← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§232.10-233.26

通过求方例示的定义类型与生命的界定

斐洛庞诺以不等边矩形的求方为例,通过几何学说明了从质料、形式以及二者结合出发的定义如何分别对应于三段论的结论、本原与仅在排列上不同的论证;随后纠正了亚历山大关于欧几里得引文卷次的错误,并推进至借由生命界定具灵魂者的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24

" Οἷον ὅτι ἐστὶν τετραγωνισμὸς τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι." Εἰπὼν ὅτι δεῖ τὸν ὁρισμὸν τὸν τέλειον μὴ μόνον τὸ ὅτι ἀλλὰ καὶ τὴν αἰτίαν διδάσκειν καὶ ὅτι οἱ πλεῖστοι τῶν ὁρισμῶν τὸ ὅτι μόνον διδάσκουσι (τοῦτο γάρ ἐστι τὸ ὥσπερ συμπεράσματά εἰσι) παράδειγμα τῶν εἰρημένων διὰ τούτων τίθησι, ποῖος μὲν ὁρισμός ἐστιν ἀρχὴ ἀποδείξεως, ποῖος δὲ συμπέρασμα. τὸν γὰρ τετραγωνισμόν, φησίν, εἰ μὲν οὕτως ὁρίσει, τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον ποιῆσαι ἰσόπλευρον, ὁ τοιοῦτος, φησίν, ὁρισμὸς λόγος τοῦ συμπεράσματός ἐστιν, ἀντὶ τοῦ συμπέρασμά ἐστιν ἀποδείξεως· ἐκ γὰρ τῆς ὕλης εἴληπται. εἰ δέ τις οὕτως ὁρίσαιτο, ὅτι τετραγωνισμός ἐστι μέσης εὕρεσις, ἀρχὴ ἀποδείξεως ὁ τοιοῦτος ὁρισμός· τὸ γὰρ εἶδος καὶ τὴν αἰτίαν εἶπεν. εἰ δέ τις οὕτως εἴποι ‘τετραγωνισμός ἐστι τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον ποιῆσαι δι’ εὑρέσεως μέσης’, ἐκ τοῦ συναμφοτέρου ὡρίσατο, καὶ ἔστιν ὁ τοιοῦτος ὁρισμὸς ἀπόδειξις τῇ θέσει διαφέρουσα. συλλογίσαιτο γὰρ ἄν τις οὕτως· ὁ τετραγωνίσαι βουλόμενος μέσην ἀνάλογον ζητεῖ· ἡ μέση εὑρεθεῖσα ἴσον τῷ ἑτερομήκει ἰσόπλευρον καὶ ὀρθογώνιον ποιεῖ. δῆλον δὲ ὅτι τετραγωνισμὸν τοῦ ἑτερομήκους λέγει. ἔστι δὲ τετράγωνον μὲν ἰσόπλευρόν τε [ἐστὶ] καὶ ὀρθογώνιον, τουτέστι χωρίον καὶ τὰς πλευρὰς τὰς τέσσαρας ἴσας ἔχον καὶ τὰς γωνίας ὀρθάς, ἑτερόμηκες δὲ ὀρθογώνιον μέν ἐστιν, οὐκ ἰσόπλευρον δέ. οἱ οὖν βουλόμενοι τὸ ἑτερόμηκες τετραγωνίσαι μέσην ἀνάλογον ζητοῦσιν. οἷον τί λέγω; ἔστω χωρίον ἑτερόμηκες ἔχον τὴν μὲν ἑτέραν τῶν πλευρῶν πηχῶν ὀκτώ, τὴν δὲ ἑτέραν δύο· σαφὲς ὅτι τὸ ὅλον ἐστὶ πηχῶν ιϛ̅· πᾶν γὰρ τετράπλευρον μετρεῖται πλευρᾶς ἐπὶ πλευρὰν πολλαπλασιαζομένης. ἐὰν οὖν θελήσωμεν τῷ ἑτερομήκει τούτῳ χωρίῳ ἴσον τετράγωνον ποιῆσαι, ὥστε εἶναι πηχῶν ιϛ̅, ὅσον ἦν καὶ τὸ ἑτερόμηκες, ὀφείλομεν τῶν β̅ πλευρῶν τοῦ ἑτερομήκους μέσην ἀνάλογον εὑρεῖν, ἵνα τοῦτον ἔχῃ τὸν λόγον πρὸς τὴν μείζονα πλευράν, ἥτις ἦν πήχεων η̅, ὃν λόγον πρὸς αὐτήν, τὴν μέσην λέγω, ἡ τῶν β πήχεων τοῦ ἑτερομήκους ἔχει πλευρά.1 εἴη δ’ ἂν ἡ τοιαύτη πήχεων τεσσάρων· ὃν γὰρ λόγον ἔχει τὰ τέσσαρα πρὸς τὰ ὀκτώ, τοῦτον τὸν λόγον ἔχει τὰ β πρὸς τὰ δ· ἥμισυ γὰρ ἑκάτερον τοῦ μείζονος. αὕτη ἐστὶ μέση ἀνάλογον· ἐκ ταύτης οὖν ἀναγραφήσεται τετράγωνον χωρίον πήχεων ις ἴσον τῷ ἑτερομήκει. καὶ οὕτως ἐπὶ παντὸς ἑτερομήκους δεῖ ποιεῖν βουλομένοις ἴσον αὐτῷ τετράγωνον ἀναγράφειν. πάλιν γὰρ εἰ εἴη ἑτερόμηκες ἔχον τὴν μίαν πλευρὰν πηχῶν ις, τὴν δὲ ἑτέραν δ, ἀναγράφει χωρίον δηλονότι πήχεων ξδ. τούτῳ εἰ θελήσειας ἴσον τετράγωνον ποιῆσαι, ζήτησον μέσην ἀνάλογον, αὕτη δ’ ἔστι πηχῶν η· ὀκτάκις δὲ τὰ ὀκτὼ ξδ. ὥσπερ γὰρ ἡ τῶν ις πηχῶν πλευρὰ τοῦ ἑτερομήκους διπλασίων ἐστὶ τῆς εὑρεθείσης ὀκταπήχους, οὕτω καὶ αὕτη διπλασίων ἐστὶ τῆς λοιπῆς πλευρᾶς τοῦ ἑτερομήκους, πηχῶν οὔσης τεσσάρων. τὸ οὖν μέσης εὕρεσις,2 ὁ μὲν Ἀλέξανδρός 〈φησι〉 δεδεῖχθαι ἐν τῷ δευτέρῳ τῶν Εὐκλείδου· τὸ δ’ οὐκ ἔστιν· οὐδὲν γὰρ ἐκεῖ τοιοῦτο δέδεικται, ἀλλ’ ἐν τῷ ἕκτῳ· ἐκεῖ γὰρ δέδεικται ‘δύο δοθεισῶν εὐθειῶν μέσην ἀνάλογον εὑρεῖν’, καὶ ὅτι ‘ἐὰν τρεῖς εὐθεῖαι ἀνάλογον ὦσι, τὸ ὑπὸ τῶν ἄκρων ἴσον ἐστὶ τῷ ἀπὸ τῆς μέσης’. Λέγομεν οὖν ἀρχὴν λαβόντες τῆς σκέψεως διωρίσθαι τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ζῆν. ὡς πολλάκις εἴρηται, ἐκ τῶν ὑστέρων τῇ φύσει καὶ ἡμῖν σαφεστέρων διδάσκει περὶ τῶν πρώτων καὶ ἀσαφεστέρων. βουλόμενος γὰρ τὸ χαρακτηριστικὸν ἴδιον τῆς ψυχῆς λαβεῖν, ζητεῖ τί ἐστι τὸ τοῦ ἐμψύχου χαρακτηριστικόν, ὅπερ ἐστὶ ψυχῆς ὕστερον τῇ φύσει· τῷ γὰρ μετέχειν ψυχῆς ἔμψυχον λέγεται καὶ ἀπ’ αὐτῆς τὴν προσηγορίαν εἴληφε, τὸ δὲ ἀπό τινος δεύτερον ἐκείνου τοῦ ἀφ’ οὗ ἐστι καὶ λέγεται.3 εἰ οὖν τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ψυχῆς μετέχειν διαφέρει, διαφέρει δὲ πάλιν καὶ τῷ ζῆν, ψυχῆς ἄρα χαρακτηριστικὸν ἡ ζωὴ ἔοικεν εἶναι.

