← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§240.1-241.14

想象与欲求的差异及理智的可分离性

菲洛波诺斯解释了欲求虽紧随感觉而生但低等动物却未必具有想象这一区别,进而阐明了亚里士多德关于理智(观照理智)可分离性的保留态度,并区分了观照理智与实践理智。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.33

" Ἔνια δὲ ἀπορίαν ἔχει." Εἰ μὴ καὶ τῷ τόπῳ κεχώρισται.1 λέγει δὲ περὶ τοῦ νοῦ, ὡς ἐφεξῆς ἐρεῖ.

“但有些则包含疑难。” 即它们在处所上不也是分离的吗这一点。而正如他在下文中所要说的,他谈论的是理智。

§2.34

"Εἰ δὲ αἴσθησιν, καὶ φαντασίαν καὶ ὄρεξιν· ὅπου μὲν γὰρ αἴσθησις, καὶ ἡδονὴ καὶ λύπη· ὅπου δὲ ταῦτα, ἐξ ἀνάγκης καὶ ἐπιθυμία." Δείξας ὅτι τὸ αἰσθητικὸν καὶ τὸ κατὰ τόπον κινητικὸν ἀχώριστά εἰσιν ἀλλήλων τῷ τόπῳ, ἐκ τούτων βούλεται συλλογίσασθαι ὅτι καὶ τὸ ὀρεκτικὸν καὶ φανταστικὸν καὶ αὐτὰ ἀχώριστα. καὶ περὶ μὲν τοῦ ὀρεκτικοῦ συλλογίζεται, περὶ δὲ τοῦ φανταστικοῦ οὐκέτι· οὐ γὰρ δοκεῖ αὐτῷ τὸ αἴσθησιν ἔχον εὐθὺς καὶ φαντασίαν ἔχειν. μύρμηκες μὲν γὰρ καὶ μυῖαι καὶ πολλὰ τοιαῦτα ὅτι φαντασίαν ἔχει, πρόδηλον· ἴσασι γὰρ ἑαυτῶν τὰς καταδύσεις· σκώληκες δέ, ὡς ἐν τοῖς ἑξῆς ἐρεῖ, οὐ φαίνονται φαντασίαν ἔχοντες· ὁρῶνται γὰρ πεπλανημένας ποιούμενοι τὰς κινήσεις, ὥστε ἢ οὐκ ἔχουσι τὸ φανταστικόν, ἢ εἰ καὶ ἔχουσιν, ἀμυδρότατον καὶ τοιοῦτον, ὡς μηδὲ δοκεῖν εἶναι.2 ὅτι μέντοι τὸ αἴσθησιν ἔχον εὐθὺς καὶ ὄρεξιν ἔχει, τοῦτο δείκνυσιν ἐνταῦθα. τὰ γὰρ αἴσθησιν ἔχοντα τοῦ ἡδέος καὶ τοῦ λυπηροῦ ἀντίληψιν ἔχει· τούτου γὰρ διακριτικόν ἐστιν ἡ αἴσθησις, καὶ μάλιστα τῶν ἄλλων ἡ ἁφή· τὸ δὲ τούτων ἀντιλαμβανόμενον φεύγει μὲν τὸ λυποῦν, προσίεται δὲ τὸ ἡδύ. ὁρῶνται γὰρ οἱ κοχλίαι οὕτω, καίτοι μόνης τῆς ἁπτικῆς μετέχοντες, ὕδατος μὲν προσενεχθέντος προϊόντες ἔξω τῶν ὀστράκων καὶ ἐμφορούμενοι, σκληροῦ δέ τινος ἢ τραχέος ἐφαψαμένου συστελλόμενοι· καὶ σπόγγοι δὲ ὁμοίως συστέλλονται ἁψαμένου τινὸς ἀνιαροῦ· τὸ δὲ προσίεσθαι τὸ ἡδὺ καὶ φεύγειν τὸ λυπηρὸν ἐπιθυμίας ἐστὶ καὶ ὀρέξεως. ταῦτα δὲ φαντασίαν ἔχειν οὐκ εὔλογον.

