- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:227.3-228.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐明了讲授的三种方式如何汇聚于从“事实”走向“原因”的过程之中,指出亚里士多德在安排灵魂诸能力(植物性、感觉、理性)时遵循了这一顺序,但在讨论每一能力的各个组成部分时则采取了从更为尊贵者开始的相反进路。
εἰ τοίνυν τῶν γινομένων ὑφ’ αὑτῆς ἔχουσα τοὺς λόγους ἐν ἑαυτῇ προϋπάρχοντας οὕτω ποιεῖ τὰ φυσικὰ πράγματα, σαφὲς ὡς τὸ διότι πρότερον παρὰ τῇ φύσει τοῦ ὅτι.1 τοῦτο δ’, ὡς εἶπον, τὸ ὅτι καὶ συγκεχυμένον ἐστί· διὰ τοῦ μαθεῖν γὰρ ὅτι ἔστιν ἡ ψυχὴ ἐντελέχεια οὐδὲν τρανὲς οὐδὲ διηρθρωμένον ἠκούσαμεν· οὔτε γὰρ ὡσαύτως πᾶσα ψυχὴ ἐντελέχεια· ἀλλ’ οὐδὲ ὅπως αὐτὸ τοῦτό ἐστιν ἐντελέχεια, τί που ποιοῦσα καὶ πῶς τελειοῦσα, ἐγνωσμένον. ὥστε ἐν τῷ ὅτι καὶ διότι καὶ οἱ λοιποὶ δύο τρόποι τῆς διδασκαλίας συνῆλθον. διὰ τοῦτο οὖν ἐκ τοῦ ὅτι τὴν ἀρχὴν τῆς διδασκαλίας ἐποιήσατο, διότι ἡ ἡμετέρα φύσις ἔκ τε τῶν ἀτελῶν ἐπὶ τὰ τέλεια πρόεισι, καὶ ἐκ τῶν φανερῶν ἐπὶ τὰ ἀφανῆ· τελειότερον δὲ τοῦ ὅτι τὸ διότι, καὶ φανερώτερα ἡμῖν τὰ τῇ φύσει ὕστερα καὶ συγκεχυμένα. ὥσπερ γὰρ οὐδ’ ἀποδεικτικὸν συλλογισμὸν εἰδέναι2 δυνατὸν τὸν μὴ ἁπλῶς τί ἐστι συλλογισμὸς εἰδότα, οὐδὲ τὸν ὀξύρυγχον τύπον γράφειν τὸν μὴ ἁπλῶς εἰδότα γράφειν (συγκεχυμένον δὲ τοῦτο, ὁ ἁπλῶς συλλογισμός· πλείονες γὰρ τούτου διαφοραί· ὁμοίως δὲ καὶ τὸ ἁπλῶς γράφειν, διηρθρωμένον δὲ τῶν εἰδῶν ἕκαστον), οὕτως οὖν τὸν μὴ ἁπλῶς τί ἐστι σῶμα εἰδότα ἀδύνατον εἰδέναι τί ἐστι πυρὸς σῶμα ἢ ἀέρος ἢ οὐρανοῦ, καὶ τὸν μὴ ἁπλῶς εἰδότα τί ἐστι ψυχὴ ἀδύνατον εἰδέναι τί ἐστι λογικὴ ἢ ἄλογος ἢ φυτική· συγκεχυμένον δὲ τὸ ἁπλῶς σῶμα καὶ ἁπλῶς ψυχή, διηρθρωμένα δὲ τῶν εἰδῶν ἕκαστον. ἀλλὰ καὶ ἐκ τῶν ἀτελῶν ἀρξάμενοι, οἷον τῶν ἐν γενέσει, πρόιμεν ἐπὶ τὴν τῶν οὐρανίων γνῶσιν καὶ τὴν ἐν αὐτοῖς τάξιν, κἀκεῖθεν ἐπὶ τὸν ταῦτα τάξαντα. περιέχονται