- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:228.12-229.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺解释了为何亚里士多德在处理总体灵魂能力的各部分(生殖、生长、摄养,以及从视觉到触觉)时,颠倒了总体能力从小到大的顺序,转而从更为尊贵和完善者开始,并提出这是由于较高能力的结果对我们而言更加显明。
τῆς μὲν γὰρ θρεπτικῆς ἔργον ἐστὶ τὸ σώζειν τὸ εἶδος (μέχρι γὰρ τοσούτου σωζόμεθα, ἕως ἂν τρεφώμεθα), τῆς δὲ αὐξητικῆς τὸ εἰς τὸ τέλειον καὶ κατὰ φύσιν μέτρον ἀγαγεῖν, εἰς ὃ γενόμενα τά τε ζῷα καὶ φυτὰ ἐπὶ τὸ σκοπιμώτατον τῆς φύσεως τέλος παραγίνεται τὴν γεννητικὴν δύναμιν·1 οὗτος γὰρ τῆς φύσεως ὁ τελικώτατος σκοπὸς διὰ τὴν ἔφεσιν τῆς ἀϊδιότητος, τῆς ἀθανασίας τοῖς θνητοῖς ζῴοις ἐπισκευαστῆς γινομένης τῇ διαδοχῇ, ὡς αὐτὸς ἐν ἑτέροις εἶπεν. ὥστε ἡ μὲν αὐξητικὴ ὕλης ἐπέχει λόγον πρὸς τὴν γεννητικήν, πρὸς δὲ τὴν αὐξητικὴν ἡ θρεπτική. ἐπί τε οὖν τῶν μορίων τῆς φυτικῆς ψυχῆς ἐκ τῶν τελειοτέρων ἤρξατο, καὶ ἐπὶ τῶν μορίων τῆς αἰσθητικῆς. πρῶτον γὰρ ἐρεῖ περὶ ὄψεως, καὶ δεύτερον περὶ ἀκοῆς, τρίτον περὶ ὀσφρήσεως, καὶ τέταρτον περὶ γεύσεως, καὶ ἔσχατον περὶ ἁφῆς· τιμιωτέρα δὲ πασῶν ἡ ὄψις, καὶ αἱ ἐφεξῆς τῶν μετὰ ταύτας κατὰ τὴν αὐτὴν τάξιν, πρῶτον μὲν ὅτι καὶ γεῦσις καὶ ἁφὴ καὶ ὄσφρησις πρὸς τὸ εἶναι συμβάλλονται, ἀκοὴ δὲ καὶ ὄψις πρὸς τὸ εὖ εἶναι, δι’ ὧν τὸ φιλοσοφίας ἐπορισάμεθα γένος, ὥς φησιν ὁ Πλάτων· διόπερ καὶ ὁ ποιητὴς τῷ Ἡλίῳ ταύτας μόνας ἀνέθηκεν [Ἥλιος] καὶ τούτων προέταξε τὴν ὄψιν. καὶ ἡ μὲν ὄψις καὶ τῶν πορρωτάτων ἀντιλαμβάνεται καὶ τὴν ἐνέργειαν ἄχρονον ἔχει, ἡ ἀκοὴ δὲ καὶ αὐτὴ μὲν τῶν πόρρω, οὐχ οὕτω δέ, ἔτι δὲ τῶν ἐγγυτέρων ἡ ὄσφρησις, γεῦσις δὲ καὶ ἁφὴ αὐτῶν ἁπτομένη τῶν αἰσθητῶν. ἔνθεν ὅσα μέν τινα τῶν τιμιωτέρων ἔχει αἰσθήσεων, πάντως καὶ τὰς λοιπὰς ἔχει πάσας, οὐκέτι μέντοι τὸ τὰς ἀτιμοτέρας ἔχον πάντως καὶ τὰς τιμιωτέρας. τινὰ γὰρ μόνης ἁφῆς μετέχει, ὡς τὰ ζωόφυτα· συστέλλεται γοῦν καὶ ἐκτείνεται ἀνιώμενα ἢ διαχεόμενα πρὸς τὰ συνεγγίζοντα· ἄλλα δὲ πρὸς ταύτῃ μόνης γεύσεως μετέχει, ὡς τὰ ὄστρεα· φαίνεται γὰρ βοσκόμενα· ἕτερα πρὸς ταύταις καὶ ὄσφρησιν μόνην· φασὶ γοῦν κογχύλιά τινα δελέασιν ἐφέπεσθαι, οἷον τὰς χήμας, τῇ ὀσμῇ ἑπόμενα· ἕτερα δὲ ἀκοὴν ὄψεως δίχα, ὡς οἱ καλούμενοι ἀσπάλακες· εἴ τι μέντοι ὄψεως μετέχει, πάντως καὶ τῶν λοιπῶν. τίνος οὖν ἕνεκα ἐπὶ τῶν ὅλων δυνάμεων ἐκ τῶν ἐσχάτων καὶ ἀτιμοτέρων ἀρξάμενος ἐπὶ τῶν μορίων ἀνάπαλιν ὁδεύει καὶ τὴν ἀρχὴν ἀπὸ τῶν πρώτων καὶ τιμιωτέρων ποιεῖται; οἱ μὲν οὖν πρὸς τοῦτό φασιν ὅτι ἔμιξεν ἐν τῇ διδασκαλίᾳ ἀμφοτέρας τὰς ὁδούς, ἐπὶ μὲν τῶν ὅλων δυνάμεων ἀπὸ τῶν ἐσχάτων ἀρξάμενος καὶ ἀτελεστέρων, ἐπὶ δὲ τῶν μορίων ἀπὸ τῶν πρώτων καὶ τελειοτέρων. οἱ δὲ ἀκριβέστερον λέγοντές φασιν ὅτι τῶν πρώτων ἢ καὶ τελειοτέρων δυνάμεων τῆς ψυχῆς ἐπί τε τῆς αἰσθητικῆς καὶ φυτικῆς σαφέστερα ἡμῖν εἰσι τὰ ἀποτελέσματα.2 τῆς γοῦν γεννητικῆς σαφέστερον τὸ ἀποτέλεσμα μᾶλλον ἢ τῆς αὐξητικῆς, καὶ ταύτης μᾶλλον ἢ τῆς θρεπτικῆς. ὁμοίως ἔχει καὶ ἐπὶ τῶν μορίων τῆς αἰσθητικῆς ψυχῆς· τρανεστέρα γὰρ ἡ ὄψις τῆς ἀκοῆς, καὶ αὕτη τῆς ὀσφρήσεως, καὶ αὕτη τῆς γεύσεως, καὶ αὕτη τῆς ἁφῆς. οὐκ ἔδει οὖν ἐκ τῆς ἁπτικῆς ἄρξασθαι· ὡς γὰρ αὐτός φησιν ἐν τοῖς ἑξῆς, ἀμφιβάλλεται ὅλως, εἰ αἴσθησίς ἐστιν ἁφή.
