← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§235.12-236.13

可灭生命中的营养能力与动物的感觉能力

斐洛庞努斯论述了在凡死的有灵魂之物中活着依存于营养能力的原因(413b1),随后阐明动物主要依以触觉为核心的感觉能力来定义,并通过植物动物的例子以及关于天体与“动物”名称的疑难加以说明(413b2)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.27

" Τὸ μὲν οὖν ζῆν διὰ τὴν ἀρχὴν ταύτην ὑπάρχει πᾶσι τοῖς ζῶσιν." Εἰπὼν ἐν τοῖς ἐπάνω ὅτι κἂν ἕν τι τούτων ὑπάρχῃ, ζῆν λέγεται, νῦν λέγει ὅτι παρὰ τῆς θρεπτικῆς δυνάμεως τὸ ζῆν ὑπάρχει. εἰ οὖν τοῦτο λέγει ὅτι ἔνθα ἂν ᾖ τῶν ἄλλων τις, ἀνάγκη καὶ ταύτην εἶναι, ἄν τε μόνη ᾖ, εὐθὺς καὶ τὰ μετέχοντα ζῆν λέγεται, πρὸς δὲ τούτοις εἰ τὸ ζῆν ἐστιν, ὡς αὐτὸς μικρῷ πρόσθεν ὡρίσατο, τὸ δι’ αὐτοῦ τρέφεσθαί τε καὶ αὔξεσθαι, τὸ δὲ τρέφεσθαί τε καὶ αὔξεσθαι παρὰ τῆς θρεπτικῆς, εἰκότως ἄρα καὶ τὸ ζῆν παρὰ ταύτης,1 ὅτι εἰ καὶ ἑκάστη τῶν ψυχικῶν δυνάμεων ζωή τίς ἐστι, τὰ μέντοι θνητὰ ἄνευ τῆς θρεπτικῆς εἶναι οὐ δύναται, ἀλλὰ μάλιστα ἡ ζωὴ αὐτῶν κατὰ ταύτην χαρακτηρίζεται, διὰ τὸ ῥευστὴν μὲν εἶναι τὴν φύσιν αὐτῶν, ἄνευ δὲ τοῦ προσκρίνοντος ἀντὶ τοῦ ἀπορρεύσαντος εἶναι μὴ δύνασθαι· τοῦτο δὲ ποιεῖ ἡ θρεπτική. εἰκότως ἄρα εἶπε τὸ ζῆν εἶναι τοῖς ἐμψύχοις διὰ ταύτην.

“因此,依这一本原,活着属于一切活着的事物。” 他在前文中既然说过,即使其中仅有一个属于某物,它便被称为活着,如今则说,活着是来自营养能力的。因此,如果他说的是这意思:凡是有其他能力之一存在的地方,也必然有这一能力,并且即使它单独存在,分有它的事物也立即被称为活着;除此以外,如果活着正如他自己不久前所定义的那样,是依自身受滋养并生长,而受滋养并生长是来自营养能力的,那么活着也是来自这一能力,便是理所当然的;因为即使灵魂的每一种能力都是某种生命,凡死之物若无营养能力却不可能存在,毋宁说它们的生命主要是依这一能力而被特征化的,因为它们的本性是流动的,而若无替代流失之物进行增添同化之物,它们便不可能存在;而营养能力正行使这一功能。因此,他理所当然地说了活着对于有灵魂之物而言是由于这一能力的。

