← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§23.22-24.30

学问的精确性与灵魂的非质料性定位

斐洛波诺斯阐述了源自《后分析篇》与《形而上学》的学问精确性规准,指出对灵魂的研究之所以精确是因为其对象的非质料性。他批评了亚历山大为回避灵魂的非质料性与不朽而将该段落斥为后人窜入的做法,并解释了灵魂因紧随可理知实体之后而被列于“第一者之中”的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#2

πάλιν γεωμετρία μηχανικῆς ἀκριβεστέρα· τὰς γὰρ αὐτῆς ἀρχὰς ἡ γεωμετρία ἀποδείκνυσι· καὶ ἀριθμητικὴ ἁρμονικῆς ἀκριβεστέρα· αἱ γὰρ ἀρχαὶ τῆς ἁρμονικῆς δείκνυνται ἐν ἀριθμητικῇ. κοινῶς δὲ πασῶν ἡ πρώτη φιλοσοφία· τὰς ἀρχὰς γὰρ πασῶν αὕτη δείκνυσι. πάλιν, φησίν, ἀκριβεστέρα ἐστὶν ἡ ἐπιστήμη ἡ περὶ ἄυλον ἔχουσα ὑποκείμενον, ὡς γεωμετρία, ἀριθμητική, θεολογία. διό φησιν ἐν τῇ Μετὰ τὰ φυσικὰ ὅτι ἡ τῶν νοητῶν θεωρία καὶ ῥάστη ἐστὶν καὶ χαλεπή· ῥάστη μὲν διότι περὶ τῶν ἑστώτων ἐστὶ πραγμάτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων· φανότατα γὰρ τὰ θεῖα ὡς ἀμετάβλητα καθάπαξ κατ’ οὐσίαν, κατὰ δύναμιν, κατ’ ἐνέργειαν. ῥάστη μὲν οὖν διὰ τοῦτο, χαλεπὴ δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν· οὐ γὰρ ἐξισχύομεν ἐνσώματοι καὶ ἐμπαθεῖς ὄντες εἰς τὸ ἐκείνων φῶς ἀτενίσαι, ὅπερ πάσχουσι καὶ νυκτερίδες· τοῦ γὰρ ἡλίου φανοτάτου ὄντος διὰ τὴν ἀσθένειαν τῶν ὀμμάτων οὐ δύνανται κατιδεῖν αὐτοῦ τὰς ἀκτῖνας· δόξειεν οὖν αὐτοῖς φανότερον εἶναι τὸ ἀστρῷον φῶς σύμμετρον ὂν αὐταῖς.1 οὕτως οὖν καὶ ἐφ’ ἡμῶν ἔχει καὶ τῶν νοητῶν. ἐπεὶ οὖν ἀκριβεστέρα ἐπιστήμη ἐστὶν ἡ περὶ ἄυλον ἔχουσα ὑποκείμενον ἢ ἡ τὰς ἀρχὰς ἀποδεικνύουσα, ποτέρως ἐστὶν ἡ περὶ ψυχῆς θεωρία ἀκριβεστέρα; δῆλον ὅτι ὡς ἄυλον ἔχουσα τὸ ὑποκείμενον· οὐ γὰρ τὰς ἄλλων ἀρχὰς ἀποδείκνυσιν. εἰ δὲ ἄυλος ἡ ψυχὴ πάντῃ, πάντως καὶ ἀθάνατος. ὅθεν ὁ Ἀλέξανδρος καὶ νοθεύει τὸ χωρίον τοῦτο· ἔξωθεν γάρ φησι κατὰ προσθήκην αὐτὴν ἐγκεῖσθαι τὸ ‘μᾶλλον δὲ ἑτέρα ἑτέρας ἢ κατὰ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ θαυμασιωτέρων εἶναι,’2 ἵνα μὴ ἀναγκασθῇ τὸ χωρίον ἐξηγούμενος ἀκριβεστέραν εἰπεῖν τὴν περὶ ψυχῆς θεωρίαν ὡς περὶ ἄυλον ὑποκείμενον ἔχουσαν αὐτὴν τὴν ψυχὴν κατὰ τοὺς Ἀριστοτελικοὺς κανόνας· δεδωκὼς δ’ ἄυλον εἶναι τὴν ψυχὴν ἐξ ἀνάγκης καὶ ἀθάνατον εἶναι δώσει. βελτιόνων δὲ καὶ θαυμασιωτέρων. τὸ μέν ἐστι τῆς τοῦ πράγματος φύσεως τὸ βελτιόνων, τὸ δὲ τῆς ἡμετέρας κρίσεως τὸ θαυμασιωτέρων. Δι’ ἀμφότερα ταῦτα τὴν τῆς ψυχῆς ἱστορίαν εὐλόγως ἂν ἐν πρώτοις τιθείημεν. δι’ ἀμφότερα ὁ μὲν Ἀλέξανδρός φησι διὰ τὸ καλὴν καὶ τιμίαν εἶναι, ἅτε δὴ νοθεύων τὸ προσεχὲς χωρίον. λέγει δὲ δι’ ἀμφότερα διά τε τὸ ἀκριβὲς τῆς θεωρίας καὶ τὸ σεμνὸν τοῦ ὑποκειμένου. ἱστορίαν δὲ ἀντὶ τοῦ τὴν γνῶσιν· ἐπίστορας γάρ φαμεν τοὺς ἐπιστήμονας. ἐν πρώτοις τιθείημεν. οὐκ εἶπεν ἐν πρωτίστοις, ἀλλ’ ἐν πρώτοις· πρωτίστη γάρ ἐστιν ἡ τῶν νοητῶν θεωρία τῶν πάντῃ ἀμεταβλήτων κατ’ οὐσίαν, κατὰ δύναμιν, κατὰ ἐνέργειαν· δευτέρα δὲ ἡ περὶ ψυχῆς, διότι εἰ καὶ τὴν οὐσίαν ἀμετάβλητον ἔχει, ἀλλ’ οὐ τὴν ἐνέργειαν. διὸ ἀθανάτοις ὁμώνυμον εἶπεν αὐτὴν ὁ Πλάτων, διότι κυρίως ἐστὶν ἀθάνατον τὸ κατὰ πάντα ἀμετάβλητον· αὕτη δὲ ὅτι μεταβάλλει κατὰ τὴν ἐνέργειαν, διὰ τοῦτο ἀθανάτοις ὁμώνυμον. οὕτως ἂν εἴποις καὶ τὰ οὐράνια ἀθανάτοις ὁμώνυμα· μεταβάλλει γὰρ καὶ αὐτὰ εἰ μὴ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τόπον. ἐν πρώτοις οὖν τῶν μετ’ αὐτὴν δηλονότι·3 τὴν γὰρ πρώτην μετὰ τὰ νοητὰ τάξιν ἔχει.