“例如,求方[矩形化方]乃是使与不等边矩形相等的矩形[正方形]得以成立。” 在说明了完满的定义不仅应当指明事实,而且还应当指明原因,以及大多数定义仅指明事实(这也就是“它们宛如结论”的意思)之后,他借由这些文字为所说的话给出了一个例子,说明何种定义是论证的本原,何种定义是结论。因为他说,如果人们这样来定义求方:制作一个与不等边矩形相等的等边矩形,那么这样的定义就是结论的言说,也就是论证的结论;因为它是从质料中抽取的。但若有人这样来定义:求方是寻找比例中项,那么这样的定义就是论证的本原;因为他道出了形式与原因。而若有人这样说:“求方是通过寻找比例中项来制作一个与不等边矩形相等的矩形”,那么他便是从二者的结合来定义的,并且这样的定义就是仅在排列上有所不同的论证。因为人们可以这样进行推论:“想要进行求方的人寻找比例中项;被找到的比例中项能制作出与不等边矩形相等的等边且直角的图形”。显然,他所说的是不等边矩形的求方。正方形是既等边又直角的,也就是具有相等的四条边并且角皆为直角的平面,而不等边矩形则是直角但并不等边的平面。因此,那些想要将不等边矩形求方的人便寻找比例中项。例如,我的意思是什么呢?设有一个不等边矩形的平面,其一条边为八肘,另一条边为两肘;显然整个面积为十六肘;因为每一个四边形都是通过边与边相乘来计量的。因此,如果我们想要制作一个与这个不等边矩形平面相等的正方形,使其为十六肘,恰如那不等边矩形一样大,我们便必须找到该不等边矩形两条边的比例中项,以便它对那曾为八肘的较大之边所具有的比例,与那不等边矩形的两肘之边对它——我是指对该中项——所具有的比例相同。而这样一个比例中项当是四肘;因为四对八所具有的比例,二对四同样具有;因为二者各自皆为较大者的一半。这就是比例中项;因此,由它将描绘出一个十六肘的、与那不等边矩形相等的正方形平面。并且,对于想要描绘出与其相等的正方形的人而言,在每一个不等边矩形上都必须如此行事。因为再次,如果有一个不等边矩形,其一条边为十六肘,另一条边为四肘,它显然描绘出一个六十四肘的平面。如果你想要制作一个与此相等的正方形,便去寻找比例中项,而这便是八肘;八的八倍是六十四。因为正如不等边矩形的十六肘之边是被找到的八肘之边的两倍一样,这八肘之边也是该不等边矩形所余下的四肘之边的两倍。至于“寻找中项”这一说法,亚历山大说是在欧几里得的第二卷中被证明的;但事实并非如此;因为在那里并没有证明任何此类事情,而是在第六卷中;因为正是在那里证明了“求两已知直线的比例中项”,以及“若三条直线成比例,则两端项所构成的矩形等于中项上的正方形”。 “因此我们说,以此作为探讨的端绪:有灵魂之物借由生活[生命]而与无灵魂之物相区别。”正如多次说过的,他依据在自然上居后且对我们而言更为明晰之物,来阐释在先且较不明晰之物。因为想要把握灵魂的固有特征,他探讨何为有灵魂之物的特征,而这在自然上是后于灵魂的;因为正是借由分有灵魂,它才被称为有灵魂的,并且从灵魂那里获得了这一定名,而出于某物之物乃是从属并次于它所由出并据以得名的那一物。因此,如果有灵魂之物借由分有灵魂而有别于无灵魂之物,而另一方面又借由具有生命而有别于无灵魂之物,那么生命看来便是灵魂的固有特征了。