§2.28

"Τὸ δὲ ζῷον διὰ τὴν αἴσθησιν πρώτως." Ὥσπερ τὰ ζῶντα κατὰ τὴν θρεπτικὴν δύναμιν χαρακτηρίζεται, οὕτω καὶ τὰ ζῷα κατὰ τὴν αἰσθητικήν· ὥστε τὰ μόνης ταύτης μετέχοντα, κἂν μηδεμιᾶς ἄλλης τῶν ὑπερτέρων μετέχῃ, ζῷα λέγεται. πρώτως δὲ μετέχειν τῶν αἰσθήσεών φησι τὰ μετέχοντα τῆς ἁφῆς.2 διὸ κἂν αὐτῆς μόνης μετέχοι τι, οὐ μόνον ζῆν λέγεται, ἀλλὰ καὶ ζῷον εἶναι, διότι τῇ αἰσθήσει τὸ ζῷον χαρακτηρίζεται, οἷά ἐστι τὰ ζώφυτα καλούμενα, οἷον οἱ σπόγγοι· μόνης γὰρ ἁφῆς οὗτοι μετέχουσιν· ἅπερ ζώφυτα ἐκλήθη, διότι ζῷα μέν ἐστι παρὰ τὸ αἰσθήσεως μετέχειν, φυτῶν δὲ ἔχει τὸ μὴ ἀμείβειν τόπον ἐκ τόπου. μᾶλλον δὲ καὶ κατὰ αὐτὸ τοῦτο ἔχει τι τῶν ζῴων, καὶ οὐδὲ τοῦτο καθάπαξ τῶν φυτῶν ἔχει· ἀμείβει γὰρ κατὰ μόρια τοὺς τόπους συστελλόμενα καὶ ἐκτεινόμενα. εἰ δὲ ἐκ τῆς αἰσθήσεως χαρακτηρίζει τὰ ζῷα, αἴσθησις δὲ οὐκ ἔστιν ἐν τοῖς θείοις, αἴσθησιν δέ φημι τὴν κατὰ τὰς ε̄ ταύτας τὰς ἡμετέρας, ἔοικεν ἄρα μὴ λέγειν ἐκεῖνα εἶναι ζῷα, οἷον τὰ οὐράνια. ἀλλὰ λέγω ὅτι περὶ τῶν θνητῶν ὁ λόγος· ἐν ἐκείνοις δ’ εἰ καὶ μή εἰσιν αὗται αἱ αἰσθήσεις, κρείττονες δῆλον ὅτι εἰσὶν ἄλλαι καὶ θειότεραι. ἀπορήσειε δ’ ἄν τις ὅτι εἰ ἐκ τοῦ ζῆν τὸ ζῷον προσηγόρευται, ζῇ δὲ καὶ τὰ φυτά, διὰ τί μὴ κἀκεῖνα ζῷα λέγομεν. αὐτὸς δὲ τοῦτο αὐτὸ ἐπιλυόμενος ἐν τοῖς ἑξῆς φησιν ὅτι ὥσπερ δρομέας λέγομεν οὐ τοὺς ὁπωσοῦν τοῦ τρέχειν μετέχοντας, ἀλλὰ τοὺς σφοδρῶς καὶ τρανέστερον μετειληφότας τοῦ τρέχειν, οὕτω καὶ ζῷα λέγονται οὐ τὰ ὁπωσοῦν μετέχοντα τοῦ ζῆν καὶ τῆς ζωῆς, ἀλλ’ ἐν οἷς τὸ τῆς ζωῆς εἶδος τρανέστερον. τρανεστέρα δὲ τῶν αἰσθήσεων ζωὴ ἢ θρεπτική.

“而动物主要则是由于感觉。” 正如活着的事物是依营养能力而被特征化的,动物同样也是依感觉能力而被特征化的;因此,那些仅分有这一能力的事物,即使不分有任何更高的能力,也被称为动物。并且他说,分有触觉的事物乃是第一义地分有感觉。因此,即使某物仅分有触觉,它不仅被称为活着,而且也被称为是动物,因为动物是以感觉来特征化的;所谓的植物动物便是如此,例如海绵;因为它们仅分有触觉。而它们被称为植物动物,是因为一方面由于分有感觉而作为动物,另一方面又具有植物不从一地迁移到另一地的特征。更确切地说,即使在这方面它们也具有某些动物的特征,而就连这一点,它们也并非全然作为植物的〔特征〕而具有;因为它们通过收缩和伸展而依部分变换着地方。然而,如果他是从感觉来特征化动物,而感觉在神圣之物中并不存在——我所谓的感觉是指依我们这五种感官而言的感觉——,那么看来他并没有说那些事物,例如天体,是动物。但我说,这里的论述是关于凡死之物的;而在那些神圣之物中,即使不存在这些感觉,显然也存在着其他更优越且更神圣的感觉。人们或许会提出疑难:如果“动物”一名源自“活着”,而植物也活着,为什么我们不把那些植物也称为动物呢?但他自己在接下来的文句中化解这同一疑难时说,正如我们所称的奔跑者不是指以任何方式分有奔跑的人,而是指强健且更显著地分有奔跑的人,动物同样也不是指以任何方式分有活着和生命的事物,而是指生命的形式在其中更为清晰显著的事物。而感觉的生命比营养的生命更为清晰显著。

语法注2 条
  1. 2.27εἰ οὖν τοῦτο λέγει... εἰκότως ἄρα καὶ τὸ ζῆν παρὰ ταύτης

    整个句子的骨架由两个条件从句“εἰ οὖν τοῦτο λέγει ὅτι...”(因此如果他说的是这意思:……)与“πρὸς δὲ τούτοις εἰ τὸ ζῆν ἐστιν...”(除此以外,如果活着是……)构成,主句为推论性的归结从句“εἰκότως ἄρα καὶ τὸ ζῆν παρὰ ταύτης [ἐστί]”(那么活着也是来自这一能力,便是理所当然的)。紧随其后的“ὅτι εἰ καὶ...”则引入解释其合理性根据的因果说明从句。

  2. 2.28πρώτως δὲ μετέχειν τῶν αἰσθήσεών φησι τὰ μετέχοντα τῆς ἁφῆς

    此句阐明了引文“Τὸ δὲ ζῷον διὰ τὴν αἴσθησιν πρώτως”中“πρώτως”的含义。实体化分词短语“τὰ μετέχοντα τῆς ἁφῆς”作不定式“μετέχειν”的主语宾格,属格“τῶν αἰσθήσεων”为其对象。“πρώτως”作副词修饰不定式,表明分有触觉乃是第一义地、基础性地分有感觉能力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:235.12-236.13