← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§242.20-243.27

灵魂诸能力的不可分离性与定义上的区分

菲洛波庞对亚里士多德《论灵魂》第二卷第二章(413b27–414a2)进行注解,阐明除理智外的灵魂诸能力在空间和实体上均不可脱离身体而分离,在定义上彼此不同,且生物物种之间的差异植根于这些能力的分布差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.37

" Τὰ δὲ λοιπὰ μόρια τῆς ψυχῆς φανερὸν ἐκ τούτων ὅτι οὐκ ἔστι χωριστά, καθάπερ φασί τινες." Τὰ οὖν λοιπὰ μόρια, φησί, τῆς ψυχῆς πάντα παρὰ τὸν νοῦν φανερὸν ἐκ τῶν εἰρημένων ὅτι οὐ χωριστὰ οὔτε ἀλλήλων οὔτε τοῦ σώματος, ἀλλήλων μέν, ὡς ἐπὶ τῶν διαιρουμένων ἐντόμων δέδεικται, τοῦ δὲ σώματος, ὅτι τούτου ἐντελέχειαί εἰσιν· οὔτε γὰρ αἰσθητικὴ ἢ θρεπτικὴ ἢ κινητικὴ ἢ ὀρεκτικὴ δύναμις ἄνευ τοῦ σώματος· τοῦ γὰρ τρέφεσθαι καὶ αἰσθάνεσθαι καὶ κινεῖσθαι δυναμένου δυνάμεις εἰσίν. αὐτὸς μέντοι ἄρτι ὅτι μὴ κατὰ τόπον εἰσὶν ἀλλήλων χωριστὰ λέγων φανερὸν εἶναι ἐκ τῶν δεδειγμένων, τὸ δὲ τινές φασιν αἰνιττόμενος εἰς Πλάτωνα λέγει,1 ὃς οὐ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τόπῳ αὐτὰς διακρίνει, ὡς εἴρηται.

“根据这些,灵魂的其余部分并非如某些人所说的那样是可分离的,这一点是显而易见的。” 因此他说,根据所论述的各点,显而易见,除理智之外灵魂的一切其余部分既不能彼此分离,亦不能脱离身体而分离:彼此不能分离,正如在被切断的昆虫身上所展示的那样;脱离身体不能分离,则是因为它们是此[身体]的完满实现。因为无论是感觉能力、营养能力、运动能力还是欲求能力,都不能脱离身体而存在;因为它们是能够受滋养、感觉与运动者的诸能力。然而,他自己刚才既然说从展示的事实中显而易见它们在空间上彼此不可分离,那么他说“某些人所说”乃是暗示柏拉图,正如前文所说,柏拉图不仅在定义上,而且在空间上也区分了它们[诸能力]。

§2.38

"Τῷ δὲ λόγῳ ὅτι ἕτερα, φανερόν." Εἰ γὰρ καὶ μὴ κεχώρισται τῷ τόπῳ, ἀλλ’ οὖν τῷ ὁρισμῷ οὐ τὰ αὐτά εἰσιν· ἄλλος γὰρ λόγος αἰσθητικοῦ καὶ ἄλλος τοῦ κατὰ τόπον κινητικοῦ, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

“然而在定义上它们互不相同,这一点是显而易见的。” 因为纵使它们在空间上未被分离,但在定义上它们终究并非同一物;因为感觉能力的定义是一回事,空间运动能力的定义是另一回事,在其余诸能力上亦同样如此。

