← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§237.26-238.37

灵魂能力的空间不可分性与器官分化

针对亚里士多德关于灵魂能力究竟在空间上分离还是仅在定义上不同的疑难(413b13),菲洛波庞借助植物和昆虫分割后的生存现象论证了空间上的不可分性,并进一步讨论了器官分化与诸感觉源于脑的统合结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32#1

" Πότερον δὲ τούτων ἕκαστόν ἐστι ψυχὴ ἢ μόριον ψυχῆς, καὶ εἰ μόριον, πότερον οὕτως ὥστε εἶναι χωριστὸν λόγῳ μόνῳ ἢ καὶ τόπῳ." Ὅπερ καὶ ἐν τῷ πρώτῳ λόγῳ ἠπόρησε, τοῦτο καὶ νῦν ἀπορεῖ, ὅτι ἆρα1 κατὰ μόρια σωματικὰ διῄρηνται αἱ τῆς ψυχῆς δυνάμεις τῷ τόπῳ, ὥσπερ ἐδόκει λέγειν καὶ ὁ Τίμαιος λέγων ἐν καρδίᾳ μὲν εἶναι τὸ θυμικόν, τὸ δὲ ἐπιθυμητικὸν ἐν ἥπατι καὶ ἐν ἐγκεφάλῳ τὸ αἰσθητικόν, ἢ οὐ τόπῳ οὐδὲ κατὰ μόρια τοῦ σώματος, ἀλλὰ μόνον τῷ λόγῳ, τουτέστι τῇ οὐσίᾳ, ἕτερά ἐστιν ἀλλήλων; ἄλλος γὰρ ἑκάστης δυνάμεως ὁ ὁρισμὸς δηλονότι. ἐπιλύεται οὖν τοῦτο τῷ αὐτῷ τρόπῳ ὥσπερ καὶ ἐξ ἀρχῆς, ἔκ τε τῶν φυτῶν καὶ τῶν ἐντόμων. οὐ γὰρ χαλεπόν, φησίν, ἐπὶ ἐνίων δυνάμεων τῆς ψυχῆς ἰδεῖν ὅτι οὐκ εἰσι κεχωρισμέναι τῷ τόπῳ. ἐπί τε γὰρ τῶν φυτῶν διαιρουμένων ἐν ἑκάστῳ τῶν κλάδων εὑρήσεις καὶ τὸ θρεπτικὸν καὶ αὐξητικὸν καὶ γεννητικόν, ὥστε ἡ ἐν τοῖς φυτοῖς ψυχὴ ἐνεργείᾳ μὲν μία ἐστί, δυνάμει δὲ πολλαί, διότι διαιρουμένου τοῦ φυτοῦ ἐν ἑκάστῳ τῶν διαιρεθέντων τέλειον τῆς ψυχῆς τῆς φυτικῆς τὸ εἶδος ὁρᾶται. ὥστε πρότερον μὲν μία ἦν τῷ ἀριθμῷ πρὸ τῆς διαιρέσεως, μετὰ δὲ τὴν διαίρεσιν πλείους μὲν τῷ ἀριθμῷ γεγόνασιν, εἴδει δὲ μία. ἔστι γὰρ ἐν τοῖς φυτοῖς δι’ ὅλου καὶ ἐν ἑκάστῳ τῶν κλάδων σπέρματι ἀνάλογον ἡ ἐντεριώνη, ἐν ᾗ ἡ ψυχὴ ἀμερῶς τὸ εἶναι ἔχει· ὅθεν διὰ τὴν ἐκείνης ἀμέρειαν καὶ ἐν τῷ ἀποτμηθέντι κλάδῳ πᾶσαι αἱ δυνάμεις αὐτῆς εὑρίσκονται. ὁμοίως καὶ ἐπὶ τῶν ἐντόμων ἔχει· εἰ γὰρ διαιρεθείη ταῦτα, ἕκαστον