← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§244.1-245.12

作为生活认知之因的形式与完满实现的灵魂

斐洛波诺斯注解了亚里士多德《论灵魂》414a4,通过归纳法论证“我们借以生活和认知者”是在形式与质料(底体)的双重意义上被言说的,由此确立了灵魂乃是身体的形式与完满实现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.42

" Ἐπεὶ δὲ ᾧ ζῶμεν καὶ αἰσθανόμεθα1 διχῶς λέγεται, καθάπερ ᾧ ἐπιστάμεθα." Πρόκειται διὰ τούτων τὸν ὁρισμὸν ἐξηγήσασθαι καὶ ἐκ τοῦ ὅτι μεταβῆναι εἰς τὸ διότι·2 τῇ μὲν γὰρ φύσει πρῶτον τὸ διότι, ἡμῖν δὲ πρῶτον τὸ ὅτι σαφέστερον. εἰπὼν οὖν ὅτι ἐντελέχειά ἐστιν ἡ ψυχὴ βούλεται νῦν δεῖξαι ὅτι καλῶς ἐντελέχειαν αὐτὴν ὡρίσατο, τουτέστιν οὐσίαν τὴν κατὰ τὸ εἶδος, ὅπερ ἐστὶ τὸ διότι. λαβὼν γὰρ ὅτι τὰ ἔμψυχα τῶν ἀψύχων τῷ ζῆν διαφέρει, ἐκ τούτου δείκνυσιν ἐνταῦθα ὅτι καλῶς τὴν ψυχὴν ἐντελέχειαν εἶναι ὡρίσατο τοῦ φυσικοῦ ὀργανικοῦ σώματος. κατὰ ταύτην γάρ φησι ζῆν τε καὶ αἰσθάνεσθαι τὸ ζῷον, κυρίως μὲν καὶ πρώτως τῇ ψυχῇ, δευτέρως δὲ καὶ δι’ ἐκείνην τῷ σώματι· ὥστε εἴπερ εἰδοποιεῖται τὰ ἔμψυχα τῷ ζῆν καὶ τῷ αἰσθάνεσθαι, τούτου δὲ πρώτως αἰτία ἡ ψυχή, αὕτη ἄρα εἶδός ἐστι καὶ ἐντελέχεια τῶν ἐμψύχων. προέρχεται διὰ τοῦτο ἡ κατασκευὴ τοῦτον τὸν τρόπον. πάντα, φησί, τὰ σύνθετα διχῶς λέγονται εἶναι, καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος· καὶ γὰρ πρώτως κατὰ τὸ εἶδος ἕκαστον εἶναι λέγεται ὅπερ ἐστί, δευτέρως δὲ κατὰ τὴν ὕλην, διότι τὸ καθ’ ὃ εἶναι λέγεται, τουτέστι τὸ εἶδος, ἐν τῇ ὕλῃ ἐστίν. ἡ δὲ πίστις ἐκ τῆς ἐπαγωγῆς. λεγόμεθα γάρ, φησίν, ἐπίστασθαι διχῶς, ἐπιστήμῃ τε καὶ ψυχῇ· τῇ τε γὰρ ψυχῇ ἐπιστήμονες εἶναι λεγόμεθα (οὐ γὰρ δὴ τῷ σώματι) καὶ πάλιν τῇ ἐπιστήμῃ ἐπιστήμονες εἶναι· ἀλλὰ κυρίως μὲν καὶ πρώτως τῇ ἐπιστήμῃ, δι’ ἐκείνην δὲ καὶ τῇ ψυχῇ (ἐν ταύτῃ γὰρ ἡ ἐπιστήμη), καὶ διὰ τοῦτο ἡ μὲν ψυχὴ ὑποκείμενόν τι καὶ οἷον ὕλη, εἶδος δὲ ἡ ἐπιστήμη. πάλιν ὑγιαίνειν λεγόμεθα ἢ τῇ ὑγείᾳ ἢ τῷ σώματι ἢ τοῖς ὀφθαλμοῖς. ἀλλὰ πάλιν ἐνταῦθα ἐν τῷ συναμφοτέρῳ τούτῳ, τῷ τε σώματι λέγω καὶ τῇ ὑγιείᾳ, πρώτως μὲν διὰ τὴν ὑγίειαν ἔχομεν τὸ ὑγιαίνειν, δευτέρως δὲ τῷ σώματι καὶ δι’ ἐκείνην, καὶ διὰ τοῦτο τὸ μὲν εἴδους ἐπέχει λόγον, ἡ ὑγίεια, τὸ δὲ ὕλης, τὸ σῶμα. ἡ γὰρ ἐπιστήμη τελειοῖ τὴν ψυχὴν ὥσπερ ἡ ὑγίεια τὸ σῶμα. πρώτως οὖν ὑπάρχει τὸ ὑγιαίνειν τε καὶ ἐπιστήμοσιν εἶναι διὰ τὴν ἐπιστήμην τε καὶ τὴν ὑγίειαν· διὰ γὰρ τὴν ὑγίειαν καὶ τὸ σῶμα ὑγιαίνειν λέγεται, καὶ διὰ τὴν ἐπιστήμην ἐπίστασθαι ἡ ψυχή. ὁμοίως λευκοὶ λεγόμεθα ἢ μέλανες ἢ ἐρυθροὶ πρώτως μὲν διὰ τὸ τοιόνδε χρῶμα, δευτέρως δὲ διὰ τὴν ἐπιφάνειαν, καὶ ἔστιν ἡ μὲν ὑποκείμενον, τὸ δ’ εἶδος· ὡσαύτως θερμοὶ εἶναι ἢ ψυχροὶ πρώτως μὲν διὰ τὴν θερμότητα ἢ ψυχρότητα, δευτέρως δὲ διὰ τὸ σῶμα, καὶ ἔστι τὸ μὲν ὑποκείμενον, ἡ δὲ τοιάδε ποιότης εἶδος. ὥσπερ οὖν ἐπὶ τούτων καὶ ἐπὶ πάντων ἔχει, οὕτως ἀνάγκη καὶ ἐπὶ τῶν ἐμψύχων εἶναι. τὸ γὰρ ζῆν διχῶς λέγεται· ζῆν γὰρ ἢ τῷ σώματι λεγόμεθα ἢ τῇ ψυχῇ, ἀλλὰ πρώτως μὲν τῇ ψυχῇ, κατὰ δεύτερον λόγον καὶ δι’ ἐκείνην τῷ σώματι· τῷ γὰρ ζῆν τὰ ἔμψυχα σώματα τῶν ἀψύχων διέφερον, ἅτε δὴ τῆς ζωῆς ἐκ τῆς ψυχῆς παραγινομένης. τούτων οὖν ἀνάγκη εἶδος μὲν τὴν ψυχὴν εἶναι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πάντων (διὸ πρώτως ἕκαστον ἐλέγετο εἶναι κατὰ τὸ εἶδος ἐν ἑαυτῷ) ὕλην δὲ καὶ ὑποκείμενον τὸ σῶμα. τὸ δὲ οἷον ἐνέργεια τῶν δεκτικῶν εἶπεν ἀντὶ τοῦ τελειότης·3 ἔστι γὰρ τοῦ μὲν ἐπιστημονικοῦ, λέγω δὴ τῆς ψυχῆς, τελειότης ἡ ἐπιστήμη, τοῦ δὲ ὑγιαστοῦ, λέγω δὴ τοῦ σώματος, ἡ ὑγίεια τελειότης· τὸ γὰρ ὑγιαστὸν καὶ τὸ ἐπιστημονικὸν δυνάμει εἰσὶ καὶ ἀτελῆ, τελειοῦνται δὲ τῇ ἐπιστήμῃ τε καὶ τῇ ὑγιείᾳ. ὥστε εἰ τὸ σῶμα ὕλη, ἡ δὲ ψυχὴ εἶδος, ἔστι δὲ ἡ μὲν ὕλη δύναμις, ἐντελέχεια δὲ τὸ εἶδος, διότι τελειωτικὸν τοῦ δυνάμει ἐν τῇ ὕλῃ τὸ εἶδος, καλῶς ἄρα ἐντελέχειαν εἶναι τὴν ψυχὴν ὡρίσατο.

