- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:22.14-23.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞解释了《论灵魂》开篇所提出的比较诸学问的标准(对象的尊贵与认识的精确),通过几何学与力学等对比阐明这两项标准,并论证了为何灵魂研究在两方面均位居首位。
" Μᾶλλον δὲ ἑτέραν ἑτέρας, ἢ κατὰ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ θαυμασιωτέρων εἶναι, δι’ ἀμφότερα ταῦτα τὴν τῆς ψυχῆς ἱστορίαν εὐλόγως ἂν ἐν πρώτοις τιθείημεν." Ἡ ὅλη τοῦ προοιμίου διάνοια ὧδε ἔχει. πᾶσαν μὲν γνῶσιν, φησί, καλὴν καὶ τιμίαν εἶναι ὑπολαμβάνομεν, εἶναι δὲ ἄλλην ἄλλης τιμιωτέραν τε καὶ καλλίω δι’ αἰτίας δύο, ἢ τῷ τὸ ὑποκείμενον περὶ οὗ ἡ γνῶσις κρεῖττον εἶναι ἢ τῷ τὴν γνῶσιν ἀκριβεστέραν· οἷον ἀστρονομίαν ἰατρικῆς καλλίω,1 διότι περὶ τιμιώτερον ἔχει ὑποκείμενον· ἡ μὲν γὰρ περὶ τὰ οὐράνια, ἡ δὲ περὶ τὰ ἀνθρώπινα σώματα. ἀλλὰ καὶ ἀκριβεστέρα κατὰ τὴν γνῶσιν ἡ ἀστρονομία τῆς ἰατρικῆς· ὥστε κατὰ ἀμφότερα τιμιωτέρα ἰατρικῆς ἡ ἀστρονομία, καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὸ εἶδος τῆς γνώσεως. πάλιν γεωμετρία μηχανικῆς τιμιωτέρα κατ’ ἄμφω, διότι ἡ μὲν γεωμετρία περὶ ἄυλον ἔχει ὑποκείμενον (τὰ γὰρ σχήματα αὐτὰ καθ’ αὑτὰ ἀσώματά ἐστι καὶ ἀμεγέθη· εἰ γὰρ εἶχεν ὁ κύκλος μέγεθος, πάντως ἄν ὡρισμένον ἦν, οἷον πηχυαῖον· εἰ δὲ τοῦτο, δίπηχυς οὐκ ἂν ἦν κύκλος ἢ τρίπηχυς οὐδ’ ἄλλος τις παρὰ τὸ πηχυαῖον μέγεθος κύκλος ἂν ἦν· καὶ εἰ ἦν σῶμά τι, ὡρισμένον πάντως ἂν ἦν, οἷον χαλκοῦ· οὐκοῦν σιδήρεος οὐκ ἂν ἦν κύκλος ἢ ξύλινος οὐδὲ ὅλως ἄλλο τι σῶμα τῶν παρὰ τὸν χαλκόν· ὥστε ὅλως ἄυλον τὸ ὑποκείμενον τῇ γεωμετρίᾳ), τῇ δὲ μηχανικῇ σώματα καὶ μεγέθη. οὐκοῦν τιμιωτέρα γεωμετρία μηχανικῆς. ἀλλὰ καὶ κατὰ τὴν γνῶσιν· ἡ μὲν γάρ ἐστιν ἄπταιστος· ἀεὶ γὰρ παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δύο ὀρθαῖς εἰσιν ἴσαι, καὶ οὐ παχυμερῶς ἀλλὰ μετὰ πάσης ἀκριβείας οὐδὲ βραχυτάτῳ διαφέρουσαι, ἀεὶ ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρος· ἡ μέντοι μηχανικὴ οὐκ ἀκριβεῖς ἔχει τοὺς λόγους, ἅτε περὶ σώματα ἔχουσα καὶ μεγέθη. ὁμοίως ἔχουσιν ἀριθμητική τε καὶ ἁρμονική· ἡ μὲν γὰρ ἀριθμητική, ἅτε περὶ τοὺς λόγους τῶν ἀριθμῶν ἔχουσα, καὶ τὸ ὑποκείμενον κρεῖττον ἔχει ὡς ἄυλον, ἐκείνης περὶ σῶμα ἐχούσης τὰς χορδὰς καὶ τὰ μεγέθη τῶν φθόγγων, καὶ ἡ γνῶσις διὰ τοῦτο τῆς ἀριθμητικῆς ἀκριβεστέρα. ἐπειδὴ τοίνυν αὕτη τῶν ἐπιστημῶν καλλίστη ἡ περὶ ἕτερόν τι τούτων προὔχουσα,2 ἐν δὲ τῇ ψυχῇ ἀμφότερα ταῦτα θεωρεῖται, δι’ ἀμφότερα ἄρα, φησί, καὶ τιμία καὶ καλὴ ἡ περὶ τῆς ψυχῆς θεωρία. τιμία μὲν οὖν ἡ περὶ ψυχῆς θεωρία, διότι περὶ ὑποκείμενον ἔχει σεμνόν, αὐτὴν τὴν ψυχήν, ὅπερ ἐστὶ τῶν τῇδε κάλλιστον. ἀλλὰ καὶ ὡς ἀκριβεστέρα τιμιωτέρα ἡ περὶ τῆς ψυχῆς θεωρία. πῶς δὲ ἀκριβεστέρα ἡ περὶ τῆς ψυχῆς θεωρία, μάθοιμεν ἂν οὕτως. ἐν τῇ Ἀποδεικτικῇ ὁ Ἀριστοτέλης δύο ἡμῖν κανόνας παραδίδωσι, καθ’ ἣν τὸ ἀκριβέστερον δεῖ διακρίνειν·3 ἐὰν γάρ, φησί, δύο ὦσιν ἐπιστῆμαι, καὶ βούλῃ γνῶναι, ποία ἐστὶν ἀκριβεστέρα, διχόθεν νοήσεις. ὅταν γὰρ ἡ ἑτέρα τὰς τῆς ἑτέρας ἀρχὰς ἀποδεικνύῃ, ἡ τὰς ἀρχὰς ἀποδεικνύουσά ἐστιν ἀκριβεστέρα, οἷον φυσιολογία ἰατρικῆς ἀκριβεστέρα· τὰς γὰρ ἀρχὰς τῆς ἰατρικῆς ἡ φυσιολογία ἀποδείκνυσι.
