- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:230.26-232.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯解释了亚里士多德重新展开灵魂论述的原因,指出完满的定义不仅应当传达事实,还应当包含原因(413a13),并将质料、形式与结合三种定义对应于三段论结构,同时探讨了“定义的言说宛如结论”(413a16)一句的诸种训诂与解释。
" Οὐ γὰρ μόνον τὸ ὅτι δεῖ τὸν ὁριστικὸν λόγον διδάσκειν, ὥσπερ οἱ πλεῖστοι τῶν ὅρων λέγουσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ἐνυπάρχειν καὶ ἐμφαίνεσθαι." Διὰ τοῦτο, φησίν, ὥσπερ ἐξ ὑπαρχῆς τὸν περὶ ψυχῆς λόγον ποιούμεθα, ὅτι ἐν μὲν τοῖς ἔμπροσθεν οὐχ ἱκανῶς περὶ αὐτῆς διελέχθημεν, τὸ ὅτι μόνον ἀποδεδωκότες. οὐ γὰρ δεῖ τὸν τὴν οὐσίαν τινὸς παραστῆσαι βουλόμενον τὸ ὅτι μόνον ἐν τῷ ὁρισμῷ αὐτῆς ἀποδιδόναι, ἀλλὰ καὶ τὴν αἰτίαν, δι’ ἣν ἔστι τοῦτο. ἐν δὲ τῷ ἀποδεδομένῳ περὶ ψυχῆς λόγῳ ὅτι μέν ἐστιν ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ εἴρηται, οὐκέτι μέντοι πῶς ἐντελέχεια καὶ διὰ τί· οὐδὲ γὰρ οἷόν τε καθόλου περὶ ψυχῆς λόγον ἀποδιδόντα τὸ διὰ τί λέγειν,1 μήτε ὁμοειδῶν οὐσῶν τῶν ψυχῶν πασῶν μήτε ὁμογενῶν. διόπερ ἐντεῦθεν ἀπὸ τῶν ἐναργῶν ἀρξάμενος τῶν ἐπὶ ἑκάστης ψυχικῆς δυνάμεως θεωρουμένων οὕτως ἀποδώσει διὰ τί ἑκάστη ἐστὶν ἐντελέχεια καὶ πῶς.
“因为定义性的言说不仅应当指明事实,正如大多数定义所说的那样,而且原因也必须内在并显明于其中。” 他说,正因如此,我们才仿佛从头开始去作关于灵魂的论述,因为在前面的论述中我们并未充分地探讨它,而只是指明了事实。因为想要呈现某物本质的人,不应当在其定义中仅仅给出事实,而且还应当给出它之所以为这一事物的原因。而在关于灵魂所给出的言说中,它是一个自然的、具器官的身体的完满实现这一事实固然已经说了,然而究竟怎样是完满实现以及为何如此,却尚未说明;因为对于给出关于灵魂的普遍言说的人而言,根本不可能说出其原因,既然所有的灵魂既非同种也非同属。因此,从这里起,从各灵魂能力上所观察到的显明之物开始,他便将由此指明每一种能力为何是完满实现以及如何是完满实现的。
"Νῦν δὲ ὥσπερ συμπεράσματα οἱ λόγοι τῶν ὅρων εἰσίν." Εἴρηται καὶ ἐν τῷ πρώτῳ λόγῳ ὅτι τῶν ὁρισμῶν οἱ μὲν ἐκ τῆς ὕλης λαμβάνονται, οἱ δὲ ἐκ τοῦ εἴδους, οἱ δὲ ἐκ τοῦ συναμφοτέρου· οἷον ἐκ τῆς ὕλης ὅτι θυμός ἐστι ζέσις τοῦ περικαρδίου αἵματος, καὶ οἰκία ἐστὶ σύνθεσις λίθων καὶ ξύλων, ἐκ δὲ τοῦ εἴδους ὄρεξις ἀντιλυπήσεως, καὶ σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων, ἐκ δὲ τοῦ συναμφοτέρου ζέσις τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως, καὶ σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων ἐκ τοιαύτης συνθέσεως λίθων καὶ ξύλων. τούτων τῶν ὁρισμῶν (καὶ καθόλου πᾶς ὁρισμός, ὥς φησιν αὐτὸς ἐν τῇ Ἀποδεικτικῇ) ὁ μέν ἐστιν ἀρχὴ ἀποδείξεως ὁ ἐκ τοῦ εἴδους, ὁ δὲ συμπέρασμα ὁ ἐκ τῆς ὕλης, ὁ δὲ ἀπόδειξις διαφέρουσα τῇ θέσει ὁ ἐκ τοῦ συναμφοτέρου. οἷον βουλόμενός τις ὁρίσασθαι τὸν θυμὸν κέχρηται συλλογισμῷ τοιούτῳ· ὁ θυμούμενος ὀρέγεται ἀντιλυπῆσαι τοῦτον ᾧ ὀργίζεται· τοῦ ὀρεγομένου ἀντιλυπῆσαι ζεῖ τὸ περὶ τὴν καρδίαν αἷμα· εἶτα τὸ συμπέρασμα ‘τοῦ θυμουμένου ἄρα ζεῖ τὸ περικάρδιον αἷμα’. τούτου οὖν τοῦ συλλογισμοῦ καὶ τῆς ἀποδείξεως ὁ μὲν ἐκ τῆς ὕλης ὁρισμὸς τοῦ θυμοῦ συμπέρασμά ἐστιν, ὁ δὲ ἐκ τοῦ εἴδους ἀρχή· ἔστι γὰρ ἡ πρώτη πρότασις ἡ λέγουσα ὁ θυμούμενος ὀρέγεται ἀντιλυπήσεως· ὁ μέντοι ἐκ τοῦ συναμφοτέρου ὁρισμὸς συλλογισμός ἐστιν ἤτοι ἀπόδειξις τῇ θέσει μόνῃ διαφέρουσα, διότι ἐν μὲν τῷ συλλογισμῷ πρώτη ἐστὶ πρότασις ἡ λέγουσα ὁ θυμούμενος ὀρέγεται ἀντιλυπήσεως, δευτέρα δὲ τοῦ ὀρεγομένου ἀντιλυπήσεως ζεῖ τὸ περικάρδιον αἷμα, ἐν μέντοι τῷ ὁρισμῷ τῷ ἐκ τοῦ συναμφοτέρου ἀνάπαλιν ἀρχόμεθα· ζέσις γάρ, φαμέν, τοῦ περικαρδίου αἵματος, εἶτα δι’ ὄρεξιν ἀντιλυπήσεως. τί οὖν φησιν; ὅτι δεῖ τοιούτους τοὺς ὁρισμοὺς ἀποδιδόναι, ἔχοντας καὶ τὴν αἰτίαν δι’ ἣν ἐστι τοιόνδε τὸ πρᾶγμα. οἱ γὰρ πολλοί, φησί, τῶν ὁρισμῶν τῶν νῦν ἀποδεδομένων ἐοίκασι τοῖς συμπεράσμασι τῶν συλλογισμῶν, οὐκ ἔχοντες ἐν αὑτοῖς τὴν αἰτίαν δι’ ἣν οὕτως ἔχουσιν, ἥτις αἰτία ἀνάλογόν ἐστι τῷ μέσῳ ὅρῳ ἐν τῷ συλλογισμῷ, τουτέστιν ἐκ τῆς ὕλης μόνης ἀποδίδονται. ἡ μὲν οὖν ἔννοια τῶν εἰρημένων αὕτη. τὴν δὲ λέξιν ὁ μὲν Ἀλέξανδρος οὕτω καθίστησιν. νῦν δὲ ὥσπερ συμπεράσματα οἱ λόγοι, ἀντὶ τοῦ οἱ ὁρισμοί, τῶν ὅρων εἰσίν, ἀντὶ τοῦ τῶν συλλογισμῶν· ὅρους δ’ ἐκάλεσε τοὺς συλλογισμούς, διότι ἐκ τῶν ὅρων οἱ συλλογισμοί. καὶ ἄλλως δέ, ὥσπερ συμπεράσματα τῶν λόγων, τουτέστι τῶν συλλογισμῶν, οἱ ὅροι εἰσίν, ἀντὶ τοῦ οἱ ὁρισμοί, ἵνα τὰς πτώσεις ἐναλλὰξ ποιήσωμεν,2 καὶ τὴν μὲν γενικὴν τῷ λόγῳ ἀποδῶμεν, τὴν δ’ εὐθεῖαν τῷ ὅρῳ. ἁπλούστερον δὲ οἱ Ἀττικοὶ ἐξηγηταὶ καὶ προσφυέστερόν φασιν οἱ λόγοι τῶν ὅρων ἀντὶ τοῦ οἱ λόγοι τῶν ὁρισμῶν, τουτέστιν οἱ προφορικοὶ λόγοι, δι’ ὧν τοὺς ὁρισμοὺς τῶν πραγμάτων ἀποδίδομεν· τὸ δὲ συμπεράσματά εἰσι, δηλονότι τῶν συλλογισμῶν· τὰ γὰρ συμπεράσματα συλλογισμῶν εἰσι συμπεράσματα.