“既然我们借以生活和感觉的事物是在双重意义上被言说的,正如我们借以认知的事物那样。” 通过这些论述,目的是解释这个定义,并从“事实如此”过渡到“为何如此”;因为按本性而言“为何如此”在先,但对我们而言“事实如此”在先且更为明晰。因此,在他说明了灵魂是完满实现之后,现在希望表明他将灵魂定义为完满实现是正确的,也就是说,定义为形式意义上的实体是正确的,而这正是“为何如此”。因为在设定了有灵魂之物依生活而与无生命之物相区别之后,他在此据此表明,他将灵魂定义为具有器官的自然身体的完满实现是正确的。因为他说,动物乃是依此而生活和感觉的,严格且首要地是通过灵魂,其次且因灵魂之故是通过身体;因此,如果有灵魂之物依生活和感觉而被赋予形式,而此事的首要原因乃是灵魂,那么这[灵魂]就是有灵魂之物的形式与完满实现。正因如此,论证便以如下方式展开。 他说,一切复合之物都是在双重意义上被言说存在的,既依质料而言,亦依形式而言;因为每一事物首要地是依形式被言说为是其所是,其次则是依质料,因为事物依其被言说存在者(即形式)乃是在质料之中的。而这一确据来自归纳法。他说,因为我们被言说具有认知是在双重意义上的,既通过知识,亦通过灵魂;因为我们既通过灵魂被言说是具有知识的(绝非通过身体),又通过知识被言说是具有知识的;但严格且首要地是通过知识,而因知识之故亦通过灵魂(因为知识在灵魂之中),因此灵魂是某种底体且犹如质料,而知识则是形式。同样,我们被言说是健康的,或通过健康,或通过身体,或通过眼睛。但在此处同样,在这两者结合的事物中,即身体与健康中,首要地因健康之故我们拥有健康状态,其次则通过身体且因健康之故;因此其一(健康)具有形式的定义,其二(身体)具有质料的[定义]。因为知识完善灵魂,正如健康完善身体。因此,健康状态和具知状态首要地是由于知识和健康而具备的;因为因健康之故身体亦被言说是健康的,因知识之故灵魂亦被言说是认知的。同样,我们首要地因某种颜色,其次因表面,而被言说是白的、黑的或红的,而后者是底体,前者是形式;同样,我们首要地因热或冷,其次因身体,而被言说是热的或冷的,其中之一是底体,而这种性质则是形式。 因此,正如在这些事物以及一切事物上的情形一样,在有灵魂之物上也必然如此。因为生活是在双重意义上被言说的;因为我们被言说生活,或通过身体,或通过灵魂,但首要地是通过灵魂,按次要的定义且因灵魂之故则是通过身体;因为有灵魂的身体依生活而与无生命的[身体]相区别,这正是由于生命由灵魂而来。因此在这些事物中,如同在一切其余事物中一样,必然是灵魂为形式(因此每一事物首要地被言说为其自身中依形式而存在者),身体为质料和底体。而他说“犹如受纳者的活动”,乃是代替“完善态”而言;因为对于能认知者(即灵魂)而言,知识是其完善态,而对于可康复者(即身体)而言,健康是其完善态;因为可康复者和能认知者处于潜能之中且未完成,但被知识与健康所完善。因此,如果身体是质料而灵魂是形式,并且质料是潜能,而形式是完满实现(因为形式是使质料中处于潜能者得以完善者),那么他将灵魂定义为完满实现便是正确的了。

语法注3 条
  1. 2.42ᾧ ζῶμεν καὶ αἰσθανόμεθα

    关系代词 ᾧ 是表示工具、手段或原因的与格,包含其先行词构成名词性从句“我们借以生活和感觉的事物”。后文的 ᾧ ἐπιστάμεθα 具有完全相同的句法结构。

  2. 2.42ἐκ τοῦ ὅτι μεταβῆναι εἰς τὸ διότι

    连词 ὅτι 和 διότι 分别带中性单数属格和宾格定冠词而被名词化,表示“事实如此”与“为何如此”。它们充当前置词 ἐκ 与 εἰς 的宾语,表明论证从确立事实过渡到解释其本质原因。

  3. 2.42τὸ δὲ οἷον ἐνέργεια τῶν δεκτικῶν εἶπεν ἀντὶ τοῦ τελειότης

    此处引用并解释亚里士多德原文(414a9–10)的短语 οἷον ἐνέργεια τοῦ δεκτικοῦ。主动词 εἶπεν(主语为亚里士多德)以带有中性冠词 τό 的引语作为宾格直接宾语,前置词短语 ἀντὶ τοῦ 之后直接接主格形式 τελειότης,这是用来表示术语置换的注疏性同位结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:244.1-245.12