“而若有感觉,则亦有想象与欲求;因为凡有感觉之处,亦有快乐与痛苦;而凡有这些之处,必然亦有欲望。” 在表明了感觉能力与空间运动能力在处所上彼此不可分离之后,他希望由此推论出欲求能力与想象能力本身亦不可分离。关于欲求能力他确实进行了推论,但关于想象能力则不再如此;因为在他看来,具有感觉者并非随即就具有想象。因为蚂蚁、苍蝇以及许多此类动物具有想象是显而易见的;因为它们知晓自己的藏身之所;但正如他在下文中所要说的,蠕虫似乎并不具有想象;因为人们见到它们做着漫无目的的游移运动,以至于它们要么不具有想象能力,要么即便具有,也是极其微弱、以致似乎并不存在。然而,具有感觉者随即亦具有欲求,这一点他在此处给出了证明。因为具有感觉者对于惬意之物与痛苦之物具有领会;因为感觉正是对这一点的判别者,而在其余感觉之中触觉尤为如此;而领会这些者,则逃避痛苦之物,迎纳惬意之物。因为人们见到蜗牛便是如此,尽管它们仅分有触觉:当水被带到它们面前时,它们便爬出壳外充分汲取,但当某种坚硬或粗糙之物触碰到它们时,它们便收缩;海绵亦同样在有某种令人痛苦之物触碰时收缩;而迎纳惬意之物与逃避痛苦之物乃属于欲望与欲求。然而认为这些动物具有想象是不合常理的。

§2.35

"Περὶ δὲ τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέν πω φανερόν." Εἰπὼν ὅτι ἔνια μόρια τῆς ψυχῆς οὐ χαλεπὸν ἰδεῖν ὅτι ἀχώριστά ἐστιν ἀλλήλων τῷ τόπῳ, καὶ δείξας ὅτι τὸ αἰσθητικὸν καὶ τὸ κατὰ τόπον κινητικὸν ἐναργῶς ἀχώριστά ἐστιν ἀλλήλων τῷ τόπῳ, εἶτα ἐκ τούτων καὶ περὶ τοῦ ὀρεκτικοῦ συλλογισάμενος, ἐπεὶ καὶ ὁ νοῦς μόριον εἶναι τῆς κοινότερον λεγομένης ψυχῆς,3 διὰ τοῦτό φησιν ὅτι ἐκ τῶν εἰρημένων οὐδὲν ἔχομεν λέγειν φανερὸν περὶ τοῦ νοῦ ὅτι καὶ αὐτὸς ἀχώριστός ἐστι τῷ τόπῳ τῶν ἄλλων δυνάμεων· οὐ γὰρ ὥσπερ συνελογισάμεθα περὶ τῆς ὀρέξεως, οὕτω καὶ περὶ τοῦ νοῦ ἐκ τῶν εἰρημένων συλλογίσασθαι δυνατόν. εἶτα ἐπειδὴ δοκεῖ αὐτῷ χωριστὸν εἶναι τὸν νοῦν, αὐτὸ τοῦτο ἐπήγαγε· ταὐτὸν δέ φησι νοῦν καὶ τὴν θεωρητικὴν αὐτοῦ δύναμιν. τοῦ γὰρ νοῦ τὸ μέν ἐστι θεωρητικόν, τὸ δὲ πρακτικόν. τὸ μὲν οὖν πρακτικὸν ἐκ τῆς σχέσεως αὐτῷ γίνεται τῆς πρὸς τὸ σῶμα· διὸ μετὰ τὸ ἀπολυθῆναι σώματος μόνος ἔσται θεωρητικός, οὐκέτι δὲ καὶ πρακτικός. [ὁ] αὐτὸς δ’ ἐν τοῖς ἑξῆς τὸν θεωρητικὸν νοῦν τοῦ πρακτικοῦ μόνῳ τῷ τέλει διαφέρειν φησί, τῷ ὑποκειμένῳ μὴ διαφέροντας, ὡς οὐδὲ τὸ σπέρμα καὶ ὁ καρπός·4 τῷ μὲν γὰρ θεωρητικῷ τέλος ἐστὶν ἡ τῆς ἀληθείας κατάληψις, τῷ δὲ πρακτικῷ ἡ τοῦ ἀγαθοῦ. ἐπεὶ οὖν μόνος ὁ θεωρητικὸς νοῦς χωριστός ἐστι, διὰ τοῦτο προσέθηκε καὶ τῆς θεωρητικῆς αὐτοῦ δυνάμεως.