§2.39

"Ἔτι δὲ ἐνίοις μὲν τῶν ζῴων ἅπαντα ὑπάρχει ταῦτα, τισὶ δέ τινα." Ὅτι τῷ λόγῳ ἕτεραι ἀλλήλων εἰσὶν αἱ τῆς ψυχῆς δυνάμεις, καὶ διὰ τούτων κατασκευάζει. αἱ γὰρ τῶν ζῴων διαφοραὶ ἐκ τῆς κατὰ εἶδος τῶν ψυχῶν γίνονται διαφορᾶς· διαφέρουσι δὲ τὰ ζῷα ἀλλήλων τῷ τὰς μὲν πλείους δυνάμεις ἔχειν τῆς ψυχῆς, τὰς δὲ ἐλάττους. εἰ δὲ ἦσαν πᾶσαι αἱ ψυχικαὶ δυνάμεις αἱ αὐταὶ τῷ λόγῳ, οὐκ ἂν διέφερον ἑαυτῶν τὰ ζῷα· οὐ γὰρ δὴ κατὰ τὴν διαφορὰν τῆς ὕλης διαφέρουσιν, ὥσπερ λέγουσιν οἱ Πυθαγόρειοι εἰς διάφορα σώματα ἐμβιβάζοντες τὰς ψυχὰς καὶ ἐκ τῆς διαφορᾶς τῶν σωμάτων τὰς διαφόρους ἐνεργείας τῶν ψυχῶν γίνεσθαι.2 εἰ δὲ τοῦτο ἄλογον (ἕκαστον γὰρ ἐκ τοῦ εἴδους χαρακτηρίζεται, εἴδους δὲ λόγον ἐπέχει ἡ ψυχή) διαφόρους εἶναι ἀνάγκη τὰς τῆς ψυχῆς δυνάμεις τῷ ὁρισμῷ, καὶ ἐκ τούτου τὰς διαφορὰς τῶν ζῴων γίνεσθαι, ἐπειδὴ μὴ πάντα πάσας ἔχει, ἀλλὰ τὰ μὲν πάσας, τὰ δέ τινας, τὰ δὲ μίαν. τὸ δὲ ἐνίοις μὲν τῶν ζῴων καὶ τὸ τοῦτο δὲ ποιεῖ διαφορὰν τῶν ζῴων εἶπεν ἀντὶ τοῦ τῶν ζώντων·3 τὰ γὰρ μίαν ἔχοντα ψυχικὴν δύναμιν, οἷον τὴν φυτικήν, οὐ ζῷα.

“此外,在某些动物身上具备所有这些,但在某些动物身上只具备其中某些。” 灵魂的诸能力在定义上彼此不同,他[亚里士多德]通过这些论点亦加以确立。因为动物之间的差异源自灵魂按其种相的差异;而动物彼此之间的差异,在于某些动物具有灵魂的较多能力,另一些具有较少能力。如果一切灵魂能力在定义上都是同一的,动物彼此之间便不会有差异;因为它们绝不是依照质料的差异而彼此不同,正如毕达哥拉斯派所主张的那样——他们将灵魂引入不同的身体,并[主张]从身体的差异中产生灵魂的不同活动。但如果这是不合理的(因为每一事物都依其形式被表征,而灵魂具有形式的定义),那么灵魂的诸能力在定义上互不相同,并且由此产生动物之间的差异,就是必然的了,因为并非所有〔生物〕都具有一切能力,而是某些具有全部,某些具有部分,某些则只具有一种。而他说“在某些动物身上”以及“而这造成了动物之间的差异”,乃是代替“生物”而言;因为仅具有一种灵魂能力者(例如植物性能力),并非动物。

§2.40

"Διὰ τίνα δ’ αἰτίαν γέγονεν, ὕστερον σκεπτέον." Τίνος χάριν, φησίν, αἱ μὲν συνημμέναι εἰσὶ καὶ πλείους τῆς ψυχῆς δυνάμεις ἐν τοῖς αὐτοῖς, ἐν ἄλλοις δὲ ἐλάττους, ἐν ἄλλοις δὲ μία μόνη, ὕστερον ἐροῦμεν, καὶ ἔτι τίνος χάριν αἱ μὲν πρότεραι, αἱ δὲ δεύτεραι· ἐρεῖ γὰρ ἐν τοῖς ἑξῆς περὶ τούτων.