“但一种[认知]胜于另一种[认知],或者由于精确性,或者由于属于更好和更令人惊叹之物,由于这两者,我们理当把对灵魂的探究置于首位。” 序言的整个旨趣如下。他说,我们认为一切认识都是美好且尊贵的,但一种认识由于两个原因比另一种更尊贵且更美好:或者由于认识所关涉的基底对象更优越,或者由于认识更为精确;例如,天文学比医学更美好,因为它所关涉的基底对象更为尊贵;因为前者关涉天体,而后者关涉人类的身体。但在认识方面,天文学也比医学更为精确;因此天文学无论在基底对象上还是在认识的形式上,在两方面都比医学更为尊贵。同样,几何学在两方面都比力学更为尊贵,因为几何学所关涉的是非质料的基底对象(因为图形本身就其自身而言是非物体的,且没有量度;因为如果圆具有量度,它必定会被确定,例如一肘长;而如果是这样,就不会有两肘或三肘的圆,也不会有除了一肘量度之外的其他任何圆;又如果它是一种物体,它必定会被确定,例如是青铜的;这样就不会有铁的或木的圆,也根本不会有青铜以外的任何其他物体;因此几何学的基底对象是完全非质料的),而对于力学而言则是物体和量度。因此几何学比力学更为尊贵。但在认识方面也是如此;因为几何学是不出差错的;因为任何三角形的三个内角总是等于两直角,而且不是粗疏地、而是带着全然的精确性,甚至没有丝毫差异,对角线与边也总是不可通约的;然而力学却不具有精确的规定,因为它所关涉的是物体和量度。算术与和声学的情形也与此类似;因为算术由于关涉数的比例,作为非质料的,其基底对象更优越——而和声学所关涉的是物体即琴弦,以及音调的量度——,并且由于这一点,算术的认识更为精确。既然在各门学问中,凡在这些[条件]的任一者中居于卓越地位的学问便是最美好的,而这两者在灵魂中都被观照到,因此他说,由于这两者,关于灵魂的观照既是尊贵的又是美好的。关于灵魂的观照之所以尊贵,是因为它关涉一个崇高的基底对象,即灵魂本身,而灵魂是此世诸物中最美好的。然而关于灵魂的观照也因更为精确而更为尊贵。关于灵魂的观照如何更为精确,我们可以这样来了解。亚里士多德在《后分析篇》中传授给我们两条规准,人们应当根据它们来判别何者更为精确;他说,因为如果有两门学问,而你希望知道哪一门更精确,你将从两方面来领会。因为当一门学问论证另一门学问的本原时,论证本原的那一门便是更为精确的,例如自然哲学比医学更为精确;因为自然哲学论证医学的本原。
- 1.2οἷον ἀστρονομίαν ἰατρικῆς καλλίω
承接前文的间接引语结构(πᾶσαν μὲν γνῶσιν ... ὑπολαμβάνομεν, εἶναι δὲ ἄλλην ἄλλης τιμιωτέραν),省略了动词(εἶναι ὑπολαμβάνομεν),不定式的主语 ἀστρονομίαν 与表语 καλλίω 均处于宾格。
- 1.2ἐπειδὴ τοίνυν αὕτη τῶν ἐπιστημῶν καλλίστη ἡ περὶ ἕτερόν τι τούτων προὔχουσα
该从句的主语是带有定冠词的分词短语 ἡ ... προὔχουσα(“在这些中的任一者中居于卓越地位的学问”),而 αὕτη τῶν ἐπιστημῶν καλλίστη 为表语(“是诸学问中最美好的”),其中 αὕτη 起着指称并先行引出主语的表语性代词作用。
- 1.2καθ’ ἣν τὸ ἀκριβέστερον δεῖ διακρίνειν
关系代词 ἣν 为阴性单数宾格,与其紧接的先行词 δύο ... κανόνας(阳性复数)在性与数上不一致。这属于依照意义一致的修辞结构(synesis),即将该套规则视为单一标准/方法,或是受到前文阴性单数词 Ἀποδεικτικῇ 的宽泛影响。
