- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:233.27-235.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注视亚里士多德《论灵魂》413a22–31,阐释生命的多重含义(营养、感觉、理智等)中只要具备其一即可被称为活物,并论证在凡死之物中,营养能力作为基础虽可脱离其他能力而独立存在,其他高等能力却绝不可能脱离营养能力而存在。
" Πλεοναχῶς δὲ τοῦ ζῆν λεγομένου, κἂν ἕν τι τούτων ἐνυπάρχῃ μόνον, ζῆν αὐτό φαμεν." Χαρακτηρίσας κατὰ τὴν ζωὴν τὴν ψυχὴν διαιρεῖ τὴν ζωὴν εἰς διάφορα σημαινόμενα· πλεοναχῶς γάρ, φησί, τοῦ ζῆν λεγομένου, τουτέστι πλειόνων οὐσῶν ψυχικῶν δυνάμεων, καθ’ ἃς τὸ ζῆν ἐγγίνεται τοῖς μετέχουσιν αὐτῶν· καὶ ὅτι τοῦτό φησιν, ἐπάγει οἷον νοῦς, αἴσθησις καὶ τὰ λοιπά. εἶτα ὅτι καθ’ ἕκαστον τούτων ζωή τίς ἐστι πιστούμενός φησιν ὅτι κἂν ἕν τι τούτων ὑπάρχῃ τινί, ζῆν λέγεται τὸ μετέχον αὐτοῦ. ὅθεν καὶ τὰ φυτὰ θρεπτικὴν ἔχοντα δύναμιν ζῇ μηδεμίαν τῶν ἄλλων ἔχοντα, μήτε αἰσθητικὴν μήτε τὴν κατὰ τόπον κινητικὴν μήτε τῶν ἀνωτέρω εἰρημένων μηδεμίαν. ἕπεται δὲ τῇ θρεπτικῇ ἡ αὐξητική· διὰ γὰρ τὴν εἰς τὸ τέλειον εἶδος ἄφιξιν ἡ τροφή· αὔξεται γοῦν τρεφόμενα, ἕως μὴ ἐπικρατεστέρα ᾖ ἡ φθίσις· τότε γὰρ ἡ τροφὴ ἐν ὅσῳ ἐστὶ τὸ εἶδος μόνον φυλάττει. τὸ δὲ κατὰ τοὺς ἐναντίους τόπους ἀντὶ τοῦ πάντῃ·1 ὡς γὰρ καὶ ἐν τῷ Περὶ γενέσεως εἶπεν, ταῦτα καὶ τρέφεσθαι καὶ αὔξεσθαι λέγεται τὰ κατὰ πᾶν μόριον ἑαυτῶν τρεφόμενα καὶ αὐξόμενα. τὰ γὰρ κατὰ πρόσθεσιν αὔξεσθαι δοκοῦντα οὐ κατὰ πᾶν μόριον ἑαυτῶν αὔξονται, διὸ οὐδὲ αὔξησις ἐπ’ ἐκείνων λέγεται, ἀλλὰ πρόσθεσις. ἐὰν γὰρ ἐπὶ τὸν σωρὸν τοῦ σίτου προσθήσω ἕτερον σῖτον, οὐ δι’ ὅλων τῶν μορίων τοῦ σωροῦ ἡ πρόσθεσις γέγονεν, ἀλλ’ ἐφ’ ἑνός, καθ’ ὃ καὶ ἡ πρόσθεσις ἐγένετο· τὸ δὲ σῶμα ὅλον δι’ ὅλου αὔξει. οὕτως οὖν καὶ τὰ φυτὰ καθ’ ὅλα ἑαυτὰ αὔξει· καὶ γὰρ κατὰ τὸ ἄνω καὶ τὸ κάτω (καὶ γὰρ καὶ αἱ ῥίζαι εἰς βάθος αὔξονται) καὶ δεξιὰ καὶ ἀριστερά (εἰς πλάτος γὰρ ἑκατέρωθεν ἐπιδίδωσιν), ἀλλὰ καὶ ἔμπροσθεν καὶ ὄπισθεν· ὁμαλὴν γὰρ καὶ ἴσην καὶ τὴν κατὰ βάθος ποιεῖται αὔξησιν. ὥστε εἰ καὶ ταῦτα ζῆν λέγεται μίαν τὴν θρεπτικὴν δύναμιν ἔχοντα, ἔοικεν ἄρα ἑκάστη τῶν ψυχικῶν δυνάμεων ζωὴ εἶναι.
