← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§236.14-237.25

触觉的分离性与灵魂规定的诸种诠释

斐洛庞努斯解释了为何触觉在诸感觉中居先且可与其余感觉相分离,并针对亚里士多德以营养、感觉、理智与运动来规定灵魂的表述,驳斥了主张一切灵魂不灭的解释,赞同了亚历山大的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.29

" Ὥσπερ δὲ τὸ θρεπτικὸν δύναται χωρίζεσθαι τῆς ἁφῆς καὶ πάσης αἰσθήσεως, οὕτως ἡ ἁφὴ τῶν ἄλλων αἰσθήσεων." Ὥσπερ δὲ ἀντὶ τοῦ ὥσπερ γάρ· ἔστι γὰρ αἰτιολογικόν.1 εἰπὼν γὰρ ὅτι πρώτη τῶν ἄλλων αἰσθήσεων ἡ ἁφή, τοῦτο κατασκευάζει διὰ τούτων. ὥσπερ γὰρ τὰ μετέχοντα τῶν ἄλλων ψυχικῶν δυνάμεων πολλῷ πρότερον τῆς θρεπτικῆς μετέχει, οὐκέτι δὲ τὰ τῆς θρεπτικῆς μετέχοντα ἀνάγκη καὶ τῶν ἄλλων τινὸς μετέχειν, ἀλλὰ καὶ καθ’ αὑτὴν θεωρεῖται ὡς ἐπὶ τῶν φυτῶν, οὕτω καὶ τὰ τινὸς τῶν ἄλλων αἰσθήσεων μετέχοντα ἀνάγκη πᾶσα καὶ ἁφῆς μετασχεῖν, οὐκέτι μέντοι καὶ ἔμπαλιν· πολλὰ γοῦν ἁφῆς μετέχοντα οὐδεμιᾶς τῶν ἄλλων μετέχει, ὡς σπόγγοι καὶ ὄστρεα καὶ οἱ καλούμενοι κοχλίαι καὶ ὅλως τὰ κογχύλια. ὥστε εἰ πρότερόν ἐστι τῇ φύσει τὸ συνεισφερόμενον ἄλλῳ καὶ ἀναιρεθὲν συναναιροῦν,2 προτέρα ἄρα τῶν αἰσθήσεων ἡ ἁπτική. δύναται δὲ τὸ ὥσπερ δὲ καὶ ἀπὸ ἄλλης ἀρχῆς εἰρῆσθαι.

“正如营养性的东西能够与触觉以及一切感觉相分离,触觉同样也能与其余感觉相分离。” “正如……并且(Ὥσπερ δέ)”代替了“因为正如(ὥσπερ γάρ)”;因为它具有说明原因的作用。因为在说过触觉在其余感觉中处于首位之后,他正是通过这些话来确立这一点的。因为正如分有其他灵魂能力的事物远在先就分有营养能力,而分有营养能力的事物却不再必然分有其他能力中的任何一个,反倒也可以如在植物中那样单独被考察,同样,分有其余感觉中任一种的事物也全然必然分有触觉,然而反过来却绝非如此;至少许多分有触觉的事物并不分有任何其他感觉,例如海绵、牡蛎、所谓的蜗牛以及总括而言的带壳水生动物。因此,如果与另一事物一同被引入并在被废除时一同废除另一事物的东西在本性上在先,那么在诸感觉中触觉能力便是更在先的。不过,“正如……并且”这一词句也可以被理解为自另一个新的起点而说的。

§2.30

"Δι’ ἣν δ’ αἰτίαν ἑκάτερον τούτων συμβέβηκεν, ὕστερον ἐροῦμεν." Ἑκάτερον τούτων, διὰ τί τό τε θρεπτικὸν τῶν ἄλλων τῆς ψυχῆς δυνάμεων χωρίζεται καὶ τὸ ἁπτικὸν τῶν ἄλλων αἰσθήσεων· ἐρεῖ γὰρ ἐν τοῖς ἐφεξῆς τὴν αἰτίαν ἣν ἤδη εἶπον, ὅτι τοῦ σώματος ῥευστοῦ ὄντος ἀνάγκη πᾶσα [ἐν] τοῖς μετέχουσι τῆς ζωῆς τῆς θρεπτικῆς δυνάμεως διὰ τὴν σωτηρίαν τοῦ εἴδους μετέχειν. διὰ τοῦτο καὶ ἡ ἁφὴ τῶν ἄλλων χωριστὴ καὶ μετὰ τῶν ἄλλων πασῶν, διότι ἡ αἴσθησις πρὸς διάκρισιν τῶν τε οἰκείων καὶ σωστικῶν τοῦ ζῴου καὶ τῶν ἀλλοτρίων καὶ φθαρτικῶν ὑπάρχει, οἰκειότατα δὲ ἡμῖν τῶν αἰσθητῶν τὰ ἐξ ὧν συνεστήκαμεν· ταῦτα δέ ἐστι τὸ ξηρόν, τὸ ὑγρόν, τὸ θερμόν, τὸ ψυχρόν· τούτων δὲ ἔχει τὴν αὐτὴν λῆψιν ἡ ἁφή. εἰκότως ἄρα πρωτίστη καὶ καθολικωτάτη τῶν αἰσθήσεων ἡ ἁφή, καὶ ἄνευ ταύτης οὐδεμία τῶν ἄλλων εἶναι δύναται.