同样,几何学比力学更为精确;因为几何学论证力学的本原;算术也比和声学更为精确;因为和声学的本原在算术中被证明。而第一哲学普遍地[比所有学问更为精确];因为第一哲学证明所有学问的本原。他说,此外,凡具有非质料的基底对象的学问更为精确,例如几何学、算术、神学。因此他在《形而上学》中说,对可理知之物的观照既是最容易的,又是困难的:最容易是因为它是关涉静止且始终处于同一状态的事物;因为神圣之物作为在实体上、能力上、活动上完全不可改变的,是最为显明透彻的。因此由于这一缘故是最容易的,然而由于我们的软弱却是困难的;因为我们既然是具身的且易受激情的,便没有力量去凝视它们的光芒,这正如蝙蝠所遭遇的那样;因为尽管太阳是最明亮的,但由于眼睛的软弱,它们无法直视太阳的光芒;因此对它们而言,与它们相称的星光反倒似乎显得更为明亮。因此,在我们与可理知之物之间也是如此情形。那么,既然更为精确的学问或者具有非质料的基底对象,或者论证本原,关于灵魂的观照是在这两种方式中的哪一种上更为精确呢?显然是因为它具有非质料的基底对象;因为它并不论证其他学问的本原。如果灵魂在各方面都是非质料的,那么它必定也是不朽的。因此亚历山大甚至将这一段落视作伪作;因为他说,“但一种胜于另一种,或者由于精确性,或者由于属于更好和更令人惊叹之物”这句话本身是从外部作为增补被插入进来的,以免在解释该段落时被迫按照亚里士多德的规准,把关于灵魂的观照说成是由于具有灵魂本身作为非质料的基底对象而更为精确;因为一旦承认灵魂是非质料的,他就必然也会承认它是不朽的。“属于更好和更令人惊叹之物”。“更好”属于事物的本性,而“更令人惊叹”则属于我们的判断。“由于这两者,我们理当把对灵魂的探究置于首位”。亚历山大说“由于这两者”是指由于它是美好的和尊贵的,因为他正是把紧邻的段落当成了伪作。但[亚里士多德]的意思是由于这两者,即由于观照的精确性和基底对象的崇高。“探究”用来代替“认识”;因为我们称有知识者为“知者”。“置于首位(第一者之中)”。他没有说“置于最首位”,而是说“置于第一者之中”;因为最首位的乃是对可理知之物的观照,这些事物在实体上、能力上、活动上都是全然不可改变的;而关于灵魂的观照是第二位的,因为灵魂即使在实体上是不可改变的,但在活动上却并非如此。因此柏拉图称灵魂“与不朽者同名”,因为只有在一切方面都不可改变的事物才是在严格意义上的不朽;而灵魂由于在活动上发生改变,因此“与不朽者同名”。你也可以同样说天体与不朽者同名;因为天体即使在实体上不发生改变,在空间上也是会改变的。因此,“在第一者之中”显然是指在它〔对可理知之物的观照〕之后的第一者之中;因为它在可理知之物之后居于第一位阶。

语法注3 条
  1. 1.2δόξειεν οὖν αὐτοῖς φανότερον εἶναι τὸ ἀστρῷον φῶς σύμμετρον ὂν αὐταῖς

    此处为潜在希求法(省略了 ἄν 或由语境承前)。与格代词 αὐτοῖς 在语法上为阳/中性,但指代前文的 νυκτερίδες(蝙蝠),而紧随其后的分词短语则使用了阴性与格 αὐταῖς,二者在语义上皆指蝙蝠。

  2. 1.2αὐτὴν ἐγκεῖσθαι τὸ ‘μᾶλλον δὲ ἑτέρα ἑτέρας ἢ κατὰ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ θαυμασιωτέρων εἶναι,’

    在“宾格加不定式”结构中,宾格代词 αὐτήν 与后文的引用短语 τὸ ‘μᾶλλον δὲ...’ 构成同位语关系,起到强调指示该引语本身的作用(即“该语句本身被插入”)。

  3. 1.2ἐν πρώτοις οὖν τῶν μετ’ αὐτὴν δηλονότι

    属格短语 τῶν μετ’ αὐτήν(“在它[即对可理知之物的观照]之后的事物”)作为部分属格对 ἐν πρώτοις(“在第一者之中”)进行限制性补充说明。省略的主动词可由上下文中的 τιθείημεν 等补足。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:23.22-24.30