- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:241.15-242.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在413b25中将理智称为灵魂的“另一属”并指出其作为永恒者可脱离身体而分离,斐洛庞努斯论证了此处所指乃是人类理智而非神圣理智,并通过辨析措辞与异读来捍卫理智的可分离性。
" Ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεται χωρίζεσθαι, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ." Ἐναργῶς πάλιν διὰ τούτου καὶ ἑτέρας οὐσίας εἶναι τὸν νοῦν καὶ χωριστὸν εἶναι τοῦ σώματος καὶ ἀθάνατον ἀπεφήνατο. διὰ δὲ τοῦ εἰπεῖν ὅτι ἕτερον γένος εἶναι ψυχῆς τὸν νοῦν ἔδειξεν ὅτι ὁμώνυμόν ἐστι τὸ τῆς ψυχῆς ὄνομα. εἶτα ὅτι ὁ μὲν νοῦς μόνος χωριστὴν ἔχει τὴν οὐσίαν, ἡ δὲ λοιπὴ πᾶσα ψυχὴ ἀχώριστον, ἐπήγαγε τὸ καὶ τοῦτο μόνον ἐνδέχεται χωρίζεσθαι. εἶτα ἐπειδὴ ὁμώνυμον τὸ χωρίζεσθαι (λέγονται γὰρ καὶ τῶν συμβεβηκότων τινὰ χωριστά, ἅπερ ἅμα τε χωρίζεται τοῦ ὑποκειμένου καὶ φθείρεται), διὰ τοῦτο ἐπήγαγε καὶ τί τὸ εἶδος τοῦ χωρισμοῦ· καθάπερ γάρ, φησί, τὸ ἀίδιον τοῦ φθαρτοῦ· οὕτω γάρ ἐστι, φησί, χωριστὸς ὁ νοῦς ἀπὸ τῶν σωμάτων καὶ τῶν ἄλλων τῆς ψυχῆς δυνάμεων, ὥσπερ ἐστὶ χωριστὸν τοῦ φθαρτοῦ τὸ ἀίδιον. ὥστε φθαρτὰ μὲν τὰ ἄλλα μόρια τῆς ψυχῆς, τοῦτο δὲ μόνον ἀίδιον, ὁ νοῦς. τὸ δὲ ἔοικεν οὐκ ἐνδοιάζων λέγει,1 ὡς ἐνόμισεν ὁ Ἀλέξανδρος, ἀλλ’ ἤτοι ὅτι οὔπω περὶ τοῦ νοῦ πρόκειται διδάξαι, ἢ ὅπερ καὶ μᾶλλον, ἀντὶ τοῦ φαίνεται· οὐ γὰρ πάντως τὸ ἔοικε τὴν ἀμφισβήτησιν σημαίνει. καὶ γὰρ ὁ Πορφύριος λέγων “ἔοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος ἁπλῶς λέγεσθαι” οὐ δήπου ἐνδοιάζων λέγει· ἐπάγει γοῦν εὐθὺς τὰ διάφορα αὐτῶν σημαινόμενα. καὶ πολλὰς ἐκ τούτου ἐκλεξάμενος δύναιτο ἄν τις παραθέσθαι χρήσεις, ἱκανὰ δὲ καὶ τὰ ἤδη εἰρημένα περὶ τοῦ νοῦ δεῖξαι τὴν αὐτοῦ δόξαν. “ποῖον γὰρ μόριον”, φησίν, “ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι”. ἱκαναὶ δὲ καὶ ἃς ἐν τῷ προοιμίῳ παρεθέμεθα. πῶς δ’ ἄν τις ὅλως κἂν ὑπονοήσειεν αὐτὸν μὴ περὶ τοῦ ἡμετέρου νοῦ, ἀλλὰ περὶ τοῦ θείου ταῦτα λέγειν; οὐ γὰρ ἂν περὶ τοῦ θείου νοῦ εἶπεν τὸ οὐδέν πω φανερόν, καὶ ὅτι ἐνδέχεται χωρίζεσθαι. ἢ πῶς ὅλως μόριον εἶναι ψυχῆς τῆς κοινῶς λεγομένης τὸν θεῖον νοῦν εἶπεν; ἄλλως τε τὸ προκείμενον περὶ τῆς ἡμετέρας ψυχῆς καὶ κοινῶς τῆς ἐν τοῖς θνητοῖς ζῴοις· δῆλον οὖν ὅτι καὶ νοῦν οὐκ ἄλλον τινά φησιν ἢ τὸν ἡμέτερον. φέρεται δὲ καὶ ἄλλη γραφή, ᾗ κέχρηται καὶ ὁ Ἀλέξανδρος, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι· τοῦτο μόνον ἐνδέχεσθαι. κἂν οὕτω δὲ ᾖ, τὸ χωριστὸν οὐδὲν ἧττον σημαίνεται. εἰ γὰρ τῶν ἄλλων ἀχωρίστων ὄντων τῆς ψυχῆς μορίων τοῦτο γένος ψυχῆς ἕτερον ἐκείνων ἐστί, χωριστὸν πάντως ἂν εἴη, καὶ τὸ ἐνδέχεται χωρίζεσθαι ἀντὶ τοῦ ἐξ ἀνάγκης ἀκουστέον. ὅτι δὲ τοῦτό φησι, λέγω δὴ ὅτι χωριστὸς ὁ νοῦς, διὰ τῶν ἑξῆς ἐδήλωσεν “τὰ δὲ λοιπὰ μόρια τῆς ψυχῆς φανερὸν ἐκ τούτων ὅτι οὐκ ἔστι χωριστά, καθάπερ τινές φασιν”, ὡς τοῦ νοῦ δηλονότι χωριστοῦ ὄντος. καὶ σκόπει ὅπερ εἶπον, ὅτι οὐ περὶ τοῦ θείου, ἀλλὰ περὶ τοῦ ἡμετέρου ὁ λόγος, λέγω δὴ τῆς λογικῆς ψυχῆς· ἐπήγαγε γοῦν “τὰ δὲ λοιπὰ μόρια τῆς ψυχῆς.” οὐ γὰρ δήπου ὁ θεῖος νοῦς μόριον ἂν εἴη ψυχῆς. ὥστε ψυχὴν λαβὼν τὴν ἐκ λόγου καὶ ἀλογίας, ἔτι τε καὶ τῆς φυτικῆς συγκειμένην, ταύτης τὸ ἓν μόριον τὸν νοῦν καὶ χωριστὸν καὶ ἀίδιόν φησιν εἶναι,2 τὰ δὲ λοιπὰ καὶ ἀχώριστα καὶ φθαρτά.