“而由于生命是在多种意义上被述说的,即使其中仅有一个内在于某物,我们也说它活着。” 在依生命特征化了灵魂之后,他把生命划分为不同的含义。因为他说,由于生命是在多种意义上被述说的,也就是说,由于存在着若干种灵魂能力,分有它们的事物正是依循这些能力而产生出生命——并且表明他说的是这意思,他补充道“例如理智、感觉以及其余的”。接着,在确证依循这些能力之每一者都有一种生命时,他说,即使这些能力中仅有一个属于某物,分有它的事物便被称为活着。由此,植物虽不具有任何其他能力,既无感觉能力,亦无依地方运动的能力,更无上述任何一种能力,却因具有营养能力而活着。而生长能力伴随着营养能力;因为营养是为了达到完全的形式。至少,只要衰退尚未占上风,它们便在受滋养的同时生长;因为在那个时候[衰退占上风时],只要形式尚存,营养便仅仅保全形式。而“朝向相反的地方”的意思是“在所有方向上”。因为正如他也在《论生灭》中所说,那些在自身的每一个部分都受到滋养和生长的东西,才被称为受滋养和生长。因为那些依添加而显得生长的东西,并不是在自身的每一个部分都生长,因此在它们身上甚至不被称为生长,而被称为添加。因为如果我把另一份麦子添加到麦堆上,这种添加并没有发生在麦堆的所有部分,而只是发生在发生添加的那一个地方;但身体是整个穿透整个地生长的。因此,植物也是这样依循其自身的全体而生长的:向上且向下(因为根也向深度生长),向右且向左(因为向两旁的宽度拓展),而且向前且向后;因为它们在深度的生长也是均匀且相等的。因此,如果这些植物虽仅具有单一的营养能力也被称为活着,那么灵魂的每一种能力看来便都是一种生命。
"Χωρίζεσθαι δὲ τοῦτο μὲν τῶν ἄλλων δυνατόν, τὰ δὲ ἄλλα τούτου ἀδύνατον ἐν τοῖς θνητοῖς." Ὅτι μὲν οὖν ἑκάστη τῶν ψυχικῶν δυνάμεων ζωή ἐστι καὶ ζῆν ποιεῖ τὰ μετέχοντα ἤδη εἶπεν· δῆλον γὰρ ὅτι καὶ τὰ αἰσθήσεως μετέχοντα κατὰ αὐτὸ τοῦτο ζῇ, μᾶλλον δὲ καὶ τρανεστέραν ζωὴν ἔχει, ὁμοίως δὲ καὶ τὰ νοῦ μετέχοντα ζῇ κατ’ αὐτὸ τοῦτο. ἀλλ’ εἰ καὶ ἑκάστη τῶν δυνάμεων τούτων ζωή ἐστιν, ἀλλ’ οὖν, φησίν, ἡ μὲν θρεπτικὴ καὶ χωρὶς τούτων εἶναι δύναται ἐσχάτη πάντων οὖσα, ἐκεῖναι δὲ δίχα ταύτης οὐκ εἰσι. καὶ καλῶς προσέθηκεν ἐν τοῖς θνητοῖς· ἐν γὰρ τοῖς θείοις ἄχρηστος ἡ θρεπτική, αὐξήσεως καὶ μειώσεως ἐκεῖ μὴ οὔσης, ἐπὶ μέντοι τῶν θνητῶν δι’ αὐτὸ τοῦτο 〈τὸ〉 θνητὰ εἶναι ἀδύνατον τὴν κρείττονα γενέσθαι ψυχικὴν δύναμιν μὴ οὔσης τῆς καταδεεστέρας, καὶ διὰ τὰς πολλάκις εἰρημένας