“然而现在,诸定义的言说宛如结论。” 在第一卷的论述中也已经说过,在定义中,有些是从质料中抽取的,有些是从形式中抽取的,有些则是从二者的结合中抽取的。例如,从质料出发的是:愤怒是心脏周围血液的沸腾,房屋是石块和木料的组合;从形式出发的是:报复的欲望,阻挡风雨和炎热的遮蔽物;而从二者结合出发的是:由于报复的欲望引起的心脏周围血液的沸腾,由石块和木料的如此组合构成的阻挡风雨和炎热的遮蔽物。在这些定义中(正如他自己在《后分析篇》中所说,普遍而言对每一个定义都是如此),从形式出发的是论证的本原,从质料出发的是结论,而从二者结合出发的则是仅在排列上有所不同的论证。例如,有人想要定义愤怒,便运用了如下的三段论:“愤怒者欲望向激怒他的人进行报复;欲望报复者其心脏周围的血液沸腾;然后得出结论:‘因此,愤怒者其心脏周围的血液沸腾’”。因此,在这个三段论和论证中,从质料出发的愤怒的定义是结论,而从形式出发的则是本原;因为它是说“愤怒者欲望报复”的第一前提;然而从二者结合出发的定义则是仅在排列上有所不同的三段论,或者说论证,因为在三段论中,第一前提是“愤怒者欲望报复”,第二前提是“欲望报复者其心脏周围的血液沸腾”,然而在从二者结合出发的定义中,我们却是反过来开始的;因为我们说“心脏周围血液的沸腾”,然后说“由于报复的欲望”。那么他究竟是什么意思呢?即应当给出这样的定义:它也包含着事物之所以为此种事物的原因。因为他说,现在所给出的大多数定义都类似于三段论的结论,自身并不包含它们之所以如此的原因(这一原因相当于三段论中的中项),也就是说,它们仅仅是从质料中给出的。以上所说的话其涵义就是如此。 至于其文字字面,亚历山大是这样解释的:“然而现在,言说(即定义)宛如词项(即三段论)的结论”;他将三段论称为“词项”,是因为三段论是由词项构成的。而另一种解释则是:“宛如言说(即三段论)的结论,词项(即定义)是也”,以便我们将格互相颠倒,将属格赋予“言说”,而将主格赋予“词项”。但阿提卡的诠释家们更简朴也更贴切地认为,“词项的言说”是指“定义的言说”,即我们借以给出事物定义的外在发声的言说;而“它们是结论”,显而易见是指三段论的结论;因为结论本就是三段论的结论。
- 2.22οὐδὲ γὰρ οἷόν τε καθόλου περὶ ψυχῆς λόγον ἀποδιδόντα τὸ διὰ τί λέγειν
非人称表达 οὐδὲ γὰρ οἷόν τε [ἐστί](……是不可能的)支配不定式 λέγειν,而分词短语 καθόλου περὶ ψυχῆς λόγον ἀποδιδόντα 作为宾格逻辑主语与其构成宾格加不定式结构。不定式 λέγειν 的宾语是冠词化短语 τὸ διὰ τί。
- 2.23ἵνα τὰς πτώσεις ἐναλλὰξ ποιήσωμεν
此处说明亚历山大对引文短语 οἱ λόγοι τῶν ὅρων 所提出的第二种解释,即移置修辞(hypallage,格的互换)。它指将原文的主格(οἱ λόγοι)与属格(τῶν ὅρων)互换,读作 οἱ ὅροι τῶν λόγων(“言说[三段论]的[结论般的]定义[诸词项]”)。