“但这似乎是灵魂的另一属,且唯有这一部分能够被分离,正如永恒者脱离可灭者那样。” 通过这一表述,他再次清楚地宣告了理智具有另一实体,并且是可脱离身体而分离的,亦是不灭的。而通过说理智是灵魂的另一属,他表明了“灵魂”这一名称是同名异义的。随后,由于唯独理智具有可分离的实体,而其余一切灵魂皆具有不可分离的实体,他便紧接着补充了“且唯有这一部分能够被分离”。随后,既然“被分离”亦是同名异义的(因为某些偶性亦被称为可分离的,而它们在从基底分离的同时便趋于毁灭),为此他也紧接着补充了这种分离的种属是什么:因为他说,“正如永恒者脱离可灭者那样”。因为他说,理智脱离身体以及灵魂的其他诸能力而分离,正如永恒者脱离可灭者而分离那样。因此,灵魂的其他部分是可灭的,而唯独这一个部分,即理智,是永恒的。至于“似乎”,他并不是如亚历山大所认为的那样出于犹疑而言,而要么是因为探讨理智尚未被列为当下的讲授课题,要么(这更为可能)是用来代替“显然”;因为“似乎”绝非无论如何都表示疑虑。事实上,波菲利在说“属与种似乎都并非单纯地被言说”时,绝非出于犹疑而说;至少他随即补充了它们各自不同的意义。任何人从该著作中挑出许多用法皆可加以征引,但此前关于理智所说的那些话,也已足以表明他[亚里士多德]的观点。因为他说:“理智究竟将维系何种部分,或者如何维系,甚至连想象都是困难的。”我们在序论中征引的那些段落亦足够充分。然而,究竟怎会有人哪怕是揣测他所说的并非关于我们的理智,而是关于神圣理智呢?因为关于神圣理智,他绝不可能说出“目前尚无任何明晰之处”,以及它“能够被分离”。又或者他究竟怎会把神圣理智说成是普遍意义上所说的灵魂的一部分呢?况且,当下的课题是关于我们的灵魂,以及普遍而言存在于必死动物之中的灵魂;因此显然,他所说的理智亦非其他,而恰恰是我们的理智。此外亦流传着另一种异读,亚历山大亦采用了此读法:“但这似乎是灵魂的另一属;唯有这一个能够[被分离]”。纵使如此,其作为可分离之物被指明亦丝毫不减。因为,如果在灵魂的其他部分不可分离之时,这一部分是不同于那些部分的灵魂之另一属,那么它无论如何都是可分离的,并且“能够被分离”应当被理解为代替“必然[被分离]”。而关于他所主张的正是这一点——我是说理智是可分离的——他通过下文表明了:“根据这些,灵魂的其余部分并非如某些人所说的那样是可分离的,这一点是显而易见的”,这显然是在理智为可分离的前提下说的。请注意我所说过的话:这番论述并非关乎神圣理智,而是关乎我们的理智,我是说理性灵魂;至少他紧接着补充了“灵魂的其余部分”。因为神圣理智绝不可能是灵魂的一部分。因此,在将由理性、非理性以及植物性能力构成的灵魂作为对象把握之后,他说这[灵魂]的一个部分即理智既是可分离的亦是永恒的,而其余部分则既不可分离亦是可灭的。
- 2.36τὸ δὲ ἔοικεν οὐκ ἐνδοιάζων λέγει
关于动词 ἔοικε(“似乎”)的功能,斐洛庞努斯反驳了亚历山大将其视作表达说话者犹豫或疑虑(ἐνδοιάζων)的看法,主张该词要么是教学顺序上的保留(οὔπω... πρόκειται διδάξαι),要么更可能应当断定性地理解为代替 φαίνεται(“显而易见”)。
- 2.36ὥστε ψυχὴν λαβὼν τὴν ἐκ λόγου καὶ ἀλογίας, ἔτι τε καὶ τῆς φυτικῆς συγκειμένην, ταύτης τὸ ἓν μόριον τὸν νοῦν καὶ χωριστὸν καὶ ἀίδιόν φησιν εἶναι
整个句子的句法骨架为:前置的分词短语 ψυχὴν λαβὼν τὴν ἐκ... συγκειμένην(“把握由……构成的灵魂之后”)充当先行背景,主句通过属格指示代词 ταύτης(“在这一[灵魂]中”)加以承接,进而引出由 φησιν 支配的双重宾格加不定式结构(τὸ ἓν μόριον τὸν νοῦν ... εἶναι,“其一个部分即理智乃是……”)。
