← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§245.13-246.12

施动者活动之所在与灵魂完满实现之论证

菲洛波庞援引施动者的活动发生于受动者之中这一物理学原理来补充对灵魂的界定,并基于灵魂作为使有生命者生活、感觉和思惟的首要形式,以三段论方式确证了灵魂是具有器官的自然身体之完满实现这一定义的合理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.43

" Δοκεῖ γὰρ ἐν τῷ πάσχοντι καὶ διατιθεμένῳ ἡ τῶν ποιητικῶν ἐνυπάρχειν ἐνέργεια." Ἐπειδὴ εἶπε τὴν ἐπιστήμην καὶ τὴν ὑγίειαν ἐνέργειαν εἶναι τοῦ ὑγιαστοῦ καὶ τοῦ ἐπιστημονικοῦ, ἐπεὶ οὐ τοῦ τυχόντος δοκεῖ ἐνέργεια εἶναι ἡ ἐπιστήμη τε καὶ ὑγίεια, ἀλλὰ τοῦ ἐμποιοῦντος εἰς τὸ ὑγιαστὸν καὶ τὸ ἐπιστημονικόν, οἷον τοῦ ἰατροῦ ἢ τοῦ ἐπιστήμονος, διὰ τοῦτο προσδιωρίσατο1 ὅτι ἐν τῷ πάσχοντι καὶ διατιθεμένῳ ἐστὶν ἡ ἐνέργεια τοῦ ποιοῦντος. τοῦτο γὰρ ἔδειξε καὶ ἐν τῇ Φυσικῇ ὅτι μία ἐστὶν ἡ ἀμφοῖν ἐνέργεια τοῦ τε ποιοῦντος καὶ τοῦ πάσχοντος, καὶ ἔστιν αὕτη ἐν τῷ πάσχοντι καὶ οὐκ ἐν τῷ ποιοῦντι· ἐκεῖνος γὰρ ἀκίνητός ἐστι καὶ τὴν ἰδίαν ἔχει τελειότητα, ὁ δὲ πάσχων ἐστὶν ὁ κινούμενος καὶ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἀγόμενος. ὑπομιμνήσκων οὖν ἡμᾶς τῶν ἐκεῖσε εἰρημένων εἶπεν ταῦτα. διὰ τοῦτο οὖν οὐχ ἁπλῶς ἐνέργεια εἶπεν ἀλλ’ οἷον ἐνέργεια.

“因为能动作之物的活动似乎存在于受作用并被处置之物中。” 在他说明了知识与健康是可康复者和可认知者的活动之后,既然知识与健康似乎并非任意之物的活动,而是使它们在可康复者和可认知者中产生之物的活动,例如医生或具知者,因此他进一步界定说,施动者的活动乃是在受作用并被处置之物中的。因为他在《物理学》中亦表明了这一点:施动者与受动者两者的活动为一,且此活动在受动者之中而不在施动者之中;因为前者是不被推动的且拥有其自身的完善态,而受动者则是被推动的且由潜能被引向活动者。因此,他在提醒我们注意那里所说的内容时,说了这些话。正因如此,他没有径称“活动”,而是说“犹如活动”。

§2.44

"Ἡ ψυχὴ δὲ τοῦτο ᾧ ζῶμεν καὶ αἰσθανόμεθα καὶ διανοούμεθα πρώτῳ.2" Δείξας τῇ ἐπαγωγῇ ὅτι καθ’ ὃ πρώτως ἕκαστον λέγεται, τοῦτο εἶδός ἐστι, καθ’ ὃ δὲ δευτέρως, τοῦτο ὕλη καὶ ὑποκείμενον, μετάγει τὸν λόγον ἐπὶ τὸ ζητούμενον, τουτέστι τὸ ἔμψυχον· πρώτως γὰρ τῇ ψυχῇ καὶ ζῆν καὶ αἰσθάνεσθαι καὶ διανοεῖσθαι λεγόμεθα. οὐκοῦν εἶδος ἡ ψυχή, ὕλη δὲ καὶ ὑποκείμενον τὸ σῶμα. ζῆν δὲ καὶ αἰσθάνεσθαι καὶ διανοεῖσθαι εἰπὼν τὴν φυτικήν τε καὶ τὴν ἄλογον καὶ τὴν λογικὴν ψυχὴν ἐδήλωσεν, ἵνα ἐπὶ πάσης ψυχῆς ἁρμόσῃ τὸν λόγον.

