的结论,称赞那些认为灵魂既非身体亦非脱离身体而存在的人。因为如果它是身体的完满实现,它自身就不可能是身体;因为某物的完善态与其作为其完善态的当体并不是同一的。然而灵魂亦不能脱离身体(否则它还将作为何物的完满实现?),而且是脱离这样一种身体,即具有器官的自然身体。由此看来,他似乎是在说一切灵魂都不可脱离身体;然而必须着眼于哲学家整体的思想,并记起前文关于理智所作的论述。因此,如果他在各处都宣称理智是可分离且不朽的,那么此处便应当将“灵魂”理解为植物性灵魂和非理性灵魂。不仅如此,理智就其作为身体的完满实现而言,在此方面也是不可分离的。然而它无论在其实体上,还是在其自身的一切现实活动上,都不是身体的完满实现,而只是就其从与身体的关系中所获得的那些现实活动而言的,其中最显著的就是实践性的活动;而这些现实活动是不可脱离身体的。正如舵手作为船的完满实现而言,就其作为舵手而言与船是不可分离的,但由于他不仅是舵手还是人,而作为人他并不是船的完满实现,因而在这一方面也是可分离的;同样,我们的灵魂作为灵魂是身体的完满实现,在这一方面不能脱离身体而存在,但既然它也具有某些脱离身体的现实活动——我是指关于可知对象的活动,对于这些活动身体不仅毫无助益而且构成了阻碍——显然它也将具有分离的实体,那时它既是理智亦被称为理智,不过除了在潜能意义上之外就不再是灵魂了,正如它处在身体中时在潜能上是理智一样,正如他自己所言。而且,如果它生来完全能够构想关于可知对象的完全不依赖心象的活动,并且并非徒然从本性中拥有这一潜能,那么它在某一时刻以这种方式进行实际活动也就是必然的。随之而来的结论是,它的实体也是可分离的;但关于这些问题,我们在前文中已经作了更为精确的阐述。

语法注3 条
  1. 2.46Δείξας ὅτι καλῶς εἴρηται ἐντελέχεια σώματος ἡ ψυχή, ὅπερ ἦν αὐτῷ προκείμενον δεῖξαι (ὡς γὰρ διὰ τῶν πρώτων μὴ ἱκανῶς τούτου δεδειγμένου, μηδὲ τῆς αἰτίας ἀποδεδομένης δι’ ἣν ἡ ψυχὴ ἐντελέχεια, ἐπανῆλθεν ὡς τοῦτο δείξων), ἐκ τῶν οὖν δεδειγμένων ἐπαινεῖ τοὺς μήτε σῶμα τὴν ψυχὴν εἰπόντας εἶναι μήτε ἄνευ σώματος.

    该长句的骨干为 Δείξας... ἐκ τῶν οὖν δεδειγμένων ἐπαινεῖ τοὺς μήτε σῶμα τὴν ψυχὴν εἰπόντας...。句首分词 Δείξας 引导宾语从句 ὅτι καλῶς εἴρηται...,随后关系代词 ὅπερ 指代前面的整个命题,圆括号内更插入了包含属格绝对结构(ὡς... δεδειγμένου)的原因解释,从而推迟了主句动词 ἐπαινεῖ 的出现;副词 οὖν 在此起接续并恢复主线陈述的作用(resumptive)。

  2. 2.46ὥστε εἰ πανταχοῦ τὸν νοῦν χωριστὸν καὶ ἀθάνατον ἀποφαίνεται, εἶναι ψυχὴν ἐνταῦθα ἀκουστέον τήν τε φυτικὴν καὶ τὴν ἄλογον.

    在表示推论结果的连词 ὥστε 之后嵌入了条件分句 εἰ... ἀποφαίνεται,其结果部分使用了动形容词 ἀκουστέον 的非人称结构,并支配一个宾格不定式从句(εἶναι ψυχὴν... τήν τε φυτικὴν καὶ τὴν ἄλογον)。动词 ἀκούω 在此处意为“理解、领会”,宾格名词 τήν τε φυτικὴν καὶ τὴν ἄλογον 充当 ψυχήν 的表语,意为“在此应当把‘灵魂’理解为植物性灵魂和非理性灵魂”。

  3. 2.46καὶ ὥσπερ ὁ κυβερνήτης... οὕτω καὶ ἡ ἡμετέρα ψυχὴ

    这是由 ὥσπερ 与 οὕτω καί 引导的长篇呼应对照比较句。前部论述了舵手就其作为舵手而言作为船的完满实现是不可分离的,但就其作为人而言则非船的完满实现因而是可分离的;后部在 οὕτω 之后将这层结构完全对应地移置到人类灵魂之上:作为身体的完满实现的灵魂是不可脱离身体的,但在关涉可知对象的知性活动中,其实体则是可分离且超越的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:246.13-247.11