“出于何种原因而生成,后文必须予以考查。” 出于何种缘故,他说,在相同的事物中结合了较多的灵魂能力,而在另一些事物中较少,而在另一些事物中仅有一种,我们后文将予以说明;并且还将说明出于何种缘故某些在先,某些在后;因为他在后续篇章中将探讨这些问题。

§2.41

"Παραπλήσιον δὲ καὶ περὶ τὰς αἰσθήσεις συμβέβηκεν." Ὅπερ καθόλου ἐπὶ τῶν τῆς ψυχῆς δυνάμεων συμβέβηκε, φησί, τοῦτο καὶ ἐπὶ τῆς αἰσθητικῆς μόνης γέγονε· τὰ μὲν γὰρ τῶν ζῴων πάσας ἔχει τὰς αἰσθήσεις, τὰ δὲ πλείους, τὰ δὲ μίαν. καὶ τούτων δὲ τὴν αἰτίαν ἐν τοῖς ἑξῆς ἐρεῖ, ἣν ἤδη προείπομεν.

“关于各感觉亦出现了类似的情形。” 在灵魂诸能力上普遍发生的情况,他说,这在唯独感觉能力上亦出现了;因为某些动物具有一切感觉,某些具有较多感觉,某些则仅有一种。而在后续篇章中他也将说明这些情况的原因,即我们此前已经预先述及的那个原因。

语法注3 条
  1. 2.37αὐτὸς μέντοι ἄρτι ὅτι μὴ κατὰ τόπον εἰσὶν ἀλλήλων χωριστὰ λέγων φανερὸν εἶναι ἐκ τῶν δεδειγμένων, τὸ δὲ τινές φασιν αἰνιττόμενος εἰς Πλάτωνα λέγει

    主句的主干为 αὐτὸς μέντοι ... τὸ δὲ τινές φασιν αἰνιττόμενος εἰς Πλάτωνα λέγει(“然而他自己……在说‘某些人所说’时乃是暗示柏拉图”)。前半部分词短语 ἄρτι ὅτι μὴ κατὰ τόπον εἰσὶν ἀλλήλων χωριστὰ λέγων φανερὸν εἶναι ἐκ τῶν δεδειγμένων 修饰主语 αὐτός,其后引导由 ὅτι 从句及不定式短语 φανερὸν εἶναι 构成的间接引语。

  2. 2.39ὥσπερ λέγουσιν οἱ Πυθαγόρειοι εἰς διάφορα σώματα ἐμβιβάζοντες τὰς ψυχὰς καὶ ἐκ τῆς διαφορᾶς τῶν σωμάτων τὰς διαφόρους ἐνεργείας τῶν ψυχῶν γίνεσθαι

    在 ὥσπερ λέγουσιν οἱ Πυθαγόρειοι 这一从句中,分词短语 εἰς διάφορα σώματα ἐμβιβάζοντες τὰς ψυχάς 修饰主语 οἱ Πυθαγόρειοι,而动词 λέγουσιν 则支配 καί 后面的“宾格加不定式”结构(τὰς διαφόρους ἐνεργείας ... γίνεσθαι),用以表达他们所主张的具体观点内容。

  3. 2.39τὸ δὲ ἐνίοις μὲν τῶν ζῴων καὶ τὸ τοῦτο δὲ ποιεῖ διαφορὰν τῶν ζῴων εἶπεν ἀντὶ τοῦ τῶν ζώντων

    由定冠词 τὸ 引导的两个引用句 τὸ ἐνίοις μὲν τῶν ζῴων 和 τὸ τοῦτο δὲ ποιεῖ διαφορὰν τῶν ζῴων 作为动词 εἶπεν 的直接宾语。句末的 ἀντὶ τοῦ τῶν ζώντων 借助中性属格定冠词 τοῦ 将所引用的词句 τῶν ζώντων 名词化,作介词 ἀντί 的宾语,意为“代替[说]‘生物’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:242.20-243.27