“而灵魂乃是我们首要借以生活、感觉和思惟的这者。” 在通过归纳表明了凡每一事物首要依其被言说者即是形式,而次要依其被言说者即是质料和底体之后,他将论述转向所探讨的对象,即有灵魂之物;因为我们首要地正是通过灵魂而被言说生活、感觉和思惟的。因此,灵魂是形式,身体是质料和底体。而通过说“生活、感觉和思惟”,他指明了植物性灵魂、非理性灵魂和理性灵魂,以便将这论述适合于每一种灵魂。

§2.45

"Τριχῶς γὰρ λεγομένης τῆς οὐσίας, καθάπερ εἴπομεν." Ὅτι μὲν τριχῶς ἡ οὐσία, ἔδειξε πρὸ ὀλίγου· ἐπεὶ δέ ἐστι τὸ τρίτον σημαινόμενον τῆς οὐσίας τὸ ἐξ ἀμφοῖν, ἔστι δὲ καὶ τὸ ἔμψυχον ἡ ἐξ ἀμφοῖν οὐσία, ἐκ ψυχῆς τε καὶ σώματος, ὧν ἀνάγκη τὸ μὲν εἶδος εἶναι, τὸ δὲ ὕλην (τοῦτο γὰρ ἦν τὸ ἐξ ἀμφοῖν, τὸ ἐξ εἴδους καὶ ὕλης) δέδεικται δὲ ἡ ψυχὴ οὐσία οὖσα ἡ κατὰ τὸ εἶδος, εἴη ἂν3 τοῦ σώματος τοῦ φυσικοῦ ὀργανικοῦ εἶδος ἡ ψυχή, καὶ οὐ τὸ σῶμα τῆς ψυχῆς εἶδος. εἰ δὲ ἡ ψυχὴ εἶδος, ὕλη ἄρα τὸ σῶμα. ἡ δὲ ὕλη δύναμις, φησί, τουτέστιν ἐν τῷ εἶναι δυνάμει τὸ εἶναι ἔχει· τὸ σῶμα ἄρα δυνάμει. τὸ δ’ εἶδος ἐντελέχειά ἐστι τοῦ δυνάμει ὄντος, εἶδος δὲ ἡ ψυχή· ἡ ψυχὴ ἄρα ἐντελέχεια. καλῶς ἄρα ἀπεδόθη ὁ ὁρισμὸς τῆς ψυχῆς ἐντελέχειαν εἶναι λέγων σώματος φυσικοῦ ὀργανικοῦ.

“因为实体正如我们所说是在三重意义上被言说的。” 实体是在三重意义上被言说的,他在不久前已经表明;但既然实体的第三种意义乃是由两者结合而成者,而有灵魂之物亦是由两者结合而成的实体,即由灵魂与身体结合而成,在这两者中必然其一为形式其二为质料(因为所谓由两者结合而成者,正是由形式与质料而成者),且已表明灵魂是依形式而言的实体,那么灵魂就应当是具有器官的自然身体的形式,而非身体是灵魂的形式。如果灵魂是形式,身体便是质料。他说,质料是潜能,也就是在其处于潜能之中拥有其存在;因此身体处于潜能之中。而形式是处于潜能之物的完满实现,灵魂又是形式;因此灵魂是完满实现。因此,指出灵魂是具有器官的自然身体的完满实现这一灵魂定义,乃是给出得完全恰当的。

语法注3 条
  1. 2.43Ἐπειδὴ εἶπε τὴν ἐπιστήμην καὶ τὴν ὑγίειαν ἐνέργειαν εἶναι τοῦ ὑγιαστοῦ καὶ τοῦ ἐπιστημονικοῦ, ἐπεὶ οὐ τοῦ τυχόντος δοκεῖ ἐνέργεια εἶναι ἡ ἐπιστήμη τε καὶ ὑγίεια, ἀλλὰ τοῦ ἐμποιοῦντος εἰς τὸ ὑγιαστὸν καὶ τὸ ἐπιστημονικόν, οἷον τοῦ ἰατροῦ ἢ τοῦ ἐπιστήμονος, διὰ τοῦτο προσδιωρίσατο

    主句的主动词为 προσδιωρίσατο,其前置有多层原因从句(Ἐπειδὴ εἶπε... 与 ἐπεὶ οὐ τοῦ τυχόντος...)。首个 Ἐπειδὴ 从句回顾前文前提,第二个 ἐπεὶ 从句则陈述亚里士多德何以必须做出补充限定的直接理由,并在句法上与主句的 διὰ τοῦτο 相呼应。

  2. 2.44πρώτῳ

    在引文 414a12 中,πρώτῳ 是与关系代词 ᾧ(其先行词为中性单数的 τοῦτο)在性、数、格上一致的与格形容词(“我们首要借以生活者”),在句意上起副词性的“首要地”之功用。

  3. 2.45ἐπεὶ δέ ἐστι τὸ τρίτον σημαινόμενον τῆς οὐσίας τὸ ἐξ ἀμφοῖν... εἴη ἄν

    句子的核心骨架是由前置的长因果从句(ἐπεὶ δέ ἐστι... ὧν ἀνάγκη... δέδεικται δέ...)引出、带有潜在祈愿语气的归结主句 εἴη ἂν τοῦ σώματος... εἶδος ἡ ψυχή(“灵魂应当是身体的形式”)。在插入的说明和以 δέ 延续的从属成分之后,εἴη ἄν 引出了推论的最终结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:245.13-246.12