μὲν οὖν, ὅπερ εἶπον, οἱ τρεῖς τῆς διδασκαλίας τρόποι ἐν τῇ ἀπὸ τοῦ ὅτι ἐπὶ τὸ διότι προόδῳ. ὁμοίως καὶ ἐν τῇ προχειρίσει τῶν δυνάμεων τῶν ψυχικῶν τῇ αὐτῇ τάξει χρῆται ἀπὸ τῶν ἀτελεστέρων ἀρχόμενος καὶ ἐσχάτων καὶ προϊὼν ἐπὶ τὰ πρῶτα καὶ τελειότερα. πρότερον γὰρ διαλέγεται περὶ τῆς φυτικῆς, εἶτα περὶ αἰσθητικῆς, καὶ τρίτον περὶ τῆς φανταστικῆς· ἐπὶ τούτοις προϊὼν ἐπὶ τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις ἄρχεται πάλιν ἀπὸ τῶν ὑστέρων τε καὶ ἀτελεστέρων, πρότερον περὶ τῆς δοξαστικῆς δυνάμεως διαλεγόμενος, εἶτα περὶ τῆς διανοητικῆς, καὶ τελευταῖον περὶ τοῦ νοῦ. εἰ γὰρ καὶ ὡς πρὸς τὸ ζῷον προτέρα τῇ φύσει ἐστὶν ἡ φυτική (συναναιρεῖ γὰρ τὰς ἄλλας καὶ οὐ συναναιρεῖται), δευτέρα δὲ καὶ ἡ αἰσθητικὴ καὶ αἱ λοιπαὶ ἐφεξῆς, ὡς ἀπηριθμησάμεθα, ἀλλ’ οὖν ὡς πρὸς τὸ πᾶν ἔμπαλιν ἔχουσι· πρότερα γὰρ τῇ φύσει ἐν τῷ παντὶ τὰ τελειότερά τε καὶ τιμιώτερα, ὕστερα δὲ καὶ τὰ ἀτελέστερα· συνεκτικὰ γὰρ τῶν ἀτελεστέρων τὰ τελειότερα καὶ πρακτικά. οὐκοῦν ὡς πρὸς τὸ πᾶν πρότερον τῇ φύσει ὁ νοῦς καὶ ἐφεξῆς τὰ λοιπά, κατὰ τὴν αὐτὴν τάξιν ἀνάπαλιν ὁδευόντων·3 ὡς μέντοι ἐν τῷ ζῴῳ καὶ ὡς πρὸς τὴν ἡμετέραν γνῶσιν πρῶτον ἡ φυτική· διόπερ ἀπὸ ταύτης ἤρξατο ἐν τῇ διδασκαλίᾳ. ἐπὶ μὲν οὖν τῶν ψυχικῶν δυνάμεων ταύτῃ τῇ τάξει τῆς διδασκαλίας ἐχρήσατο. ἑκάστῳ δὲ μορίῳ τῶν τῆς ψυχῆς δυνάμεων ἐπεξιών, τῆς τε φυτικῆς λέγω καὶ αἰσθητικῆς, οὐκέτι τῷ αὐτῷ κέχρηται τρόπῳ τῆς διδασκαλίας· οὐ γὰρ ἐκ τῶν ἐσχάτων ἤρξατο, ἀλλ’ ἐκ τῶν πρώτων καὶ τιμιωτέρων. περὶ γὰρ τῆς φυτικῆς διαλεγόμενος πρότερον διείλεκται περὶ τῆς γεννητικῆς δυνάμεως, εἶτα περὶ τῆς αὐξητικῆς, καὶ τρίτον περὶ τῆς θρεπτικῆς· καίτοι κρείττων μὲν πασῶν καὶ τιμιωτέρα ἡ γεννητική, καὶ ἡ αὐξητικὴ δὲ τῆς θρεπτικῆς κρείττων.