αἰτίας· ἐπεὶ γὰρ θνητόν ἐστι καὶ δέεται εἰσροῆς, ἐπειδὴ καὶ ἀπορρεῖ, ἀνάγκη πάντως τῆς θρεπτικῆς δυνάμεως τῆς προσυφαινούσης2 ἀντὶ τοῦ ἀπορρεύσαντος ἐν τῷ σώματι, ἵνα φυλάττηται τὸ εἶδος. διὰ τοῦτο δίχα τῆς θρεπτικῆς δυνάμεως οὐδέν ἐστι τῶν ἐμψύχων. τὰ μέντοι λογικὰ καὶ θυμοῦ μετέχει καὶ ἐπιθυμίας, ἵνα καὶ προσιῶνται τὰ σωστικὰ τοῦ ζῴου καὶ ἀποσείωνται τὰ λυμαινόμενα. φανερὸν δὲ ἐπὶ τῶν φυομένων ὅτι ἡ θρεπτικὴ δύναμις τῶν ἄλλων χωρίζεται· τὰ γὰρ φυτὰ ταύτην μὲν ἔχουσι, τῶν δὲ ἄλλων οὐδεμίαν· οὔτε γὰρ αἰσθητικὴν οὔτε ὀρεκτικὴν οὔτε τινὰ τῶν ἐπάνω πολλῷ μᾶλλον.
“在凡死之物中,这一能力可以脱离其他能力而存在,其他能力却不可能脱离它而存在。” 因此,灵魂的每一种能力都是一种生命,并使分有它们的事物活着,这一点他已经说过了;因为显然,分有感觉的事物正是由此而活着,甚至具有更为清晰的生命,同样,分有理智的事物也正是由此而活着。但是,即使这些能力之每一者都是一种生命,然而他说,营养能力虽作为一切之中最底层的能力,能够脱离这些能力而存在,而那些能力若没有它却不存在。并且他恰当地加上了“在凡死之物中”;因为在神圣之物中,由于那里没有生长与衰减,营养能力毫无用处;然而在凡死之物上,正是由于它们是凡死的这一事实,若较低劣的能力不存在,较优越的灵魂能力便不可能产生,这也是由于多次说过的原因。因为既然它是凡死的并且需要流入,因为也在流失,所以绝对需要营养能力,该能力在身体中织入物质以替代流失之物,以便形式得以保全。因此,在有灵魂之物中,没有一个是没有营养能力的。然而,有理性的事物还分有气魄与欲望,以便既招引保全动物之物,又排拒损伤之物。而在生长的植物上显然可见,营养能力是与其他能力相脱离的;因为植物具有这一能力,却不具有其他任何能力;因为它们既无感觉能力,亦无欲求能力,更绝无之上的任何能力。
- 2.25τὸ δὲ κατὰ τοὺς ἐναντίους τόπους ἀντὶ τοῦ πάντῃ
带有介词和冠词的短语习语“ἀντὶ τοῦ πάντῃ”(“相当于/意为‘在所有方向上’”)。前面的带冠词短语“τὸ κατὰ τοὺς ἐναντίους τόπους”将亚里士多德正文中的词句作为主语提出,构成了“‘朝向相反的地方’这句话意为‘在所有方向上’”这一说明的句法骨架。
- 2.26ἀνάγκη πάντως τῆς θρεπτικῆς δυνάμεως τῆς προσυφαινούσης
无人称名词“ἀνάγκη”支配属格“τῆς θρεπτικῆς δυνάμεως”的句式。其功能类似于表示需要的动词“δεῖ”加属格,意为“绝对需要营养能力”。分词短语“τῆς προσυφαινούσης”作定语修饰该属格名词。