τῶν διαιρεθέντων καὶ τὴν αἰσθητικὴν καὶ τὴν κινητικὴν ἔχον δύναμιν ὁρᾶται· εἰ δὲ ἦσαν τῷ τόπῳ διῃρημέναι αἱ τῆς ψυχῆς δυνάμεις, ἔδει τὴν μὲν αἰσθητικὴν δύναμιν ἐν τῷδε εἶναι τῷ μορίῳ, ἐν ἑτέρῳ δὲ τὴν κινητικήν. μᾶλλον δὲ τοῦ ἐπὶ τῶν φυτῶν παραδείγματος ἕνεκεν ἐλήφθη·2 πρόκειται γὰρ αὐτῷ δεῖξαί τινας δυνάμεις τῆς ψυχῆς ἀμερίστους εἶναι τῷ τόπῳ, τὰ δὲ φυτὰ μίαν ἔχει ψυχικὴν δύναμιν· διὰ γὰρ τὴν γεννητικὴν χρεία τῆς αὐξητικῆς, διὰ ταύτην δὲ τῆς θρεπτικῆς. φησὶν οὖν ὅτι ὥσπερ ἐπὶ τῶν φυτῶν διαιρουμένων ἐν ἑκάστῳ τῶν μορίων πᾶσα ἡ ψυχικὴ δύναμις ὁρᾶται, οὕτως καὶ ἐπὶ τῶν ἐντόμων πλείους ἐχόντων ψυχικὰς δυνάμεις πᾶσαι ἐν ἑκάστῳ τῶν διαιρεθέντων εὑρίσκονται μορίων. ἐπὶ μὲν οὖν τῆς ἁπτικῆς δυνάμεως καὶ τῆς κατὰ τόπον κινητικῆς προχωρήσει αὐτῷ ὁ λόγος· ἐπὶ δὲ τῶν λοιπῶν, ὀπτικῆς, ἀκουστικῆς, γευστικῆς, ὀσφραντικῆς, τάχα δὲ καὶ ἐπὶ τῆς ἐπιθυμητικῆς τε καὶ θυμοειδοῦς, οὐκέτι ἔχει δεικνύναι ὡς οὐκ εἰσι τόπῳ κεχωρισμέναι. ἐναργῶς γὰρ κατὰ μόρια τοῦ σώματος διῄρηνται ἀλλήλων, εἰ μή τις τοῦτο λέγοι ὡς καὶ αὗται ἀμέριστοι ἀλλήλων εἰσί, διότι πᾶσαι ἐκ τοῦ ἐγκεφάλου προΐασιν, ὅθεν εἰ πάθοι τι ὁ ἐγκέφαλος, ἀναίσθητον παντελῶς καὶ ἀκίνητον τὸ ζῷον γίνεται. ἐπιτιθεμένου γὰρ ἐπὶ τὸν ἐγκέφαλον κάρφους πᾶσα αἴσθησις καὶ κίνησις ἀνενέργητος μένει. ἔτι δὲ σαφέστερον τοῦτο δείκνυται ἐντεῦθεν· εἰ γὰρ ἔμφραξις γένοιτο ἐν τῷ νεύρῳ, ἢ τμηθείη ἢ δεθείη, τὸ μὲν ἄνω μέρος τοῦ σώματος αἰσθάνεταί τε καὶ κινεῖται, τὸ δὲ κάτω ἀκίνητόν ἐστι καὶ ἀναίσθητον. ὥστε ἐκ τοῦ ἐγκεφάλου πᾶσαι αἱ αἰσθητικαὶ δυνάμεις προέρχονται· ἐπειδὴ δὲ δέονται ὀργάνων, καὶ ὀργάνων οὐ τῶν αὐτῶν, ἐπεὶ καὶ αἱ δυνάμεις διάφοροι, ἑκάστη ἐν τῷ οἰκείῳ διαφαίνεται ὀργάνῳ.