因此,如果自然将由它生成之物的诸原则作为预先存在之物存留在自身之中,从而这样制作自然事物,那么显然依本性而言“原因”先于“事实”。正如我所说,这个“事实”也是浑沌的;因为通过得知灵魂是完全现实性,我们并未听到任何明朗或分节清晰的事情;因为并非一切灵魂都以同样的方式是完全现实性,而且〔灵魂〕究竟如何是这本身即完全现实性、在何处做着什么以及如何使臻完善,也是未知的。因此,在“事实”与“原因”中,讲授的其余两种方式也结合在一起了。所以,他正是因为这个缘故从“事实”开启讲授,因为我们的本性既从不完善之物走向完善之物,又从显明之物走向隐蔽之物;而“原因”比“事实”更为完善,依本性在后且浑沌之物对我们而言则更为显明。因为正如不知道一般的推论是什么的人不可能知道论证性推论,不知道一般书写的人不可能书写奥克喜林库斯体一样(而这一般的推论是浑沌的,因为它的种差更为繁多;一般的书写亦是如此,而诸种的每一个则是分节清晰的),同样,不知道一般的身体是什么的人不可能知道火的身体或空气的身体或天空的身体是什么,而不知道一般的灵魂是什么的人也不可能知道理性灵魂或非理性灵魂或植物性灵魂是什么;一般的身体与一般的灵魂是浑沌的,而诸种的每一个则是分节清晰的。不仅如此,我们从不完善的事物——例如在生成中的事物——出发,走向对天体事物及其内部秩序的认识,进而走向这些事物的秩序制定者。因此,正如我所说,讲授的三种方式都包含在从“事实”走向“原因”的进程之中。同样,在处理灵魂的诸能力时,他也采用了同样的顺序,从较不完善和居于末位者开始,进而走向居首和较为完善者。因为他首先讨论植物性灵魂,其次讨论感觉灵魂,第三讨论表象灵魂;在此之上,当他走向灵魂的理性能力时,他再次从在后和较不完善者开始,首先讨论意见能力,其次讨论推论能力,最后讨论知性。因为即便就动物而言植物性灵魂依本性在先(因为它随自身一同废除其他能力,却不随它们一同被废除),而感觉灵魂及按我们所列举的其余能力依次居于第二位,但在宇宙整体而言它们具有相反的关系;因为在宇宙整体中,较为完善和更为尊贵者依本性在先,而较不完善者在后;因为较为完善者保持并促成较不完善者。因此,就宇宙整体而言,知性依本性在先,其余各项依次以相同的序列反向进行;然而,在动物中且就我们的认识而言,植物性灵魂居首;因此他在讲授中从它开始。可见,关于灵魂的诸能力,他采用了这种讲授顺序。但当他详述灵魂诸能力——我指植物性能力与感觉能力——的各个部分时,他不再使用同样的讲授方式;因为他并非从居末者开始,而是从居首且更为尊贵者开始。因为在讨论植物性灵魂时,他首先讨论了生殖能力,其次讨论了生长能力,第三讨论了摄养能力;而生殖能力优于一切且更为尊贵,生长能力也优于摄养能力。
- 2.21εἰ τοίνυν τῶν γινομένων ὑφ’ αὑτῆς ἔχουσα τοὺς λόγους ἐν ἑαυτῇ προϋπάρχοντας οὕτω ποιεῖ τὰ φυσικὰ πράγματα, σαφὲς ὡς τὸ διότι πρότερον παρὰ τῇ φύσει τοῦ ὅτι.
在条件句的主句 σαφὲς ὡς... 中,系动词 ἐστί 被省略。从句中的阴性分词 ἔχουσα 承接前句的主语 ἡ φύσις(自然),并支配 τοὺς λόγους,分词 προϋπάρχοντας 作其表语性修饰成分。
- 2.21ὥσπερ γὰρ οὐδ’ ἀποδεικτικὸν συλλογισμὸν εἰδέναι δυνατὸν τὸν μὴ ἁπλῶς τί ἐστι συλλογισμὸς εἰδότα... οὕτως οὖν τὸν μὴ ἁπλῶς τί ἐστι σῶμα εἰδότα ἀδύνατον εἰδέναι...
由 ὥσπερ... οὕτως 引出的比喻对应句。形容词表语(δυνατόν 与 ἀδύνατον,省略 ἐστί)支配带冠词的分词短语 τὸν ... εἰδότα,构成宾格不定式结构(“不知道……的人要认知……是不可能的”)。
- 2.21κατὰ τὴν αὐτὴν τάξιν ἀνάπαλιν ὁδευόντων
独立属格结构。其在逻辑上承接前文的名词短语 τὰ λοιπά(“其余各项”),意为“其余各项按照相同的顺序反向进行”。在文脉中指在宇宙层面从知性依次下降至低级诸能力的过程。