语法注3 条
  1. 2.24ἵνα τοῦτον ἔχῃ τὸν λόγον πρὸς τὴν μείζονα πλευράν, ἥτις ἦν πήχεων η̅, ὃν λόγον πρὸς αὐτήν, τὴν μέσην λέγω, ἡ τῶν β πήχεων τοῦ ἑτερομήκους ἔχει πλευρά

    在相关结构 τοῦτον τὸν λόγον... ὃν λόγον...(具有与……相同的比例)中,先行词 λόγον 在关系从句中重复出现,且动词 ἔχει 与其主语因倒装而被隔开。从句的真正主语是后置的名词短语 ἡ τῶν β πήχεων τοῦ ἑτερομήκους... πλευρά(该不等边矩形的两肘之边),ὃν λόγον 为宾语,πρὸς αὐτήν 则是指涉中项的介词短语。

  2. 2.24τὸ οὖν μέσης εὕρεσις

    短语 μέσης εὕρεσις(寻找中项)带有中性单数冠词 τό,作为悬垂主题(引用性定冠词结构/悬空主格)被提出。整个句子的实际语法主语是其后的 ὁ μὲν Ἀλέξανδρος,而该引用短语在语义上充当被动不定词 δεδεῖχθαι 的主语(说明被证明的内容)。

  3. 2.24τὸ δὲ ἀπό τινος δεύτερον ἐκείνου τοῦ ἀφ’ οὗ ἐστι καὶ λέγεται

    主语是名词化的介词短语 τὸ δὲ ἀπό τινος(出于某物之物),表语形容词 δεύτερον 支配比较属格 ἐκείνου。该代词 ἐκείνου 进而由关系从句 τοῦ ἀφ’ οὗ ἐστι καὶ λέγεται(它所由出并据以得名的那一物)所修饰限定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:232.10-233.26