因为摄养能力的功能是保持形式(因为只要我们受到摄养,我们就在这限度内得以保持),而生长能力的功能则是引导达到符合本性的完善尺度,动植物一旦达到这一尺度,便通达自然之最主要的目的,即生殖能力;因为正如他自己在别处所言,由于对永恒的渴望,通过世代相继为必死动物提供补偿性的不朽,这乃是自然的终极目的。因此,生长能力相对于生殖能力居于质料的地位,而摄养能力相对于生长能力亦居于质料的地位。所以,在植物性灵魂的各部分上以及在感觉灵魂的各部分上,他都从较为完善者开始。因为他将首先论述视觉,第二论述听觉,第三论述嗅觉,第四论述味觉,最后论述触觉;而视觉是一切感觉中最尊贵的,其后各项也依相同的次序比随后的各项更为尊贵:首先是因为味觉、触觉与嗅觉有助于存在,而听觉与视觉则有助于优良存在,正如柏拉图所说,通过它们我们获得了哲学这一族类;因此诗人也将仅有这两者归属于太阳,并把视觉置于它们的首位。此外,视觉甚至能感知最遥远之物且其活动是没有时间的,而听觉自身虽也感知远物,却不至如此程度,嗅觉感知更近之物,味觉与触觉则是通过触及感觉对象本身来进行感知的。由此,凡具有某种较尊贵感觉的事物,必定也具有其余一切感觉;然而具有较低贱感觉的事物,却未必具有较尊贵的感觉。因为有些事物仅分有触觉,如植虫类(它们至少会对临近之物收缩或舒展,表现出痛苦或愉悦);另一些事物除触觉外仅分有味觉,如牡蛎(因为可见它们在摄食);其他事物除这些外还仅分有嗅觉(据说某些贝类,如文蛤,会循着气味去追逐诱饵);还有些事物具有听觉而无视觉,如所谓的鼹鼠;然而,任何分有视觉的事物,必定也分有其余的感觉。那么,究竟是为了什么缘故,他在总体能力上从居末且较低贱者开始,在各部分上却反向而行,从居首且较尊贵者开启端绪?对此,有人说他在讲授中混合了两种途径,在总体能力上从居末且较不完善者开始,在各部分上则从居首且较为完善者开始。但那些讲得更为精确的人则说,无论在感觉灵魂还是植物性灵魂中,灵魂居首或较为完善的诸能力之结果对我们而言更为显明。至少,生殖能力的结果比生长能力的结果更为显明,生长能力的结果比摄养能力的结果更为显明。在感觉灵魂的各部分上也是同样的情形;因为视觉比听觉更为清晰,听觉比嗅觉更为清晰,嗅觉比味觉更为清晰,味觉比触觉更为清晰。因此,本就不应当从触觉能力开始;因为正如他自己在后文中所说,触觉究竟是否是一种感觉,根本是存疑的。
- 2.21ἐπὶ τὸ σκοπιμώτατον τῆς φύσεως τέλος παραγίνεται τὴν γεννητικὴν δύναμιν
宾格名词短语 τὴν γεννητικὴν δύναμιν 在句中作为介词短语 ἐπὶ τὸ σκοπιμώτατον τῆς φύσεως τέλος 中宾格名词 τέλος 的同位语,用于具体指明由动词 παραγίνεται 所引向的自然之目标即是生殖能力。
- 2.21τῶν πρώτων ἢ καὶ τελειοτέρων δυνάμεων τῆς ψυχῆς ἐπί τε τῆς αἰσθητικῆς καὶ φυτικῆς σαφέστερα ἡμῖν εἰσι τὰ ἀποτελέσματα
属格短语 τῶν πρώτων ἢ καὶ τελειοτέρων δυνάμεων 在句法上修饰位于其后的主语名词 τὰ ἀποτελέσματα(成果、结果),构成了语序倒置(hyperbaton)。介词短语 ἐπί τε τῆς αἰσθητικῆς καὶ φυτικῆς 则插入其间限定范围,主句谓语为 σαφέστερα ... εἰσι。