“至于由于何种原因这两者中的每一者得以发生,我们稍后再谈。” “这两者中的每一者”:即为何营养性的东西与灵魂的其余能力相分离,触觉性的东西又与其余诸感觉相分离。因为在接下来的论述中,他将说明我已经提到过的那一原因,即由于身体是流动的,为了物种的保全,分有生命的事物全然必然分有营养能力。正因如此,触觉也与其余感觉相分离,并且伴随着所有其余的感觉,因为感觉的存在是为了辨别对动物而言是适宜且起保全作用的事物与相异且起毁灭作用的事物,而在诸可感觉事物中,对我们最适宜的乃是我们由此构成的东西;而这些正是干燥、湿润、温热、寒冷;触觉恰恰具有对这些东西的把握。因此,触觉理所当然是诸感觉中最首要且最普遍的,而没有它,其余感觉中没有哪一个能够存在。

§2.31

"Νῦν δὲ τοσοῦτον εἰρήσθω μόνον, ὅτι ἐστὶν ἡ ψυχὴ πάντων τῶν εἰρημένων ἀρχὴ καὶ τούτοις ὥρισται,3 θρεπτικῷ, αἰσθητικῷ, διανοητικῷ, κινήσει." Οἱ μὲν πᾶσαν ψυχὴν ἀπαθανατίζειν βουλόμενοι λέγουσι τὸ μὲν θρεπτικὸν καὶ αὐξητικὸν καὶ τὰ ὅμοια ἐνεργείας εἶναι ψυχῆς, ἅς φασι καὶ τὸν Ἀριστοτέλη ἀχωρίστους εἶναι λέγειν, τὴν μέντοι ψυχὴν καὶ τὰς δυνάμεις, ἀφ’ ὧν αἱ ἐνέργειαι αὗται προέρχονται, ταύτας εἶναι χωριστάς· τὴν ψυχὴν οὖν αἰτίαν καὶ ἀρχὴν τούτων τῶν ἐνεργειῶν φασι λέγειν αὐτόν, τῆς θρεπτικῆς καὶ αἰσθητικῆς καὶ τῶν ἄλλων. ὅτι δὲ οὐ τοῦτο οἴεται ὁ Ἀριστοτέλης, πολλάκις εἴρηται. προσφυέστερον δὲ καὶ ἀληθέστερον ὁ Ἀλέξανδρος ἐξηγεῖται ἀρχὴν καὶ αἰτίαν εἶναι λέγων τὴν ψυχὴν τοῦ τρέφεσθαι, τοῦ αὔξεσθαι, τοῦ αἰσθάνεσθαι, ἅπερ εἰσὶ τῷ ὄντι ἐνέργειαι ψυχῆς. ὅτι δὲ οὐκ ἀρχὴν τοῦ θρεπτικοῦ καὶ αἰσθητικοῦ τὴν ψυχὴν λέγει, ἐδήλωσεν ἐξ ὧν ἐπάγει ὅτι τούτοις ὥρισται, θρεπτικῷ, αἰσθητικῷ καὶ τοῖς λοιποῖς, ἀντὶ τοῦ περιώρισται ἐν τούτοις ἡ ψυχή, καὶ ἐν τούτοις τὸ εἶναι τῇ ψυχῇ. ἐπὶ πᾶσι δὲ καὶ ὕστερον ἐπάγει τὸ κινητικόν, διότι ἐν πᾶσιν ὁρᾶται τοῖς εἰρημένοις ἡ κίνησις, καὶ ἐν τῷ διανοητικῷ ἐκ ζητήσεως εἰς εὕρεσιν, καὶ ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα.

“现在且只说到这一点:灵魂是所有上述事物的本原,并且由这些——营养性的、感觉性的、理智性的[能力]以及运动——所限定。” 那些企图使一切灵魂都成为不灭的人说,营养性的东西、生长性的东西以及诸如此类的东西是灵魂的现实活动,他们声称亚里士多德也说这些活动是不可分离的,然而产生这些现实活动的灵魂本身及其能力则是可分离的;因此他们声称,他说灵魂是这些现实活动——即营养的、感觉的以及其他现实活动——的原因和本原。但亚里士多德并不这样认为,这一点已多次被指出。亚历山大则作了更贴切、更真实的解释,说灵魂是受滋养、生长和感觉的本原与原因,而这些确乎是灵魂的现实活动。至于他并非说灵魂是营养能力和感觉能力的本原,这一点他通过所补充的话表明了:即它由这些所限定,由营养性的、感觉性的及其他所限定,这代替了说灵魂被界定在这些之中,并且灵魂的存在就在这些之中。在所有这些之后,他又补充了运动能力,因为在所有上述事物中都能见到运动,并且在理智能力中也存在着从探寻到发现、从前提至结论的运动。

语法注3 条
  1. 2.29Ὥσπερ δὲ ἀντὶ τοῦ ὥσπερ γάρ· ἔστι γὰρ αἰτιολογικόν.

    斐洛庞努斯指出亚里士多德原文中的连词δέ在此并非单纯的并列或转折,而是起着说明原因(αἰτιολογικόν)的作用,相当于γάρ,用来引出论证以确立前文所说的触觉居首位这一论点。

  2. 2.29τὸ συνεισφερόμενον ἄλλῳ καὶ ἀναιρεθὲν συναναιροῦν

    亚里士多德哲学中关于“本性上的在先(πρότερον τῇ φύσει)”的标准公式。分词结构(现在中被动态分词συνεισφερόμενον与带条件义不定过去时被动态分词ἀναιρεθέν的现在主动态分词συναναιροῦν)表达非对称的蕴涵关系:即与另一者并存共进,而在被否定/废除时导致另一者一同被废除者。

  3. 2.31τούτοις ὥρισται

    完成时被动态动词ὥρισται所带的与格τούτοις。斐洛庞努斯将其解释为“περιώρισται ἐν τούτοις”(界定在这些之中),表明这一与格不仅是手段或标准的与格,更是表达灵魂的存在与本质被限定并包含于这些能力范围之内的内在规定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:236.14-237.25