“这些之中的每一者是灵魂还是灵魂的一个部分;如果是部分,其方式究竟是仅在定义上可分离,还是在空间上亦可分离。” 他在第一卷中所质疑的正是这同一件事,他现在同样提出质疑:即灵魂的诸能力究竟是如《蒂迈欧篇》似乎也在主张的那样——他说激怒部分在心脏中,欲望部分在肝脏中,感觉部分在脑中——按照身体的各部分在空间上被划分开来,还是既非在空间上亦非按照身体的各部分,而仅仅在定义上,即在本质上彼此有别?因为显然每一种能力的定义是不同的。于是,他以如同起初一样的方式,从植物和昆虫出发解决了这一疑难。因为他说,在灵魂的某些能力上,看出它们并未在空间上被分离开来并不困难。因为在被分割的植物中,你在每一个枝条中都会发现营养的、生长的和生殖的能力,以至于植物中的灵魂在现实活动中是一,在潜能中则是多,因为当植物被分割时,在每一个被分割的部分中都能见到植物性灵魂的完满形式。因此,在分割之前它在数目上曾是一,但在分割之后它们在数目上变成了多个,然而在形式上仍是一。因为在植物中,贯穿整体并且在每一个枝条中,都存在着类似于种子的髓,灵魂不可分地在其中具有其存在;由此,因其不可分性,即便在被截断的枝条中,它的全部能力也都被发现存在着。在昆虫身上同样如此;因为如果它们被分割,每一个被分割的部分都被见到同时具有感觉能力和运动能力;但如果灵魂的诸能力在空间上被划分开来,感觉能力本应存在于这一个部分,而运动能力存在于另一个部分。更确切地说,[昆虫的例子]是为了〔补充〕植物的例子而被采纳的;因为他的旨趣在于表明灵魂的某些能力在空间上是不可分的,但植物只具有一种灵魂能力(因为为了生殖能力才需要生长能力,而为了生长能力才需要营养能力)。因此他说,正如在被分割的植物中,在每一个部分中都能见到全部灵魂能力,同样在拥有较多灵魂能力的昆虫中,全部能力也都在每一个被分割的部分中被发现。因此,关于触觉能力和空间运动能力,他的论证将会顺利进行;但对于其余的能力——视觉、听觉、味觉、嗅觉,或许还有欲望能力和激怒能力——他便不再能够表明它们并非在空间上被分离。因为显而易见它们是按照身体的不同部分而彼此划分开的,除非有人主张说,这些能力彼此之间也是不可分的,因为它们全都发源自脑,因此如果脑遭受某种损害,动物便会全然失去知觉并不动。因为只要有一根草屑被置于脑上,一切感觉和运动就都处于不发动的状态。而从下述事实中这一点被更清楚地表明:因为如果神经发生阻塞,或者被切断,或者被结扎,身体的上半部分既感觉又运动,而下半部分则不动且无感觉。因此,所有的感觉能力都发源自脑;但由于它们需要器官,并且由于能力各异而需要不同的器官,故而每种能力都在其本己的器官中显现出来。

语法注2 条
  1. 2.32Ὅπερ καὶ ἐν τῷ πρώτῳ λόγῳ ἠπόρησε, τοῦτο καὶ νῦν ἀπορεῖ, ὅτι ἆρα

    作为主句谓语 ἀπορεῖ 之宾语的指示代词 τοῦτο,其具体内容由连接词 ὅτι 与疑问小词 ἆρα 连用的间接疑问从句展开。在希腊语散文中,ὅτι 常用来引导带有 ἆρα 的疑问句。

  2. 2.32μᾶλλον δὲ τοῦ ἐπὶ τῶν φυτῶν παραδείγματος ἕνεκεν ἐλήφθη

    被动动词 ἐλήφθη 的主语在文脉中被省略,需补充“昆虫的例子”(τὸ ἐπὶ τῶν ἐντόμων παράδειγμα)。此处是注解者的补充说明,解释昆虫的例子之所以被提出,“毋宁是为了[补充]植物例子的[不足]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:237.26-238.37