“至于理智与观照能力,目前尚无任何明晰之处。” 在说过不难看出灵魂的某些部分在处所上彼此不可分离,并表明了感觉能力与空间运动能力在处所上显然彼此不可分离,随后由此对欲求能力也作出了推论之后,鉴于理智亦是在更普遍意义上所说的灵魂的一部分,因此他说,根据已说过的话,我们无法就理智在处所上也与其他能力不可分离这一点说出任何明晰之言;因为并不可能如同我们关于欲求所推论的那样,根据已说过的话对理智也作出推论。随后,由于在他看来理智是可分离的,他便紧接着补充了这一点;而他所说的理智与其观照能力乃是同一回事。因为理智一部分是观照的,另一部分是实践的。实践理智是由它与身体的关联而产生的;因此在从身体解脱之后,它将只是观照的,而不再亦是实践的。但他本人在下文中说,观照理智与实践理智仅在目的上有所不同,在底层基质上并无不同,正如种子与果实亦无不同;因为对于观照理智而言,目的是对真理的领会,而对于实践理智而言,是对善的领会。因此,既然唯有观照理智是可分离的,为此他便补充了“及其观照能力”。

语法注4 条
  1. 2.33Εἰ μὴ καὶ τῷ τόπῳ κεχώρισται.

    该句由连接词 εἰ 引导间接疑问句并带有否定词 μή,意为“它们在处所上不也是分离的吗”。它以省略句形式对引文中所提及的“疑难(ἀπορία)”的具体内容进行补充说明。

  2. 2.34ὥστε ἢ οὐκ ἔχουσι τὸ φανταστικόν, ἢ εἰ καὶ ἔχουσιν, ἀμυδρότατον καὶ τοιοῦτον, ὡς μηδὲ δοκεῖν εἶναι.

    结果从属连词 ὥστε 统辖一个选言结构(ἤ... ἤ)。在第二个选言支中,插入了让步条件句 εἰ καὶ ἔχουσιν(“即便它们确实具有”),述语形容词 ἀμυδρότατον 与 τοιοῦτον 修饰 ἔχουσιν 的隐含宾语,随后的 ὡς 与 τοιοῦτον 相应,引出进一步的结果从句(“以至于似乎并不存在”)。

  3. 2.35ἐπεὶ καὶ ὁ νοῦς μόριον εἶναι τῆς κοινότερον λεγομένης ψυχῆς

    原因连词 ἐπεί 支配不定式结构(ὁ νοῦς ... εἶναι)而非定式动词。这一 ἐπεί 带不定式的结构是由于整个论述处于间接引语或间接思考的句法引力下而产生的。

  4. 2.35τῷ ὑποκειμένῳ μὴ διαφέροντας, ὡς οὐδὲ τὸ σπέρμα καὶ ὁ καρπός

    阳性宾格复数分词 διαφέροντας 与前文 τὸν θεωρητικὸν νοῦν τοῦ πρακτικοῦ 中隐含的二者组合(观照理智与实践理智)在语法上保持一致。其后的 ὡς οὐδὲ τὸ σπέρμα καὶ ὁ καρπός 采用主格,构成省略比较句(“正如种子与果实[在底层基质上亦无不同]一样”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:240.1-241.14